← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§6.1-7.18

推论先于证明的理由与分析篇之题名

基于自然本性上的先后顺序以及分析(作为综合的逆向还原)的概念,阐明了亚里士多德在证明之前先论述推论的原因,以及《前分析篇》与《后分析篇》书名的由来。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.0#4

τοῖς μέν οὖν θεοῖς συνεχής τε καὶ ἀδιάλειπτος ἡ τῆς ἀληθείας θεωρία· τοῖς δὲ ἀνθρώποις συνεχῶς μὲν οὐχ οἷόν τε κατ’ αὐτὴν ἐνεργεῖν· πολλαὶ γὰρ αἱ κατὰ τὸν βίον περιστάσεις, αἷς συγκεκλήρωνται, αἳ ἀπάγουσαι αὐτοὺς τῶν τιμιωτέρων·1 οὐ μὴν ἀλλὰ ἐφ’ ὅσον οἷός τέ ἐστιν, ἀνακύψας ἀπὸ τῶν παθῶν τε καὶ τῶν ἀνθρωπίνων περιστάσεων κατὰ τὴν θείαν τε καὶ δικαίως καλουμένην θεωρίαν ἐνεργεῖ ὁρῶν τὰ τιμιώτατα. ὅταν δὴ κατὰ ταύτην τὴν δύναμιν τῆς ψυχῆς ἐνεργῇ ὁμοίας ἐνεργείας ἐνεργῶν θεοῖς, ὁμοιοῖτ’ ἂν αὐτοῖς. εἰ δὴ τὸ θεῷ ὁμοιοῦσθαι μέγιστον ἀγαθὸν ἀνθρώπῳ, τοῦτο δ’ αὐτῷ διὰ θεωρίας τε καὶ τῆς τἀληθοῦς γνώσεως περιγίνεται, ἡ δὲ τἀληθοῦς γνῶσις δι’ ἀποδείξεως, δικαίως ἂν πλείστης τιμῆς ἀξιοῖτο καὶ σπουδῆς, διὰ δ’ αὐτὴν καὶ ἡ συλλογιστική, εἴ γε ἡ ἀπόδειξις συλλογισμός τις. Τοῦτό τοι καὶ πρῶτον περὶ συλλογισμῶν ὁ Ἀριστοτέλης πρὸ τοῦ περὶ ἀποδείξεως λέγειν πραγματεύεται ἐν τούτοις, οἷς ἡ ἐπιγραφὴ Περὶ προτέρων ἀναλυτικῶν, διδάσκων ἡμᾶς, τί ἐστι συλλογισμός, καὶ ἐκ τίνων σύγκειται, καὶ πόσα σχήματά ἐστι συλλογιστικά, καὶ τίνες αὐτῶν διαφοραί· τύπῳ γάρ τινι κοινῷ τὰ σχήματα ἔοικεν, ἐν οἷς ἔστιν ἐναρμόσαντα ὕλην εἶδός τι ἀναμάξασθαι ταὐτὸν ἐπὶ ταῖς διαφόροις ὕλαις· ὡς γὰρ ἐπὶ τῶν τύπων τῶν αὐτῶν ἡ διαφορὰ οὐ κατὰ τὸ εἶδος γίνεται καὶ τὸ σχῆμα τοῖς ἐναρμοζομένοις ἀλλὰ κατὰ τὴν ὕλην, οὕτω δὴ καὶ ἐπὶ τῶν σχημάτων τῶν συλλογιστικῶν. λέγει δὲ καί, πόσαι καθ’ ἕκαστον σχῆμα συζυγίαι, καὶ τίνες τούτων εἰσὶ συλλογιστικαὶ καὶ τίνες ἀσυλλόγιστοι, καὶ τίνες διαφοραὶ τῶν καθ’ ἕκαστον σχῆμα συλλογισμῶν πρὸς ἀλλήλους, καὶ τίνες μὲν τέλειοι τῶν συλλογισμῶν καὶ αὐτόθεν γνώριμοι καὶ οὐ δεόμενοι ἀποδείξεως, τίνες δὲ ἀτελεῖς καὶ οὐκ ἀναπόδεικτοι, καὶ πόθεν τοῖς ἀτελέσιν εἴρηται τὸ εἶναι συλλογισμοῖς. λέγει δὲ ἐν αὐτοῖς καὶ περὶ εὑρέσεως προτάσεων, πῶς ἄν εὑρίσκοιμεν προτάσεις πρὸς τὸ καθ’ ἕκαστον σχῆμα τῶν οἰκείων εὐπορεῖν συλλογισμῶν. λέγει δὲ καὶ περὶ ἀναλύσεως συλλογισμῶν καὶ καθόλου, ὅσα τῆς συλλογιστικῆς ἐστιν ἴδια πραγματείας. περὶ τούτων εἰπὼν ἐν τοῖς δύο τοῖς Προτέροις ἀναλυτικοῖς μετὰ ταῦτα τὸν περὶ ἀποδείξεως, περὶ ἧς ἐνταῦθα οὐ προτίθεται, ποιήσεται λόγον ἐν τοῖς ἐπιγραφομένοις Ὑστέροις ἀναλυτικοῖς, ἃ καὶ αὐτά ἐστι δύο. διὰ τοῦτο καὶ ἐπιγράφει Πρότερα μὲν ἀναλυτικὰ τὰ περὶ συλλογισμῶν, Ὕστερα δὲ τὰ περὶ ἀποδείξεως, ἐπειδὴ πρότερος ὁ συλλογισμὸς ἀποδείξεως τῇ φύσει· μεμαθήκαμεν γὰρ καὶ ἐν ταῖς Κατηγορίαις, ὅτι ἐστὶ πρότερα τῇ φύσει τὰ μὴ ἀντιστρέφοντα κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν ἐκείνοις, οἷς τεθεῖσιν αὐτὰ ἕπεται.2 τοιαῦτα δέ ἐστι καὶ τὰ γένη· πᾶν γὰρ γένος ἑκάστου τῶν ὑπ’ αὐτὸ εἰδῶν πρότερον τῇ φύσει· τῷ μὲν γὰρ εἴδει τεθέντι πάντως ἀνάγκη τὸ γένος ἕπεσθαι, μηκέτι δὲ τῷ γένει τὸ εἶδος. ὁμοίως δὲ ἔχει καὶ τὰ εἴδη πρὸς τά, ὧν ἐστιν εἴδη· πρότερα γὰρ καὶ αὐτὰ ἐκείνων. οὕτω δὲ ἔχει καὶ ὁ συλλογισμὸς πρὸς ἀπόδειξιν· ἀποδείξεως μὲν γὰρ οὔσης πάντως ἔστι καὶ συλλογισμός· ἡ γὰρ ἀπόδειξις συλλογισμός τις· συλλογισμοῦ δὲ ὄντος οὐ πάντως ἔστιν ἀπόδειξις διὰ τὸ συλλογισμὸν εἶναι καὶ διαλεκτικόν τινα καὶ σοφιστικόν. ἐπεὶ τοίνυν πρότερον μὲν συλλογισμός, ὕστερον δὲ ἀπόδειξις, εἰκότως, ἐν οἷς μὲν βιβλίοις περὶ τοῦ προτέρου τὸν λόγον ποιεῖται, ταῦτα Πρότερα ἐπέγραψεν, ἐν οἷς δὲ περὶ τοῦ ὑστέρου, ταῦτα Ὕστερα. Ἀναλυτικὰ δέ, ὅτι3 ἡ παντὸς συνθέτου εἰς τὰ, ἐξ ὧν ἡ σύνθεσις αὐτῶν, ἀναγωγὴ ἀνάλυσις καλεῖται. ἀντεστραμμένως γὰρ ἡ ἀνάλυσις ἔχει τῇ συνθέσει· ἡ μὲν γὰρ σύνθεσις ἀπὸ τῶν ἀρχῶν ὁδός ἐστιν ἐπὶ τὰ ἐκ τῶν ἀρχῶν, ἡ δὲ ἀνάλυσις ἐπάνοδός ἐστιν ἀπὸ τοῦ τέλους ἐπὶ τὰς ἀρχάς· οἵ τε γὰρ γεωμέτραι ἀναλύειν λέγονται, ὅταν ἀπὸ τοῦ συμπεράσματος ἀρξάμενοι κατὰ τὴν τάξιν τῶν εἰς τὴν τοῦ συμπεράσματος δεῖξιν ληφθέντων ἐπὶ τὰς ἀρχὰς καὶ τὸ πρόβλημα ἀνίωσιν.

因此,对于诸神而言,对真理的观照是连续不断且无间断的;而对于人类而言,要持续不断地按照观照去活动是不可能的。因为他们生命中所分担的际遇繁多,将他们从较为尊贵的事物旁引开。然而在可能达到的范围内,人从情念与人事的际遇中昂起头来,按照神圣且名副其实的观照活动,注视着最尊贵的事物。诚然,当人按照灵魂的这一潜能活动,进行着类似于诸神的活动时,人就会同他们相似。因此,如果与神相似对于人类而言是最大的善,而这是通过观照以及对真理的认识为他所获得的,并且对真理的认识是通过证明获得的,那么[证明]理应被认为配享最高的尊崇与专注,并且因证明的缘故,推论术也是如此,如果证明确实是某种推论的话。 正因如此,亚里士多德在这些题为《前分析篇》的著作中,在论及证明之前首先论述了推论,教导我们什么是推论,推论由何构成,推论的格有多少,以及它们的差异是什么。因为诸格就像某种共通的模型,在其中可以将质料嵌合进去,从而在不同的质料上印刻出同一种形式;因为正如在同一模型的情况下,嵌合于其中的事物之差异不是按照形式和形状产生,而是按照质料产生的一样,在推论的诸格上情况也是如此。他还论及每个格中有多少种结合,其中哪些是具有推论性的,哪些是无推论性的,以及每个格中的推论彼此之间有何差异,推论中哪些是完全的、直接自明且不需要证明的,哪些是不完全的、非不可证明的,以及不完全推论作为推论的存在是从何而言的。他在其中还论及前提的发现,即我们如何能够发现前提,以便就每个格都能充分获得其固有的推论。他还论及推论的分析,以及总的来说,凡属于推论术研究所特有的一切。在两卷《前分析篇》中论述了这些之后,接下来关于证明的论述——关于证明,他在此处并未列为主题——他将在题为《后分析篇》的著作中展开,而这部著作本身也是两卷。正因为这个缘故,他将论及推论的著作题为《前分析篇》,将论及证明的著作题为《后分析篇》,因为在自然本性上,推论先于证明。正如我们在《范畴篇》中也已学到的那样,凡是在存在序列的遵循上,不对其设定之后自身所随从的那些事物发生可逆转换的,在自然本性上就是先在的。诸类也正是如此;因为每一个类在自然本性上都先于从属于它的各个种;因为一旦种被设定,类无论如何必然随之而来,但种却不再随类而来。种对于它们作为其种的那些事物,关系也是类似;因为种也先于那些事物。推论相对于证明也是这种关系;因为如果存在证明,就必定存在推论——因为证明是某种推论——但如果存在推论,却不必然存在证明,因为推论也有辩证的或诡辩的推论。因此,既然推论是先在的,而证明是后在的,那么理所当然地,他在其中论述先在者的那些书卷,他题为《前篇》,而论述后在者的那些,则题为《后篇》。而称为《分析篇》,是因为将一切复合事物还原到构成其复合的那些成分之中,被称为分析。因为分析与综合处于相反的关系;因为综合是从原理通向源自原理之物的道路,而分析则是从终点回到原理的复归;因为几何学家们也是如此,当他们从结论出发,按照为了证明结论所采纳之事项的顺序,上升至原理和问题时,他们就被称为是在进行分析。

语法注3 条
  1. 1.0αἳ ἀπάγουσαι αὐτοὺς τῶν τιμιωτέρων

    在由关系代词 αἵ 引导的从句中,没有出现限定动词,而是仅使用了现在分词 ἀπάγουσαι(破格句,或省略了系词 εἰσί)。在结构上,该关系从句修饰先行词 περιστάσεις,表述这些际遇将人们从更为尊贵的事物旁引开。

  2. 1.0τὰ μὴ ἀντιστρέφοντα κατὰ τὴν τοῦ εἶναι ἀκολουθίαν ἐκείνοις, οἷς τεθεῖσιν αὐτὰ ἕπεται

    依据《范畴篇》第12章给出的“本性上先在者”的定义。名词化分词短语 τὰ μὴ ἀντιστρέφοντα 为主语,与格代词 ἐκείνοις 受 ἀντιστρέφοντα 支配。关系从句 οἷς τεθεῖσιν αὐτὰ ἕπεται 修饰 ἐκείνοις,其中 οἷς τεθεῖσιν 类似与格独立成分(“当那些事物被设定时”),αὐτά(指代先在的主体)作为主语表示随之而来。

  3. 1.0Ἀναλυτικὰ δέ, ὅτι

    解释书名由来的省略句。承接前文的动词 ἐπιγράφει,应补充理解为:“而[他将其题为]《分析篇》,是因为……”

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:6.1-7.18