← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§70.22-72.15

第二格的定义与中项及词项配置

亚历山大注解了亚里士多德在《前分析篇》第1卷第5章中引入第二格的段落(26b34–26b37),解释了中项作为两端项的述词、第二格由第一格大前提换位而来的原由,以及能构成三段论的组合条件与词项布局。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.43

" Ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ, ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί." Εἰπὼν περὶ τοῦ πρώτου σχήματος καὶ τῶν ἐν αὐτῷ συζυγιῶν καὶ δείξας, τίνες μέν εἰσιν αὐτῶν συλλογιστικαί, τίνες δὲ ἀσυλλόγιστοι, μεταβέβηκεν ἐπὶ τὸ δεύτερον σχῆμα, καὶ περὶ τῶν ἐν τούτῳ συζυγιῶν πάλιν ποιήσεται τὸν λόγον κατὰ ταὐτά. ἔστι δὲ τὸ δεύτερον σχῆμα, ὡς ἔφαμεν, ἐν ᾧ ὁ κοινὸς ὅρος καὶ μέσος ἀμφοτέρων τῶν ἐν τῷ προκειμένῳ προβλήματι κατηγορεῖται. ὃ ἔδειξεν εἰπὼν ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενὶ ὑπάρχῃ, ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί· τοῦτο γάρ ἐστιν ἴσον τῷ ὅταν δὲ τὸ αὐτό (τοῦτο δ’ ἐστὶ τὸ μέσον καὶ δὶς λαμβανόμενον) τῷ μὲν τῶν ἄκρων παντὶ ὑπάρχῃ καὶ κατὰ παντὸς αὐτοῦ κατηγορῆται, τῷ δὲ μηδενὶ καὶ κατὰ μηδενὸς αὐτοῦ κατηγορῆται, ἢ κατὰ ἑκατέρου τῶν ἄκρων κατὰ παντὸς λέγηται ἢ κατὰ μηδενός’. πάλιν δὲ καὶ τοῦτο τὸ σχῆμα ὡς καὶ τὸ πρῶτον διὰ τοῦ παραθέσθαι παραδείγματα φανερὸν ἐποίησε, πῶς ἔχει τὸν μέσον ὅρον ἐν αὑτῷ, ὅτι κατηγορούμενον ἀμφοτέρων. τὰ δὲ παραδείγματα, οἷς κέχρηται, τῶν συζυγιῶν ἐστι δηλωτικὰ τῶν ἐκ καθόλου τῶν δύο προτάσεων, περὶ ὧν πρῶτον λέγει, ὥσπερ καὶ ἐπὶ τῶν ἐν τῷ πρώτῳ σχήματι. πασῶν δὲ ἐμνημόνευσε τῶν ἐκ καθόλου προτάσεων εἰπὼν ὅταν δὲ τὸ αὐτὸ τῷ μὲν παντὶ τῷ δὲ μηδενί ὑπάρχῃ, ἢ ἑκατέρῳ παντὶ ἢ μηδενί. Ὅτι μὲν οὖν τὸ τοιοῦτόν ἐστι σχῆμα δεύτερον, καὶ δι’ ἃς αἰτίας, εἰρήκαμεν. φανερὸν δέ, ὅτι καὶ κατὰ ἀντιστροφὴν τῆς ἐν πρώτῳ σχήματι μείζονος προτάσεως ὁ μέσος γίνεται ἀμφοτέρων κατηγορούμενος. ἀντιστραφείσης γὰρ ἐκείνης ὁ μέσος γίνεται κατηγορούμενος ἐκείνου, ᾧ ὑπέκειτο· ὑπέκειτο δὲ τῷ μείζονι ἄκρῳ· κατηγορεῖται δὲ καὶ τοῦ ἐλάττονος· ἀμφοτέρων ἄρα γίνεται κατηγορούμενος τῆς μείζονος ἀντιστραφείσης. ὢν δὲ κατηγορούμενος βελτίονα χώραν ἐπὶ τοῦ δευτέρου σχήματος ἔχει, εἴ γε μεῖζον ἦν τὸ κατηγορεῖσθαι τοῦ ὑποκεῖσθαι. εἰκότως ἄρα καὶ τοῦτο τὸ σχῆμα δεύτερον, ὅτι ὁ μέσος, δι’ ὃν ὁ συλλογισμός, τὴν οἰκείαν θέσιν ἀπολέσας, ἣν εἶχεν ἐν τῷ πρώτῳ σχήματι, τῶν καταλειπομένων δύο τὴν καλλίονα θέσιν τούτων ἔχει. Ἔστι δὲ συλλογιστικὴ συζυγία ἐν τῷ δευτέρῳ σχήματι, ἐν ᾗ ἐστιν ἡ μείζων πρότασις καθόλου. ταύτης γὰρ οὔσης ἐπὶ μέρους οὐδεὶς ἔσται συλλογισμὸς ἐν δευτέρῳ σχήματι, καὶ εὐλόγως· ἀφ’ ἧς γὰρ προτάσεως ἀντιστραφείσης ἐκ τοῦ πρώτου σχήματος ἡ γένεσις αὐτῷ, ταύτης τὸ ἴδιον φυλάσσεται1 καὶ ἐν ταῖς ἐν δευτέρῳ σχήματι συλλογιστικαῖς συζυγίαις. τὴν δὲ δευτέραν πρότασιν δεῖ, τὴν ἐλάττονα, ἢ ἐπὶ μέρους ἢ καθόλου εἶναι· καὶ γὰρ καθόλου οὖσα καὶ ἐπὶ μέρους συλλογιστική. δεῖ δὲ αὐτὴν ἐξ ἀνάγκης κατὰ τὸ ποιὸν ἀντικειμένην εἶναι τῇ μείζονι καὶ ἀνομοιοσχήμονα, εἰ μὲν ἐκείνη εἴη καταφατική, ταύτην ἀποφατικήν,2 εἰ δ’ ἐκείνη ἀποφατική, ταύτην καταφατικήν· ὁμοιοσχημόνων γὰρ οὐσῶν οὐ γίνεται συλλογισμὸς ἐν δευτέρῳ σχήματι· οὔτε γὰρ ἐκ δύο ἀποφατικῶν, ὅτι ἐν οὐδενὶ σχήματι ἡ τοιαύτη συζυγία συλλογιστική, οὔτε ἐκ δύο καταφατικῶν, ὡς δειχθήσεται. οὕτω δὲ ἐχουσῶν τῶν συλλογιστικῶν προτάσεων καὶ ἐν τούτῳ τῷ σχήματι τέσσαρες ἔσονται συμπλοκαὶ συλλογιστικαί, τῇ μείζονι προτάσει, εἰ μὲν καταφατικὴ εἴη, συντασσομένης τῆς ἐλάττονος ἢ καθόλου ἢ ἐπὶ μέρους ἀποφατικῆς, εἰ δὲ ἡ μείζων ἀποφατικὴ ληφθείη, τῆς ἐλάττονος ἢ καθόλου ἢ ἐπὶ μέρους γινομένης καταφατικῆς.

“而当同一样东西属于前者的全部,属于后者的无一,或者属于两者的各全部或无一时。” 在论述了第一格及其中的各组合,并指明了其中哪些能构成三段论、哪些不能构成三段论之后,他便过渡到了第二格,并将同样地再次讨论这个格中的各组合。正如我们所说,第二格就是共同词项兼中项在所提出的问题中的两个词项上都被述说的那种格。他通过说“而当同一样东西属于前者的全部,属于后者的无一,或者属于两者的各全部或无一时”表明了这一点;因为这等同于说“而当同一样东西(即被两次取用的中项)属于两端项中前者的全部并在其全部上被述说,而属于后者的无一且在其无一上被述说,或者在两端项各者的全部上被述说,或在无一上被述说时”。他又同样通过列举例证,使这个格如同第一格那样显明,指出了它是如何在其自身中拥有中项的,即作为两者的述词。而他所运用的例证,是表明由两个全称前提所构成的那些组合的,正如在第一格的情形中一样,他首先讨论了这些组合。他通过说“而当同一样东西属于前者的全部,属于后者的无一,或者属于两者的各全部或无一时”,提及了由全称前提构成的所有组合。这样一种格是第二格,以及其原因何在,我们已经说过。但显然,通过第一格中大前提的换位,中项也成为了两者的述词。因为当那个前提被换位时,中项就成为了它原本作为主词的那个词项的述词;而它原本是大端项的主词;但它同时又是小端项的述词;因此在大前提被换位后,它就成了两者的述词。而中项作为述词,在第二格中占据了更好的位置,如果被述说确实比作为主词更优越的话。因此,这个格合理地也是第二位的,因为三段论赖以成立的中项,在失去了它在第一格中所拥有的本有位置后,在剩下的两个位置中占据了其中较好的位置。而在第二格中能构成三段论的组合,是大前提为全称的组合。因为若这一前提是特称的,在第二格中就不会有三段论,而这是合乎情理的;因为第一格中那赖以换位而使其产生的原初前提,其固有特性在第二格能构成三段论的各组合中也得到了保持。但第二前提即小前提,必须是特称或全称的;因为无论作为全称还是特称,它都是能构成三段论的。但它必然在质上与大前提相对立且形状不同:如果大前提是肯定的,小前提就必须是否定的;如果大前提是否定的,小前提就必须是肯定的;因为在同形的情形下第二格中不能产生三段论;既不能从两个否定前提产生——因为在任何格中这样的组合都不能构成三段论——也不能从两个肯定前提产生,正如后文将要证明的。在构成三段论的前提处于这种状态时,在这个格中也将有四个能构成三段论的结合:若大前提是肯定的,小前提与之搭配为全称或特称否定;若大前提被取为否定的,小前提则成为全称或特称肯定。

§1.44

"Μέσον δὲ ἐν αὐτῷ λέγω τὸ κατηγορούμενον ἀμφοῖν." Οὗτος ἂν εἴη καὶ ὁ λόγος τοῦ δευτέρου σχήματος, ἐν ᾧ ὁ μέσος ἀμφοτέρων τῶν ἄκρων, ὧν δεῖ τὴν συναγωγὴν ποιήσασθαι, κατηγορεῖται.

“在其中,我称那在两者上都被述说者为中项。” 这也正是第二格的定义,在其中,中项在那必须对其作出推导的两端项上都被述说。

§1.45

"Μεῖζον δὲ ἄκρον τὸ πρὸς τῷ μέσῳ κείμενον· τίθεται δὲ τὸ μέσον ἔξω μὲν τῶν ἄκρων, πρῶτον δὲ τῇ θέσει." Διὰ τῆς καταγραφῆς τῶν ὅρων καὶ τῆς τάξεως ἐδήλωσεν ἡμῖν, ὅτι τῆς μείζονος προτάσεως τῆς ἐν τῷ πρώτῳ σχήματι ἀντιστραφείσης τὸ δεύτερον σχῆμα γέγονεν· ἡ γὰρ θέσις καὶ ἡ τάξις, ἣν εἴρηκε, τῶν ὅρων καὶ τὸ προτετάχθαι τὸν μέσον καὶ μετ’ αὐτὸν κεῖσθαι τὸν μείζονα τὴν ἀντιστροφὴν ἐκείνης δηλοῖ τῆς προτάσεως.

“而大端项是紧邻中项放置的那一个;中项被置于两端项之外,但在位置上次序居先。” 通过词项的图示和位序,他向我们表明,第二格是通过第一格大前提的换位而产生的;因为他所说的词项的位置和位序,以及中项被置于前而大端项居其后的事实,表明了那个前提的换位。

语法注2 条
  1. 1.43ἀφ’ ἧς γὰρ προτάσεως ἀντιστραφείσης ἐκ τοῦ πρώτου σχήματος ἡ γένεσις αὐτῷ, ταύτης τὸ ἴδιον φυλάσσεται

    带有先行词并入与前置的关系从句结构。关系从句(ἀφ’ ἧς... ἡ γένεσις αὐτῷ)先于主句的指示代词(ταύτης)出现,并将名词 προτάσεως 与分词 ἀντιστραφείσης 并入介词短语中。其基本骨架为:“第一格中那赖以换位而使其产生的原初前提,其固有特性……得到了保持”。

  2. 1.43εἰ μὲν ἐκείνη εἴη καταφατική, ταύτην ἀποφατικήν

    由前文非人称动词 δεῖ 所支配的带不定词的宾格结构中不定词的省略。承接前面的 δεῖ... ἀνομοιοσχήμονα,在条件从句(εἰ μὲν ἐκείνη εἴη καταφατική)之后的归结句中,宾格主词 ταύτην 与述谓形容词 ἀποφατικήν 之后省略了 εἶναι(“[要求]若前者为肯定,则后者必须为否定”)。后一句亦同此省略。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:70.22-72.15