- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:67.25-69.4
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论述了第一格中大前提为全称否定而小前提为特称否定的组合是不能构成三段论的,阐明了两个前提均为特称(或不定)的全部八种组合由于中项无法统一两端项而均不能构成三段论的原因,并批判了斯多亚学派关于特称前提出推论的主张。
" Ὁμοίως δὲ δειχθήσεται, καὶ εἰ τὸ καθόλου τεθείη στερητικόν." Ἤτοι τὸ λεγόμενόν ἐστιν ‘ὁμοίως γὰρ δειχθήσεται’ ἢ ‘ὁμοίως οὖν’, ἵνα ᾖ τῷ ‘δέ’ ἀντὶ τοῦ ‘γάρ’ κεχρημένος ἢ ἀντὶ τοῦ ‘οὖν’·1 ὁμοίως γὰρ ἀσυλλόγιστος ἡ συζυγία δειχθήσεται ἡ ἔχουσα τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικὴν τῇ ἐχούσῃ τὴν αὐτὴν ταύτην καθόλου ἀποφατικήν· ἔφθακε δὲ ἐκείνη δεδεῖχθαι. ἢ τῇ ἐπὶ τοῦ ἀδιορίστου δείξει ἰδίᾳ ἐπ’ ἀμφοτέρων χρῆται τῶν συμπλοκῶν, τῆς τε, ἐν ᾗ ἡ μὲν μείζων καθόλου καταφατικὴ ἡ δ’ ἐλάττων ἐπὶ μέρους ἀποφατική, καὶ τῆς ἐχούσης τὴν μὲν μείζονα πάλιν καθόλου ἀποφατικὴν τὴν δ’ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν. ποιησάμενος οὖν τὸν λόγον πρῶτον ἐπὶ τῆς ἐχούσης τὴν μείζονα καθόλου καταφατικήν, ὁμοίως, φησί, δειχθήσεται, καὶ εἰ ἡ μείζων καθόλου οὖσα εἰς τὸ ἀποφατικὸν μεταληφθείη.
“即使全称[前提]被设定为否定的,也将以同样的方式被证明。” 所说之意要么是“因为将以同样的方式被证明(γάρ)”,要么是“因此将以同样的方式(οὖν)”,以使得他是用“然而(δέ)”代替了“因为(γάρ)”或代替了“因此(οὖν)”;因为带有特称否定小前提的组合,将被证明与带有这同一前提作为全称否定的组合一样是不能构成三段论的;而后者已经被证明了。或者,他是将基于不确定者的证明分别用于这两种结合:既用于大前提为全称肯定而小前提为特称否定的结合,也用于大前提再度为全称否定而小前提为特称否定的结合。因此,在他首先针对大前提为全称肯定的结合进行了论述之后,他说,即使大前提在保持全称的同时被转变为否定的,也将以同样的方式被证明。
"Οὐδὲ ἐὰν ἄμφω τὰ διαστήματα κατὰ μέρος ᾖ ἢ κατηγορικῶς ἢ στερητικῶς." Δείκνυσιν, ὅτι, κἂν ἀμφότεραι ὦσιν ἐπὶ μέρους αἱ προτάσεις, ὅπως ἄν ἔχωσι ποιότητος, ἀσυλλόγιστοι αἱ συζυγίαι, ἄν τε ἀμφότεραι καταφατικαί, ἄν τε ἀμφότεραι ἀποφατικαί, ἄν τε ἡ μὲν μείζων καταφατικὴ ἡ δὲ ἐλάττων ἀποφατική, ἐάν τε ἀνάπαλιν, ἀλλ’ οὐδ’ ἂν ἀδιόριστοι ἢ ἀμφότεραι καταφατικαὶ ἢ ἀμφότεραι ἀποφατικαὶ ἢ ἡ μὲν μείζων ἀποφατικὴ ἡ δὲ ἐλάττων καταφατικὴ ἢ ἀνάπαλιν. κοινοὶ δὲ πασῶν ὅροι τῶν ὀκτὼ συζυγιῶν, τοῦ μὲν ὑπάρχειν ζῷον, λευκόν, ἵππος, τοῦ δὲ μὴ ὑπάρχειν ζῷον, λευκόν, λίθος. δῆλον δὲ τὸ αἴτιον τοῦ τὰς τοιαύτας συμπλοκὰς πάσας ἀσυλλογίστους εἶναι·2 τῷ γὰρ μηδὲν εἰλῆφθαι καθόλου ὁ μέσος οὐ κατὰ ταὐτὸν ἀμφοτέροις κοινωνῶν ἀλλὰ δυνάμενος τίθεσθαι κατ’ ἄλλο καὶ ἄλλο σχεδὸν οὐδὲ μέσος ἐστὶν αὐτῶν. εἰκότως δὲ ἐκ δύο ἐπὶ μέρους προτάσεων οὐδὲν συνάγεται συλλογιστικῶς, ὅτι κεῖται ἡ συλλογιστικὴ πίστις διὰ τοῦ καθόλου πιστοῦσθαι καὶ δεικνύναι τι τῶν ὑπ’ αὐτό. ὅσοι δὲ ἡγοῦνται ἐκ δύο ἐπὶ μέρους συλλογιστικῶς τι συνάγεσθαι, ὡς οἱ τοὺς παρὰ τοῖς Στωϊκοῖς λεγομένους ἀμεθόδως περαίνοντας παρεχόμενοι εἰς δεῖξιν τούτου καὶ ἄλλα τινὰ παραδείγματα ἀθροίζοντες, ἢ διαβαλλέτωσαν τὰ ὑπ’ Ἀριστοτέλους εἰρημένα παραδείγματα εἰς ἔλεγχον τοῦ ἀσυλλόγιστον τὴν τοιαύτην συμπλοκὴν δείξαντες αὐτὴν ψευδῆ (καὶ λέγοιεν ἄν τι) ἢ ἴστωσαν,3 ὅτι ἱκανὸν καὶ τὸ ἕν τι παρατεθὲν ἀσυλλόγιστον ἐλέγξαι συζυγίαν, πρὸς τῷ καὶ τὰ παραδείγματα, ἃ παρέχονται, μὴ τοῖς λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα μηδὲ “τῷ ταῦτα εἶναι” ἀλλὰ τῷ ἀληθῆ εἶναι ἐπ’ αὐτῶν τὴν καθόλου πρότασιν, παρ’ ἧς ἔχοντες τὸ συμπέρασμα, ἐν τῇ τῶν προτάσεων λήψει παραλιπόντες ἐκείνην, τὴν ἐλάττονα εἰς δύο διαιροῦσιν· πάντες γὰρ οὕτως συνάγουσιν τῶν λεγομένων ὑπ’ αὐτῶν ἀμεθόδως περαίνειν οἱ τὰς δύο προτάσεις ἐπὶ μέρους ἔχοντες. ῥᾴδιον δὲ ἐπὶ τῶν παραδειγμάτων, ὧν παρέχονται, τοῦτο δεικνύναι. καὶ τἆλλα δέ, ὅσα ἡμαρτημένως λαμβάνουσι βιαζόμενοι δεικνύναι συλλογιστικὴν τὴν τοιαύτην συζυγίαν, οὐ χαλεπὸν ἐλέγχειν.
“即使两个间隔都是特称的,无论肯定还是否定,[亦不成推论]。” 他表明,即使两个前提都是特称的,无论它们在质上处于何种状态——无论两者都是肯定的,还是两者都是否定的,或者大前提是肯定的而小前提是否定的,抑或反之——这些组合都是不能构成三段论的;甚至即使它们是不定命题,无论两者都是肯定的,还是两者都是否定的,或者大前提是否定的而小前提是肯定的,抑或反之,[亦是如此]。而对于全部八个组合共同适用的词项,对于“属于”而言是动物、白、马,对于“不属于”而言是动物、白、石头。所有此类结合都是不能构成三段论的原因是显而易见的:因为没有任何词项被全称地选取,中项并非在同一事物上与两端项共有,而是能够就不同的事物被设定,因此它实际上甚至都算不上是它们的中项。而从两个特称前提推论不出任何东西是合乎情理的,因为三段论的确证被规定为是通过全称来获得确信,并证明从属于其下的某物。至于那些认为从两个特称前提可以推论地得出某种结论的人——正如那些提出斯多亚学派中所说的“无方法地得出结论的论证”来证明这一点并搜集其他一些例证的人——要么应当通过证明亚里士多德用以确证此类结合之不能构成三段论的例证是虚假的来动摇它们(这样他们倒还算说出了一点道理),要么应当明白,即使列举出一个不能构成三段论的例证,也足以反驳该组合;此外,他们所提出的例证,其结论并不是由于所选取和设定的前提而必然随之而来的,也不是“由于这些事物存在”而随之而来的,而是由于全称前提在这些词项上为真,他们从全称前提中获得结论,却在选取前提时略去了它,而把小前提一分为二;因为在被他们称为无方法地得出结论的论证中,凡是具有两个特称前提的,全都是以这种方式得出结论的。在他们所提出的例证上证明这一点是容易的。而对于他们为了强行证明此类组合能够构成三段论而错误选取的其他所有内容,进行反驳同样不难。
- 1.38ἵνα ᾖ τῷ ‘δέ’ ἀντὶ τοῦ ‘γάρ’ κεχρημένος ἢ ἀντὶ τοῦ ‘οὖν’
由 ἵνα 引导并结合虚拟式 ᾖ 与完成时分词 κεχρημένος 构成的迂回虚拟式结构,表达解释性的意图或结果(“使得他是使用了……”)。与格 τῷ ‘δέ’ 作动词 χράομαι 的宾语。
- 1.39μὴ τοῖς λαμβανομένοις καὶ τιθεμένοις ἔχειν ἐξ ἀνάγκης ἑπόμενον τὸ συμπέρασμα μηδὲ “τῷ ταῦτα εἶναι”
跟在 πρὸς τῷ 之后的不定式结构(主语为 τὰ παραδείγματα,不定式为 ἔχειν,直接宾语为 τὸ συμπέρασμα,补足分词为 ἑπόμενον)。表示原因/手段的与格成分 τοῖς λαμβανομένοις καὶ τιθεμένοις 与引语 τῷ ταῦτα εἶναι(出自亚里士多德《前分析篇》24b19对三段论的定义)并列,表示得出结论所依据的理由。
- 1.39ὅσοι δὲ ἡγοῦνται ... ἢ διαβαλλέτωσαν ... ἢ ἴστωσαν
该句的骨干结构是以关系从句 ὅσοι δὲ ἡγοῦνται...(其内部包含分词短语 ὡς οἱ ... παρεχόμενοι ... καὶ ... ἀθροίζοντες)作为主语性的主题部分,主节动词则由两个并列的选择性第三人称复数祈使语气动词 ἢ διαβαλλέτωσαν ... ἢ ἴστωσαν 承担。
