- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:66.1-67.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐释了亚里士多德对第一格中小前提为特称否定的两个无效组合的反驳,说明其如何利用“不属于某些”在真值条件上的不确定性(在全称否定成立时亦为真)进行论证,并引用了泰奥弗拉斯托斯的著作以及提出了文本校订建议。
Ἐλέγχει δὲ καὶ οὕτως ἀσυλλογίστους οὔσας τὰς ἐκκειμένας δύο συζυγίας· ἔτι ἐπεὶ τὸ ‘τινὶ οὐχ ὑπάρχει’ λέγεται ἀδιορίστως1 (καὶ γὰρ μηδενὶ ὑπάρχοντος ἀληθὲς τὸ τινὶ μὴ ὑπάρχειν καὶ εἰ τινί· τὴν γὰρ οὐχ ὡρισμένον τὸ ἀληθὲς ἔχουσαν ἀδιόριστον εἶπε νῦν· τινὶ γοῦν χιόνι τὸ θερμὸν μὴ ὑπάρχειν ἀληθές ἐστιν εἰπεῖν, καίτοι οὐδεμιᾷ χιόνι τὸ θερμὸν ὑπάρχει· ὁμοίως καὶ ἵππῳ τινὶ ἄνθρωπον μὴ ὑπάρχειν, ὅτι καὶ οὐδενί. ἐμνημόνευκε (δὲ) τοῦ οὕτως ἀδιορίστου καὶ Θεόφραστος ἐν τῷ Περὶ καταφάσεως· τὸ γὰρ εἶναί τι τούτων καὶ τὸ τὸ ἕτερον εἶναι ἀδιόριστα λέγει, τὸ μὲν εἶναί τι τούτων, ὅτι καὶ πάντων ὄντων ἀληθὲς καὶ τῶν μὲν ὄντων τῶν δὲ μή, τὸ δὲ τὸ ἕτερον εἶναι, ὅτι καὶ τοῦτο ἀληθὲς καὶ ἀμφοτέρων ὄντων καὶ τοῦ ἑτέρου μόνου), ἐπεὶ τοίνυν οὐ διώρισται τὸ ἐπὶ μέρους ἀποφατικόν, ἀλλ’ ἔστι καὶ ἐπὶ τοῦ ἐπὶ μέρους ἰδίως ἀποφατικοῦ καὶ ἐπὶ τοῦ καθόλου ἀποφατικοῦ ἀληθευόμενον (τῷ γὰρ τὰς ὑπ’ ἀλλήλους καλουμένας συναληθεύεσθαι εἶναιδὲ ὑπ’ ἄλληλον τὴν ἐπὶ μέρους ἀποφατικὴν τῇ καθόλου ἀποφατικῇ ἀληθής [δέ] ἐστιν αὕτη, ὅτε ἐστὶν ἀληθὴς ἡ καθόλου ἀποφατική, καὶ εἰ καθ’ αὑτὴν λαμβάνοιτο), ἂν δὴ λάβωμεν τὸ τινὶ μὴ ὑπάρχειν (εἰ γὰρ μὴ ἐπὶ πάσης τῆς τοιαύτης συζυγίας οἷόν τε τοιούτων ὅρων εὐπορῆσαι, ἀλλ’ ἱκανὸν καὶ ἓν παρατεθὲν ἀσυλλόγιστον δεῖξαι τὴν συμπλοκὴν ἀδιόριστον ἔχον τἀληθές), ὅταν διὰ τὸ μηδενὶ ὑπάρχειν ἀληθὲς ᾖ, καὶ τοιούτους ὅρους παραθώμεθα, δεικνύοιτ’ ἂν ἐπὶ τοῦ οὕτως ἐπὶ μέρους ἀποφατικοῦ ἀσυλλόγιστος ἡ συμπλοκὴ καὶ τῷ παντὶ καὶ τῷ μηδενὶ τῷ Γ τὸ Α ὑπάρχειν· δέδεικται γὰρ τοῦτο, ὅτε ἦν ἡ ἐλάττων καθόλου ἀποφατική, δι’ ὅρων ζῴου καὶ ἀνθρώπου καὶ ἵππου καὶ λίθου. εἰ δὲ ἐπί τινος ὕλης δεικνύοιτο ἀσυλλόγιστος ἡ συζυγία ἡ ἔχουσα τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν, εἴη ἂν καθόλου ἀσυλλόγιστος· εἰ γὰρ ἦν συλλογιστική, ἔδει, καὶ ὅτε οὕτως ἀληθὴς λαμβάνεται ἡ ἐπὶ μέρους ἀποφατικὴ τῷ ὑπὸ τὴν καθόλου ἀποφατικὴν εἶναι (οὐδὲν γὰρ ἔλαττον ἀληθής ἐστι καὶ τότε, ἢ ὅτε καθ’ ἑαυτὴν ἐλαμβάνετο), μὴ διαβάλλεσθαι μηδὲ ἐλέγχεσθαι τῇ τῆς ὕλης παραθέσει· τοῦτο γὰρ ἐδήλωσεν εἰπὼν τὸ ἦν γὰρ ἂν καὶ ἐπὶ τούτων.2 δεῖ δὲ καὶ ἐπὶ τῆς ἑξῆς λέξεως ἀντὶ τοῦ ‘δέ’ τὸν ‘γάρ’ σύνδεσμον μεταλαβεῖν· γίνεται γὰρ οὕτως σαφέστερον καὶ καταλληλότερον· ὁμοίως γὰρ δειχθήσεται, ὡς ἂν εἰ καὶ καθόλου ἦν στερητικὸν εἰλημμένον. Ἀδιόριστον δὲ εἶπε τὸ ‘τινὶ μή’ οὐχ ὡς τῆς προτάσεως οὔσης ἀδιορίστου (διωρισμένη γάρ, εἴ γ’ ἐστὶν ἐπὶ μέρους, τὸ δ’ ἐπὶ μέρους διορισμὸς ὥσπερ καὶ τὸ καθόλου) ἀλλ’ ὡς τοῦ ἀληθοῦς τοῦ ὑπ’ αὐτῆς σημαινομένου μὴ διωρισμένου3 τῷ δύνασθαι ἀληθὲς αὐτὸ εἶναι, καὶ εἰ μηδενὶ ὑπάρχοι, ᾧ λαμβάνεται τινὶ μὴ ὑπάρχειν, καὶ εἰ τινὶ μὴ ὑπάρχοι, ὡς ἤδη προεῖπον. ἐπὶ μὲν οὖν τούτου τοῦ σχήματος ἀδιόριστον ἐχούσης τῆς ἐπὶ μέρους ἀποφατικῆς τὸ ἀληθὲς (καὶ γὰρ καθ’ αὑτὴν καὶ διὰ τὴν καθόλου) κατ’ ἀμφότερα ἔδειξεν ἀσυλλόγιστον αὐτήν, καὶ εἰ καθ’ αὑτὴν λαμβάνοιτο, καὶ εἰ διὰ τὴν καθόλου, εἰ μὲν καθ’ αὑτήν, τῇ ἐκθέσει, τῷ λαβεῖν, ᾧτινι οὐχ ὑπάρχει, εἰ δὲ διὰ τὴν καθόλου, τῷ ἐκείνους λαβεῖν τοὺς ὅρους· οἷς γὰρ ἐν ὅλῳ οὖσι τῷ ἐσχάτῳ ὅρῳ ἐλαμβάνετο μὴ ὑπάρχειν ὁ μέσος, τούτοις λαμβάνεται μὴ ὑπάρχειν, καὶ ὅταν χωρισθῶσι τοῦ ὅλου καὶ ληφθῶσι καθ’ αὑτούς. ἐν δὲ τῷ δευτέρῳ καὶ τρίτῳ σχήματι ἀρκεῖται πρὸς τὴν δεῖξιν τοῦ ἐν ταῖς τοιαύταις συμπλοκαῖς ἀσυλλογίστου μόνῳ τῷ τῆς ἐπὶ μέρους ἀποφατικῆς ἀδιορίστῳ. τὸ δ’ αἴτιον τοῦ ἀσυλλόγιστον εἶναι τὴν ἔχουσαν τὴν ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν, ὅτι τὸ μὲν μέρος τοῦ Γ γίνεται τοῦ Β κεχωρισμένον, τὸ δὲ Α περιέχον τὸ Β πᾶν διὰ μὲν τὸ Β οὐ περιέξει τὸ μέρος τοῦ Γ τὸ ἔξω αὐτοῦ κείμενον, οἷς μέντοι μέρεσιν αὐτοῦ ὑπερέχει τοῦ Β μεῖζον ὂν αὐτοῦ, δύναται τούτοις καὶ περιλαμβάνειν τὸ μέρος τοῦ Γ ἐφ’ ὕλης τινὸς καὶ πάλιν μὴ περιλαμβάνειν τὸ αὐτό. καὶ ὅταν ᾖ καθόλου ἀποφατικὴ ἡ μείζων, ὅροι, ἐφ’ ὧν ἤλεγξε καὶ ταύτην τὴν συμπλοκήν, ἄψυχον, ἄνθρωπος, κύκνος καὶ χιών.
他也通过以下方式反驳了所提出的这两个组合是不能构成三段论的。此外,既然“不属于某些”是不确定地被言说的(因为在属于没有的情况下,“不属于某些”也是真的,而在属于某些的情况下亦然;因为他现在把真理未被确定的[命题]称为“不确定”;至少,说热不属于某些雪是真的,尽管热实际上不属于任何雪;同样,说人不属于某些马也是真的,因为人完全不属于马;泰奥弗拉斯托斯在《论肯定》中也提到了这种意义上的不确定;因为他说“这些之中的某物存在”和“另一者存在”是不确定的,前者“这些之中的某物存在”,是因为在所有都存在时它是真的,在某些存在而某些不存在时也是真的;而“另一者存在”,是因为在两者都存在时它是真的,在仅有另一者存在时也是真的),那么,既然特称否定未被确定,而是在严格意义上的特称否定中和在全称否定中都得以确认为真(因为由于所谓的从属命题是能够同真的,而特称否定从属于全称否定,这种[特称否定]在全称否定为真时是真,在作为其自身被选取时也是真),因此,如果我们在“不属于某些”由于“属于没有”而为真时选取它(因为即使并非在每一个这样的组合中都能充分找到这样的词项,但只要列举出一组具有不确定真理的词项,就足以表明该结合是不能构成三段论的),并且我们列举出这样的词项,那么在这样选取的特称否定中,这一结合就将通过Α属于所有Γ和属于没有Γ而被证明是不能构成三段论的;因为这一点在小前提为全称否定时,已经通过动物、人、马和石头这些词项被证明了。如果带有特称否定小前提的组合在某种质料上被证明是不能构成三段论的,它就将全称地是不能构成三段论的;因为如果它是能构成三段论的,那么即使当特称否定通过从属于全称否定而如此被取为真时(因为此时它绝不比作为其自身被选取时缺少真实性),它也理应不被质料的列举所动摇或反驳;因为他通过说“因为在这些[词项]上本来也是成立的”表明了这一点。而在接下来的文句中,应当把连词“然而(δέ)”换成“因为(γάρ)”;因为这样一来文意就会更清晰也更顺畅;“因为(γάρ)将以类似于它被取为全称否定时一样的方式被证明”。他说“不属于某些”是“不确定的”,并不是说前提在[量上]是不确定的(因为如果它是特称的,它就是已被规定的,而特称就像全称一样是一种规定),而是说它所指称的真理是不确定的,因为正如我前面已经说过的,对于它被设定为不属于某些的对象,无论在它属于没有的情况下,还是在它不属于某些的情况下,它都能够是真的。因此,在这个格中,由于特称否定具有不确定的真理(因为它既凭自身为真,也通过全称[否定]为真),他便依据这两种情况表明了它是不能构成三段论的,无论它是凭自身被选取,还是通过全称[否定]被选取:如果凭自身,则是通过列举,即通过选取它所不属于的某些对象;如果通过全称[否定],则是通过选取那些词项;因为在末项的整体中中项被设定为不属于的事物,在它们脱离整体并被单独选取时,中项也被设定为不属于它们。而在第二格和第三格中,为了证明此类结合中不能构成三段论,他仅凭特称否定的不确定性就足够了。带有特称否定小前提的组合之所以不能构成三段论,原因在于:虽然Γ的部分与Β相分离,而包含全部Β的Α由于Β的缘故不会包含位于其外部的Γ的部分,然而凭借其超出Β、大于Β的那些自身部分,在某种质料上Α既能够包容Γ的这一部分,又能够不包容同一部分。当大前提是全称否定时,他用以将这一结合也加以反驳的词项是无生物、人、天鹅和雪。
- 1.37ἐπεὶ τὸ ‘τινὶ οὐχ ὑπάρχει’ λέγεται ἀδιορίστως
由连词 ἐπεί(“既然……”)引导的原因从句在经过一段冗长的插入解释(包括对泰奥弗拉斯托斯的引用)后,通过 ἐπεὶ τοίνυν οὐ διώρισται... 再次被承接,并最终引向条件主句 ἂν δὴ λάβωμεν... δεικνύοιτ’ ἄν。整体骨架是一个长大的条件句结构:“既然‘不属于某些’是不确定地被言说的……那么如果我们选取它……就将表明它是不能构成三段论的”。
- 1.37ἦν γὰρ ἂν καὶ ἐπὶ τούτων
直接引用亚里士多德原文(26b14)的语句。未完成过去时直陈式 ἦν 搭配 ἄν 构成反事实虚拟结构(“因为在这些情况下本来也是成立的”),作为亚里士多德论证引语出现,表明若该组合能构成三段论,即便在特称否定通过从属于全称否定而为真的情况下结论也本应成立。
- 1.37Ἀδιόριστον δὲ εἶπε τὸ ‘τινὶ μή’ οὐχ ὡς τῆς προτάσεως οὔσης ἀδιορίστου ... ἀλλ’ ὡς τοῦ ἀληθοῦς τοῦ ὑπ’ αὐτῆς σημαινομένου μὴ διωρισμένου
短语 οὐχ ὡς ... ἀλλ’ ὡς 连接两个属格绝对结构(τῆς προτάσεως οὔσης ἀδιορίστου 与 τοῦ ἀληθοῦς ... μὴ διωρισμένου),用以对比说明亚里士多德所用的 ἀδιόριστον(不确定的/无规定的)之含义:并非指命题在形式上是不定命题,而是指它所指称的真理在真值条件上未被限定于单一情况。
