← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§72.17-74.11

第二格大端项的判定与对赫尔米诺的批判

亚历山大提出了第二格中大端项和小端项是否在自然本性上存在区别的问题,详细介绍了赫尔米诺试图通过各端项与属的距离以及中项述说方式来判定它们的学说,并批评这种尝试既是徒劳的也是不正确的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.0#1

Ζητεῖται, εἰ φύσει ἐν δευτέρῳ σχήματι μείζων τίς ἐστι καὶ ἐλάττων ἄκρος, καὶ τίνι οὗτος κριθήσεται. εἰ γάρ ἐστιν ἀδιάφορον, ἐξέσται, οἷον ἂν συντάξαι βουληθῶμεν ἐν τῇ θέσει τῷ μέσῳ, τοῦτον λέγειν μείζονα· τοῦτο δέ, ἐπεὶ ἀποφατικὰ μὲν τὰ ἐν τούτῳ τῷ σχήματι συναγόμενα,1 τὰ δὲ καθόλου ἀποφατικὰ ἀλλήλοις ἀντιστρέφει· ὥστε κατὰ τοῦτο οὐδὲν μᾶλλον ὁ ἕτερος τοῦ ἑτέρου μείζων ἐν ταῖς καθόλου ἀποφάσεσιν, εἴ γε μείζων μέν ἐστιν ὁ κατηγορούμενος, οὗτοι δὲ ἐπ’ ἴσης ἀλλήλων ἀντικατηγοροῦνται. ἐπὶ μὲν γὰρ τῶν καταφατικῶν μείζων ὁ κατηγορούμενος καθόλου, ὅτι καὶ ἐπὶ πλέον· διὰ τοῦτο γὰρ οὐδὲ ἀντιστρέφει· ὥστε φύσει αὐτῷ τὸ μείζονα εἶναι ὑπάρχει. ἐπὶ δὲ τῶν καθόλου ἀποφατικῶν οὐκέτι τοῦτο ἀληθές. τὸ μὲν οὖν λέγειν, ὡς Ἑρμῖνος οἴεται, ἐν δευτέρῳ σχήματι τὸν μείζονα ἄκρον εἶναι, ἐὰν μὲν ἀμφότεροι ὁμογενεῖς ὦσιν, ὧν ὁ μέσος κατηγορεῖται, τὸν ἐγγύτερον τοῦ κοινοῦ γένους αὐτῶν (ἂν γὰρ ὦσιν οἱ ἄκροι ὄρνεον καὶ ἄνθρωπος, ἐγγυτέρω τοῦ κοινοῦ γένους αὐτῶν, τοῦ ζῴου, τὸ ὄρνεον τοῦ ἀνθρώπου καὶ ἐν τῇ πρώτῃ διαιρέσει, διὸ καὶ μείζων ἄκρος τὸ ὄρνεον, καὶ καθόλου ἐν τοῖς ὁμογένεσιν ὁ οὕτως ἔχων πρὸς τὸ κοινὸν γένος μείζων), εἰ δ’ εἶεν ἴσον ἀφεστῶτες ἀμφότεροι τοῦ κοινοῦ γένους ὡς ἵππος καὶ ἄνθρωπος, δεῖν ἐπισκοπεῖν τὸν μέσον τὸν κατηγορούμενον αὐτῶν, τίνος μὲν δι’ αὑτὸν κατηγορεῖται, τίνος δὲ δι’ ἄλλον, κἂν ᾖ τοῦ μὲν δι’ αὑτὸν τοῦ δὲ δι’ ἄλλον κατηγορούμενος, συγκρίνειν τόν, δι’ ὃν κατηγορεῖται τοῦ ἑτέρου, τῷ, δι’ ὃν καθ’ ἑαυτὸν κατηγορεῖται, κἂν ᾖ ἐκεῖνος, δι’ ὃν τοῦ ἑτέρου κατηγορεῖτο, ἐγγυτέρω τοῦ κοινοῦ γένους αὐτῶν, καὶ τοῦτον, οὗ κατηγορεῖται ὁ μέσος διὰ τὸν ἐγγυτέρω τοῦ κοινοῦ γένους, μείζονα λέγειν (οἷον εἰ εἶεν οἱ μὲν ἄκροι ἵππος καὶ ἄνθρωπος, κατηγοροῖτο δὲ αὐτῶν τὸ λογικὸν καὶ τοῦ μὲν ἵππου ἀποφατικῶς τοῦ δὲ ἀνθρώπου καταφατικῶς, ἐπεὶ τὸ λογικὸν οὐ καθ’ αὑτὸ ἀποφάσκεται τοῦ ἵππου ἀλλὰ διὰ τὸ ἄλογον αὐτὸν εἶναι, τὸ δὲ λογικὸν δι’ αὑτὸ καταφάσκεται τοῦ ἀνθρώπου, ἐγγυτέρω τοῦ κοινοῦ γένους αὐτῶν ἐστι,2 τοῦ ζῴου, ὁ ἵππος ἤπερ ὁ ἄνθρωπος· ἔσται δὴ καὶ ὁ ἵππος μείζων τοῦ ἀνθρώπου ἄκρος καίτοι ἴσον ἀφεστῶτος τοῦ γένους τοῦ οἰκείου αὐτοῖς, ὅτι μείζων, δι’ ὃν αὐτοῦ τὸ κατηγορούμενον κατηγορεῖτο· ὡς γὰρ ἀλόγου αὐτοῦ οὐχ ὡς ἵππου τὸ λογικὸν ἀποφάσκεται, τοῦ ἀνθρώπου καταφασκομένου τοῦ λογικοῦ καθ’ αὑτό), εἰ δὲ μὴ εἶεν ὁμογενεῖς οἱ ἄκροι ἀλλὰ διαφερόντων γενῶν, μείζονα αὐτῶν θετέον τὸν ἐν τῷ οἰκείῳ γένει ἐγγυτέρω ὄντα αὐτῶν (οἷον ἂν κατηγορῆταί τι χρώματος καὶ ἀνθρώπου, μείζων ἄκρος τὸ χρῶμα· ἐγγυτέρω γὰρ τοῦτο τῆς ποιότητος ἢ ὁ ἄνθρωπος τῆς οὐσίας· ἄτομον γὰρ εἶδος ἄνθρωπος, τὸ δὲ χρῶμα οὔ), ἂν δὲ ἴσον πάλιν ἀπέχωσιν ἀμφότεροι τῶν οἰκείων γενῶν, ἐπὶ τὸν κατηγορούμενον ἐπανιέναι καὶ ζητεῖν, τίνος μὲν αὐτῶν δι’ αὐτόν, τίνος δὲ δι’ ἄλλον κατηγορεῖται, κἂν ᾖ, δι’ ὃν κατηγορεῖται τοῦ ἑτέρου, ἐγγυτέρω τοῦ οἰκείου γένους, καὶ τοῦτον, οὗ δι’ ἐκεῖνον κατηγορεῖτο, μείζονα ἡγητέον ἄκρον (οἷον εἰ εἶεν ὅροι λευκὸν καὶ ἄνθρωπος, τὸ μὲν ἐν ποιῷ ἄτομον εἶδος τὸ δὲ ἐν οὐσίᾳ, κατηγοροῖτο δὲ τὸ λογικὸν καταφατικῶς μὲν τοῦ ἀνθρώπου ἀποφατικῶς δὲ τοῦ λευκοῦ, ἐπεὶ τοῦ μὲν ἀνθρώπου, καθ’ ὃ ἄνθρωπος, καταφάσκεται, τοῦ δὲ λευκοῦ οὐ καθ’ ὃ λευκὸν ἀποφάσκεται, ἀλλὰ καθ’ ὃ ἄψυχόν ἐστιν, ἐπεὶ τὸ ἄψυχον, δι’ ὃ τοῦ λευκοῦ τὸ λογικὸν ἀποφάσκεται, κοινότερον καὶ καθολικώτερον καὶ ἐγγυτέρω τῆς οὐσίας τῆς ἀψύχου ἢ ὁ ἄνθρωπος τῆς ἐμψύχου, καὶ τὸ λευκὸν διὰ τοῦτο μείζων ὅρος τοῦ ἀνθρώπου), τὸ δὴ ταῦτα λέγειν καὶ ζητεῖν καὶ φύσει δεικνύναι ἐν τῷ δευτέρῳ σχήματι τὸν μείζονα ἄκρον πρὸς τῷ περιεργίαν ἔχειν3 οὐδὲ ἀληθές ἐστι. πρῶτον μὲν γὰρ ἂν μὴ αὐτοὺς ἐφ’ ἑαυτῶν τοὺς ληφθέντας ὅρους ἐξετάζωμεν, ἀλλὰ καθ’ οὓς ὁ κατηγορούμενος ὅρος οὐχ ὑπάρχει, αἰεὶ ἐν τῇ ἀποφατικῇ προτάσει ὁ μείζων ὅρος ἔσται. ἴσος γὰρ ἢ μείζων οὗτος ἔσται τοῦ μέσου ἢ οὕτως ἀπ’ ἀρχῆς εἰλημμένος ᾖ, δι’ ὃν ἀποφάσκεται, γινόμενος τοιοῦτος οὕτως ἔχειν πρὸς τὸν μέσον μείζονα ἀποφασκόμενον.

人们探究,在第二格中是否在自然本性上存在某个大端项与小端项,以及这[大端项]将凭何来判定。因为如果两者毫无差别,那么无论我们愿意在位置上把哪一个安排在中项之旁,便都可以称这一个为大端项;而这种情况[之所以发生],是因为在这一格中所推导出的结论是否定的,而全称否定命题是相互换位的;因此在这方面,在全称否定中绝非一者比较另一者更大,如果谓项确实是大项,而它们却平等地相互作为谓项述说的话。因为在肯定命题中,全称谓项之所以更大,是因为它的外延也更广;正因如此它甚至不换位;因此作为更大者在自然本性上属于它。但在全称否定命题中,这便不再为真。因此,正如赫尔米诺所认为的,主张在第二格中大端项是这样确立的:如果中项在其上被述说的两个端项是同属的,则大端项是更接近它们共同属的那一个(因为若两端项是鸟与人,鸟比人更接近它们的共同属即动物,并且处于最初的划分中,所以鸟也是大端项,且一般而言在同属之物中,对共同属具有这种关系者就是更大者);但如果两者与共同属的距离相等,如马与人,则必须审视在其上被述说的中项,看它是凭自身在哪一个上被述说,又是凭他者在哪一个上被述说,并且如果是凭自身在一者上、凭他者在另一者上被述说,就要把那作为它在另一者上被述说之中介者,与那作为它在自身上被述说之中介者进行比较,若那作为它在另一者上被述说之中介者更接近它们的共同属,就要把这由于那更接近共同属者而使中项在其上被述说的端项也称为大端项(例如,若端项是马与人,理智的作为谓项述说它们,对马是否定地述说,对人是肯定地述说,由于理智的并非在自身上从马被否定,而是由于马是非理性的而被否定,而理智的却是凭自身在人上被肯定,所以比起人,马更接近它们的共同属即动物;马确实将成为比人更大的端项,尽管与它们特有的属距离相等,因为谓项在其上被述说的那作为中介者更大;因为理智的是作为非理性的而不是作为马从它被否定的,而理智的是在人自身上被肯定的);但如果两端项并非同属而是属于不同的属,就必须将它们之中在其特有的属中更接近的那一个定为大端项(例如,若某物在颜色与人上被述说,颜色便是大端项;因为比起人对于实体,颜色更接近性质;因为人是不可分的种,而颜色则不是);如果两者与各自特有的属再次距离相等,则须返回谓项并探究,它在它们之中是凭自身在哪一个上被述说,又是凭他者在哪一个上被述说,若那作为在另一者上被述说之中介者更接近其特有的属,就必须将这由于那一者而使[中项]在其上被述说的项也视作大端项(例如,若词项是白与人,前者是性质中的不可分种,后者是实体中的不可分种,而理智的在人上被肯定地述说,在白上被否定地述说,由于在人上是就其作为人而被肯定的,而在白上被否定则非就其作为白,而是就其作为无灵魂之物而被否定的,既然理智的赖以从白被否定的无灵魂之物,比起人对于有灵魂的实体,是更共通、更全称且更接近无灵魂之实体的,白也因这一缘故成为比人更大的词项);因此,说这些话、进行这样的探究并在第二格中试图以自然本性指明大端项,除了包含徒劳的多事之外,甚至不是真的。因为首先,如果我们不就所取的各词项自身来考察它们,而是就谓项词项依之而不属于它们的东西来考察,那么否定前提中的词项将始终是大词项。因为这一词项将等于或大于中项,或者那赖以被否定之中介项从一开始就是如此被选取的,从而成为这样的东西,以便以这种方式相对于作为更大而被否定的中项而成立。

语法注3 条
  1. 2.0τοῦτο δέ, ἐπεὶ ἀποφατικὰ μὲν τὰ ἐν τούτῳ τῷ σχήματι συναγόμενα

    在 τοῦτο δέ 之后,根据上下文承前省略了谓语动词(如 συμβαίνει 或 ἔστι),形成承接上文因果的说明结构:“而这种情况[的产生],是因为在这一格中所推导出的结论是否定的……”。

  2. 2.0τὸ μὲν οὖν λέγειν, ὡς Ἑρμῖνος οἴεται ... τὸ δὴ ταῦτα λέγειν καὶ ζητεῖν καὶ φύσει δεικνύναι ἐν τῷ δευτέρῳ σχήματι τὸν μείζονα ἄκρον πρὸς τῷ περιεργίαν ἔχειν οὐδὲ ἀληθές ἐστι.

    一个庞大的悬空句与复述结构:句首的带冠词不定式短语 τὸ μὲν οὖν λέγειν 由于中间插入的多重条件从句(ἐὰν μὲν... εἰ δ’... εἰ δὲ μὴ... ἂν δὲ...)及示例,与主要谓语发生了极大的离隔,最终在末尾通过 τὸ δὴ ταῦτα λέγειν... 进行总结性复述,方与主句谓语 πρὸς τῷ περιεργίαν ἔχειν οὐδὲ ἀληθές ἐστι 相连。

  3. 2.0πρὸς τῷ περιεργίαν ἔχειν

    介词 πρός 支配与格(此处为带冠词不定式 τῷ περιεργίαν ἔχειν)表示递进追加:“除了包含徒劳的多事/多余的琐碎之外”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:72.17-74.11