- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:74.11-75.34
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大驳斥了赫尔米诺的观点,指出其将导致否定前提始终为大前提的荒谬后果,接着否定了机械地由结论谓项来确定大项的看法,最终得出结论:应当将在所要证明的课题中充当谓项的词项确立为大端项。
ὁ γὰρ μέσος οὐχ ὑπάρξει, ᾧ κεῖται μὴ ὑπάρχειν, διότι τὸ ἀντικείμενον αὐτῷ καὶ ἀντιδιῃρημένον ὑπάρχει τῷ ὑποκειμένῳ· τὸ δὲ ἀντικείμενον τῷ μέσῳ καὶ ἀντιδιῃρημένον ἴσον ἐστὶν αὐτῷ. ἢ γὰρ διὰ τοῦτο αὐτὸ ἢ διά τι ἄλλο ἐπὶ πλέον ὂν τοῦ μέσου, ὡς ὅταν τὸ λογικὸν διὰ τὸ ἄψυχον ἀποφάσκηταί τινος· ἴσον γὰρ γίνεται τότε, ὅταν διὰ τὸ ἄλογον· τὸ γὰρ λογικὸν ἴσον τῷ ἀλόγῳ, δι’ ὃ τοῦ ἵππου ἀποφατικῶς τὸ λογικὸν κατηγορεῖτο. ἢ οὖν τούτῳ μὲν ἴσος ὁ μέσος, οὗ ἀποφάσκεται, ἢ ἐλάττων αὐτοῦ γίνεται, ὅταν διὰ τὸ ἄψυχον τὸ λογικὸν ἀποφάσκηταί τινος· τὸ γὰρ ἄψυχον τῷ ἐμψύχῳ ἴσον, ὑφ’ ὃ τὸ λογικὸν μεῖζον ὂν τοῦ ἑτέρου, οὗ καταφάσκεται· ἐπεὶ γὰρ ὁ κατηγορούμενος καταφατικῶς μείζων τοῦ ὑποκειμένου αὐτῷ, οὗ ἀποφάσκεται ὁ μέσος ἢ οὗ καταφάσκεται ὁ μέσος, εἴ γε ἡ αἰτία, δι’ ἣν ἀποφάσκεται, ἴσος ἢ μείζων αὐτοῦ τοῦ μέσου, ὃς μείζων ἐστὶ τοῦ ὑποκειμένου αὐτῷ ἐν τῇ καταφατικῇ προτάσει.1 ὥστε καὶ ἡ ἀποφατικὴ πρότασις ἀεὶ μείζων ἔσται τῆς καταφατικῆς. ἀλλὰ μὴν λέγει Ἀριστοτέλης καὶ πρὸς τῷ ἐλάσσονι τὸ ἀποφατικὸν τίθεσθαι· ὁ γοῦν δεύτερος συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι τὴν ἐλάττονα ἔχει ἀποφατικήν. ἔτι διὰ τί ἐπὶ μόνων τῶν ἀποφατικῶν ἡ μετάληψις καὶ ἡ ζήτησις ἔσται τοῦ, δι’ ὃν κατηγορεῖται ἀποφατικῶς; καὶ γὰρ ἐπὶ τῆς καταφάσεως τὸ αὐτὸ ζητηθήσεται. τὸ γὰρ λογικὸν τοῦ ἀνθρώπου, εἰ καὶ καθ’ αὑτό, ἀλλ’ οὐ πρώτου, οὐδὲ ᾗ ἄνθρωπος, ἀλλὰ ᾗ λογικός· ὥστε εἰ τοῦ μὲν ἵππου διὰ τὸ ἄλογον τοῦ δὲ ἀνθρώπου διὰ τὸ λογικόν, ἴσον δὲ τὸ ἄλογον τῷ λογικῷ (ἐκ τῆς αὐτῆς γὰρ διαιρέσεως), οὐδέπω ὁ μείζων εὕρηται καὶ κατὰ τὴν ἐκκειμένην μέθοδον. διὸ οὕτως μὲν οὐ χρὴ τὴν κρίσιν ποιεῖσθαι τῆς προτάσεως τῆς ἐν τῷ δευτέρῳ σχήματι μείζονος. καθόλου γὰρ τῷ δύνασθαι καὶ τὸ καταφατικὸν εἶναι πρὸς τῷ μείζονι ὅρῳ καὶ τὸ ἀποφατικὸν ἐν τούτῳ τῷ σχήματι, ὁποῖος ἄν ὅρος εὑρεθῇ κατὰ τὴν προειρημένην μέθοδον μείζων, οὗτος καὶ ὡς μείζων καὶ ὡς ἐλάττων λαμβανόμενος ποιήσει τὴν συζυγίαν συλλογιστικήν· ὃ πάσχων οὐκέτ’ ἂν εἴη μείζων ἐν τούτῳ τῷ σχήματι· οὐ γὰρ ἁπλῶς μείζονος ὅρου ἡ ζήτησις ἀλλὰ τοῦ ἐν τούτῳ μείζονος. Ἀλλ’ οὐδὲ ἁπλῶς πάλιν ῥητέον μείζονα τὸν ἐν τῷ συμπεράσματι τοῦ συλλογισμοῦ κατηγορούμενον, ὡς δοκεῖ τισιν· οὐδὲ γὰρ οὗτος δῆλος· ἄλλοτε γὰρ ἄλλος ἔσται καὶ οὐχ ὡρισμένος τῷ ἀντιστρέφειν τὴν καθόλου ἀποφατικήν, καὶ ὁ τέως μείζων αὖθις ἐλάττων, καὶ ἐφ’ ἡμῖν ἔσται τὸν αὐτὸν καὶ μείζω καὶ ἐλάττω ποιεῖν. οὔτε οὖν φύσει τίς ἐστιν ἐν τοῖς ἀποφατικοῖς μείζων, οὔθ’ ἁπλῶς ἐκ τοῦ συμπεράσματος χρὴ τὸν μείζω λαμβάνειν· οὐδὲ γὰρ οὗτος ὡρισμένος ἔσται, τό τε συμπέρασμα ἔχει κατηγορούμενον τὸν ἐν ταῖς προτάσεσιν εἰλημμένον ὡς μείζονα, ὥστε οὐ τὸ συμπέρασμα τοῦ μείζονος δεικτικόν, ἀλλὰ τὸ λαβεῖν τινα μείζονα αἴτιον τοῦ καὶ ἐν τῷ συμπεράσματι τοῦτον κατηγορεῖσθαι. ἀλλ’ οὐδὲ λέγειν οἷόν τέ ἐστιν, ὅτι μηδέ ἐστί τις ἐν αὐτῷ μείζων· ὥρισται γὰρ καὶ τὸ δεῖν τὴν μείζονα πρότασιν ἐν αὐτῷ καθόλου εἶναι, εἰ μέλλοι ἔσεσθαι συλλογιστικὴ συμπλοκή· μείζων δὲ πρότασις, ἐν ᾗ ὁ μείζων ὅρος. δεῖ δὴ μείζονά τε ἡγεῖσθαι ὅρον καὶ πρῶτον τιθέναι, ὃν ἐν τῷ προβλήματι βουλόμεθα δεῖξαί τε καὶ συναγαγεῖν, ὃν κατηγορούμενον ἔχομεν· πᾶς γὰρ ὁ συλλογιζόμενος ὁρίσας παρ’ αὑτῷ πρῶτον, ὃ βούλεται δεῖξαι, οὕτως εἰς τοῦτο τῶν οἰκείων εὐπορεῖ προτάσεων· οὐ γὰρ ἀπὸ τύχης περιπίπτει τῷ συμπεράσματι. τὸν δὴ ἐν τῷ προκειμένῳ προβλήματι εἰς τὴν δεῖξιν κατηγορούμενον τοῦτον θετέον μείζονα·2 καὶ γὰρ εἰ ἀντιστρέφει καὶ διὰ τοῦτο γίνεται ὁ αὐτὸς καὶ ὑποκείμενος, ἀλλ’ ἔν γε τῷ ἡμῖν εἰς τὸ δεῖξαι προκειμένῳ κατηγορούμενος ἦν τε καὶ μένει. διὰ τοῦτο γάρ, κἂν ἄλλο γένηται συμπέρασμα, ἀντιστρέφομεν αὐτό. ὥστε ἡμῖν τοῖς δεικνύουσι καὶ συλλογιζομένοις καὶ τάττουσι τοὺς ὅρους οὗτος μείζων, ἐπεὶ μὴ τῇ αὑτῶν φύσει ἐν τοῖς ἀποφατικοῖς τὸ μεῖζον καὶ τὸ ἔλαττον ἀλλ’ ἐν τῇ τῶν συμπερασμάτων προθέσει. δῆλον δέ, ὅτι ὁ ἐν τῷ προβλήματι κατηγορούμενος καὶ ἐν τῷ συμπεράσματι κατηγορούμενος γίνεται.
因为中项将不属于那设定它不属于之物,乃是因为与它相对立且处于同等划分之物属于主词;而与中项相对立且处于同等划分之物是与它相等的。因为[否定发生]要么正是凭着这个,要么是凭着外延大于中项的某种他物,正如理智的通过无灵魂之物而从某物被否定时那样;因为当通过非理智之物[而被否定]时,它就变得相等;因为理智的等于非理智的,正是通过后者,理智的才在马上面被否定地述说。因此,中项要么等于它从其被否定的这一项,要么变得小于它,当理智的通过无灵魂之物从某物被否定时;因为无灵魂之物等于有灵魂之物,在后者之下有理智的,而理智的大于它在其上被肯定的另一端项;因为既然肯定谓项大于其主词,那么中项从其被否定的项,就[大于]中项在其上被肯定的项,如果它赖以被否定的原因确实等于或大于中项自身,而中项又大于它在肯定前提中的主词的话。因此,否定前提也将始终大于肯定前提。然而亚里士多德确实说过,否定命题也被置于小项之旁;无论如何,这一格中的第二式就具有否定的小前提。此外,为什么唯独在否定命题上才发生代换并探究它是凭什么被否定地述说的呢?因为在肯定命题上也将探究同样的事。因为理智的属于人,即便确实凭自身,但也并非最初地[属于],亦非就其作为人[属于],而是就其作为理智的[属于];因此,纵然对马是凭非理智的,对人是凭理智的,由于非理智的等于理智的(因为它们来自同一种划分),按照所阐明的方法大端项也依然尚未被找到。因此,绝不应当这样对第二格中的大前提做出判定。因为一般而言,由于在这一格中肯定命题与否定命题都可以处于大端项之旁,无论按照前述方法发现哪一个词项是大项,这同一个词项无论作为大项还是作为小项被选取,都将使前提的结合成为具有推论力的;而具有这一性质者,在这一格中便不再可能是大端项了;因为探究所关涉的并非单纯更大的词项,而是关涉在这一格中的大项。 但另一方面,也不应当像某些人所认为的那样,单纯把三段论结论中所述说的谓项称为大项;因为这一个也并非明确清楚的;因为随着全称否定命题换位,时而是这一个、时而是另一个[充当谓项]而无法确定,方才作为大项的又会再次成为小项,使同一个词项既成为大项又成为小项就将取决于我们了。因此,在否定命题中既不存在任何在自然本性上是大项的词项,也不应当单纯从结论中去选取大项;因为这一个也将不是确定的,而且结论是将前提中作为大项所选取的词项作为谓项的,所以并不是结论指示了大项,而是将某个词项作为大项选取乃是此项在结论中也被述说的原因。但也绝不可能说在这一格中根本不存在任何大项;因为已经规定,如果将要构成具有推论力的结合,在这一格中的大前提就必须是全称的;而大前提就是包含大端项的前提。因此,必须将我们在课题中意图证明并推导出的那个项,即我们作为谓项持有的那个项,视作大端项并置于首位;因为凡进行推论者,皆先在自己心中明确限定了自己想要证明的事物,然后才据此为这一目的充分寻得恰当的前提;因为他绝不是偶然碰上结论的。因此,在为证明而摆在我们面前的课题中作为谓项被述说的这一个词项,必须被定为大项;因为即便它换位并且由此同一个词项也变成了主词,但至少在摆在我们面前以供证明的课题中,它曾经是并且保持为谓项。正是因为这个缘故,即便产生另一个结论,我们也会将它换位。因此,对于我们这些进行证明、进行推论并配置词项的人而言,这一个就是大项,因为在否定命题中大与小不在于它们自身的自然本性,而在于结论的提出。并且显而易见的是,在课题中作为谓项的,在结论中也成为谓项。
- 2.0ἐπεὶ γὰρ ὁ κατηγορούμενος καταφατικῶς μείζων τοῦ ὑποκειμένου αὐτῷ, οὗ ἀποφάσκεται ὁ μέσος ἢ οὗ καταφάσκεται ὁ μέσος, εἴ γε ἡ αἰτία, δι’ ἣν ἀποφάσκεται, ἴσος ἢ μείζων αὐτοῦ τοῦ μέσου, ὃς μείζων ἐστὶ τοῦ ὑποκειμένου αὐτῷ ἐν τῇ καταφατικῇ προτάσει.
该句结构高度压缩且存在省略。主句中的比较谓述(“……大于……”)被省略,其核心骨架为:“既然肯定谓项大于其主词,那么中项从其被否定的项[就大于]中项在其上被肯定的项,如果它赖以被否定的原因确实等于或大于中项自身的话”。分句“οὗ ἀποφάσκεται ὁ μέσος”与“οὗ καταφάσκεται ὁ μέσος”作为比较的主体与标准形成对置,并在逻辑上导向紧随其后的推论“ὥστε καὶ ἡ ἀποφατικὴ πρότασις ἀεὶ μείζων ἔσται”。
- 2.0τὸν δὴ ἐν τῷ προκειμένῳ προβλήματι εἰς τὴν δεῖξιν κατηγορούμενον τοῦτον θετέον μείζονα
此为复指结构(resumption),前置的宾格短语“τὸν ... κατηγορούμενον”被指示代词“τοῦτον”所承接,后者作为动形容词“θετέον”的直接宾语。前置短语先确立了话题(课题中的谓项),随后通过指示代词将其纳入主干句法关系中。
