← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§69.5-70.21

第一格三段论的完全性与增补的五种式

亚历山大注释了亚里士多德关于第一格特称三段论中词项条件的总结、第一格所有三段论皆为完全的、以及所有问题皆可通过第一格得以证明的论述。他进而阐释了泰奥弗拉斯托斯为第一格增补的五种非完全(间接)三段论,并指出了亚里士多德本人对它们的提及之处。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.40

" Φανερὸν οὖν ἐκ τῶν εἰρημένων, ὡς, ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, ὅτι ἀνάγκη1 τοὺς ὅρους οὕτως ἔχειν, ὡς εἴπομεν." Ἔδειξεν, ὅτι ἐν τοῖς ἐπὶ μέρους συλλογισμοῖς (δύο δὲ ἦσαν οὗτοι) τὴν μὲν μείζονα δεῖ καθόλου εἶναι ἢ καταφατικήν, ἐφ’ οὗ καταφατικὸν ἦν τὸ συμπέρασμα, ἢ ἀποφατικήν, ἐφ’ οὗ ἀποφατικόν, τὴν δὲ ἐλάττονα καταφατικὴν ἐπὶ μέρους ἐν ἀμφοτέροις τοῖς συλλογισμοῖς.

“因此,由上述可见,如果在这个格中有特称三段论,那么词项必然如我们所说的那样处于这种状态。” 他表明,在特称三段论中(它们共有两个),大前提必须是全称的,在结论为肯定的三段论中它是肯定的,而在结论为否定的三段论中它是否定的,至于小前提,在两个三段论中都必须是特称肯定的。

§1.41

"Δῆλον δὲ καὶ ὅτι πάντες οἱ ἐν αὐτῷ συλλογισμοὶ τέλειοί εἰσιν." Ὡρίσατο τὸν τέλειον συλλογισμὸν “τὸν μηδενὸς ἄλλου προσδεόμενον παρὰ τὰ εἰλημμένα πρὸς τὸ φανῆναι τὸ ἀναγκαῖον”. φησὶ δὲ πάντας τοὺς ἐν τούτῳ τῷ σχήματι δεδειγμένους συλλογισμοὺς τελείους εἶναι, ἐπειδὴ πάντες ἐπιτελοῦνται διὰ τῶν ἐξ ἀρχῆς εἰλημμένων τε καὶ κειμένων καὶ οὐδενὸς ἄλλου προσδέονται. ἔστι δὲ τὰ ἐξ ἀρχῆς λαμβανόμενα, δι’ ὧν τὸ ἐν αὐτοῖς ἀναγκαῖον φανερόν ἐστιν, τό τε κατὰ παντὸς ἴσον ὂν τῷ ἐν ὅλῳ καὶ τὸ κατὰ μηδενὸς καὶ ἐν μηδενί.

“而且显然,其中的所有三段论都是完全的。” 他将完全的三段论定义为“除已被选取的假定之外,不需要任何其他东西就能使必然性显明的三段论”。他说,在这个格中已被证明的所有三段论都是完全的,因为它们全都通过最初被选取和设定的前提而得以完成,不需要任何其他附加之物。而最初被选取的、使它们之中的必然性得以显明的前提,就是“适用于一切”——这等同于“在整体之中” ——以及“不适用于任何”和“不在任何之中”。

§1.42

"Καὶ ὅτι πάντα τὰ προβλήματα δείκνυται διὰ τούτου τοῦ σχήματος." Διὰ ταῦτα μάλιστα πρῶτον τοῦτο τὸ σχῆμα. διὸ καὶ αὐτὸς ταῦτα προειπὼν ἐπήνεγκε καλῶ δὲ τὸ τοιοῦτον σχῆμα πρῶτον, ὡς ἀποδεδωκὼς τὰς αἰτίας τοῦ τοῦτο εὐλόγως καλεῖν πρῶτον. Αὐτὸς μὲν οὖν τούτους τοὺς ἐκκειμένους συλλογισμοὺς τέσσαρας ἔδειξε προηγουμένως ἐν τῷ πρώτῳ σχήματι γινομένους. Θεόφραστος δὲ προστίθησιν ἄλλους πέντε τοῖς τέσσαρσι τούτοις οὐκέτι τελείους οὐδ’ ἀναποδείκτους ὄντας, ὧν μνημονεύσει καὶ ὁ Ἀριστοτέλης, τῶν μὲν ἐν τούτῳ τῷ βιβλίῳ προελθών, τῶν δὲ ἐν τῷ μετὰ τοῦτο τῷ δευτέρῳ κατ’ ἀρχάς, τῶν μὲν τριῶν τῶν κατὰ ἀντιστροφὴν τῶν συμπερασμάτων γινομένων, τοῦ τε πρώτου ἀναποδείκτου καὶ τοῦ δευτέρου καὶ τοῦ τρίτου, ἐν τῷ δευτέρῳ κατ’ ἀρχάς, ἐν οἷς ζητεῖ, εἰ ἐνδέχεται πλείονα συμπεράσματα γενέσθαι ἐπὶ τοῖς αὐτοῖς κειμένοις, τῶν δὲ καταλειπομένων δύο2 ἐν τούτοις, ἐν οἷς λέγει, ὅτι τῶν ἀσυλλογίστων συζυγιῶν αἱ μὲν ὁμοιοσχήμονες τέλειοί εἰσιν ἀσυλλόγιστοι, ἐν δὲ ταῖς ἀσυλλογίστοις ταῖς ἐχούσαις τὸ ἀποφατικὸν καθόλου καὶ οὔσαις ἀνομοιοσχήμοσι συνάγεταί τι ἀπὸ τοῦ ἐλάττονος ὅρου πρὸς τὸν μείζονα. αὗται δέ εἰσιν ἐν πρώτῳ σχήματι δύο συμπλοκαί, ἥ τε ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος καὶ ἡ ἐξ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος καὶ καθόλου ἀποφατικῆς τῆς ἐλάττονος. αἱ γὰρ παρὰ ταύτας συζυγίαι ἢ συλλογιστικαί εἰσιν ἢ ὁμοιοσχήμονες ἢ οὐκ ἔχουσι τὴν ἐλάττονα καθόλου ἀποφατικήν· ὧν τὸν μὲν ὄγδοον τὸν δὲ ἔννατον Θεόφραστος λέγει. συνάγεται δὲ ἀντιστρεφομένων ἀμφοτέρων τῶν προτάσεων ἐπὶ μέρους ἀποφατικὸν ἀπὸ τοῦ ἐλάττονος ὅρου πρὸς τὸν μείζονα τὸ συμπέρασμα. ὃ εἰ μὲν ἀντέστρεφεν, ἦν ἂν ἀναγκαίως καὶ προηγουμένως ἑκατέρα τῶν συζυγιῶν συλλογιστική, δι’ ἀντιστροφῆς τοῦ συμπεράσματος δεικνῦσα τὸ προκείμενον. ἐπεὶ δὲ μὴ ἀντιστρέφει, πρὸς μὲν τὴν τοῦ προκειμένου δεῖξιν ἀσυλλόγιστοι αἱ συζυγίαι, ἄλλο μέντοι τι δύναται δι’ αὐτῶν συλλογιστικῶς συνάγεσθαι. ἐπισημανούμεθα δὲ περὶ αὐτῶν, ἐπειδὰν κατ’ ἐκείνους γενώμεθα τοὺς τόπους.

“并且,所有的问题都可以通过这个格来证明。” 尤因这些缘故,这个格是第一的。因此,他在预先说了这些之后自己也接着说“我称这样的格为第一格”,因为他已经给出了将此格合理地称为第一格的原因。他自己确实指出了上述这四个陈列出的三段论首要地在第一格中产生。但泰奥弗拉斯托斯在这四个之外又增加了另外五个不再是完全的也不再是不可论证的三段论,亚里士多德也将会提到它们——其中一部分在本书后文,另一部分则在紧随其后的第2卷开端:通过换位第一、第二和第三不可论证三段论的结论而产生的那三个,在第2卷开端处提到,即在他探讨对于相同的假定是否可能得出多个结论的论述中;而剩下的两个则在那些论述中提到,即他说在不能构成三段论的组合中,同形的是完全不能构成三段论的,而在具有全称否定且不同形的不能构成三段论的组合中,有某种结论可以从小词项推向大词项。而在第一格中,此类结合有两个:大前提为全称肯定而小前提为全称否定的结合,以及大前提为特称肯定而小前提为全称否定的结合。因为除此之外的组合要么是能构成三段论的,要么是同形的,要么不具有全称否定小前提;对于这两个组合,泰奥弗拉斯托斯称其一为第八,称另一为第九。当两个前提都进行换位时,便推导出一个从小词项指向大词项的特称否定结论。假若这个[结论]可以换位,那么这两个组合中的每一个就都会必然且首要地能够构成三段论,通过结论的换位来证明所提出的论题。但既然它不能换位,对于所提出论题的证明而言,这些组合是不能构成三段论的,尽管通过它们确实可以推论地得出别的结论。然而,当我们来到那些段落时,我们将再对它们作出标明。

语法注2 条
  1. 1.40ὡς, ἐὰν ᾖ συλλογισμὸς ἐν τούτῳ τῷ σχήματι κατὰ μέρος, ὅτι ἀνάγκη

    引导宾语从句的连词 ὡς 之后直接插入了条件从句 ἐὰν ᾖ...,因而在进入主句述谓之前赘述了连词 ὅτι(陈述连词的重述),以此引出 ἀνάγκη 之后的从属分句。

  2. 1.42ὧν μνημονεύσει καὶ ὁ Ἀριστοτέλης, τῶν μὲν ἐν τούτῳ τῷ βιβλίῳ προελθών, τῶν δὲ ἐν τῷ μετὰ τοῦτο τῷ δευτέρῳ κατ’ ἀρχάς, τῶν μὲν τριῶν τῶν κατὰ ἀντιστροφὴν τῶν συμπερασμάτων γινομένων ... τῶν δὲ καταλειπομένων δύο

    承接关系代词属格 ὧν(先行词为 ἄλλους πέντε)的复杂部分属格(同格)结构。首先按照亚里士多德论述的著作位置二分为“一部分在本书中,另一部分在第2卷中”(τῶν μὲν ... τῶν δὲ ...),随后又依其种类区分为“通过换位结论而产生的那三个”(τῶν μὲν τριῶν ...)与“剩下的两个”(τῶν δὲ καταλειπομένων δύο ...),并分别与提及它们的具体语境相联系。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:69.5-70.21