- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:64.18-65.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大详细阐明了通过列举小项的部分(天鹅与雪)来证明大前提为全称(肯定或否定)而小前提为特称否定的第一格组合不能构成三段论的论证过程,并指出小项必须是全称词项以反驳对该程序的质疑。
εἰ γὰρ τὸ μὲν Α κατὰ παντὸς τοῦ Β, τὸ δὲ Β κατ’ οὐδενὸς τούτων, ἃ μέρη ὄντα τοῦ Γ εἴληπται, δύναται τὸ Α ἐπὶ πλέον ὂν τοῦ Β (ἐνδέχεται γὰρ τοιοῦτον αὐτὸ εἶναι ὡς ὑπερέχειν τοῦ Β) καὶ περιέχειν1 ταῦτα τὰ τινὰ τοῦ Γ, οἷς οὐχ ὑπῆρχε τὸ Β, καὶ μὴ περιέχειν. ἀδόκιμος δὲ ἡ οὕτως ἔχουσα συζυγία. ὅροι, οὓς παρατίθεται, κατὰ μὲν τοῦ Α ζῷον, κατὰ δὲ τοῦ Β ἄνθρωπος, κατὰ δὲ τοῦ Γ ὅλου ἔστω λευκόν, ᾧ τινὶ ὁ ἄνθρωπος ὑπάρχει καὶ οὐχ ὑπάρχει. εἶτ’ ἐπεὶ ἐπὶ μέρους τέ ἐστιν ἡ Β Γ ἀποφατικὴ καὶ μὴ δύναται καθόλου ἐπὶ τοῦ Γ ἀποφατικὸν δειχθῆναί τε καὶ συναχθῆναι οὕτω ληφθέντων, ἀλλ’ οὐδὲ καθόλου καταφατικόν, ἄν ᾖ πάλιν ἡ Α Β καθόλου ἀποφατικὴ εἰλημμένη, εἰλήφθω τινὰ τοῦ λευκοῦ, καθ’ ὧν οὐδενὸς ἄνθρωπος λέγεται, καὶ ἔστω ταῦτα κύκνος καὶ χιών· οὔτε γὰρ κατὰ κύκνου ὁ ἄνθρωπος λευκοῦ ὄντος οὔτε κατὰ χιόνος. τὸ δὴ ζῷον κατὰ μὲν κύκνου παντὸς κατὰ χιόνος δὲ οὐδαμῶς. καὶ οὕτως ἐπὶ μέρους τοῦ Γ, ᾧ οὐχ ὑπῆρχε τὸ Β, ἐδείχθη ἡ τοιαύτη συζυγία ἀδόκιμός τε καὶ ἀσυλλόγιστος. ἐπὶ δὲ τῶν συμπλοκῶν τῶν ἐκ δύο ἐπὶ μέρους ἡ παράθεσις ἡ τῶν ὅρων αὐτῷ, δι’ ὧν ἀσυλλογίστους ἐλέγχει τὰς τοιαύτας συμπλοκάς, οὐκέτι γίνεται ἐπὶ μέρους τοῦ Γ, ᾧ τινὶ κεῖται 〈μὴ〉 ὑπάρχειν τὸ Β, ἀλλ’ ἐφ’ ὅλου τοῦ Γ, ὅτι ἀσυλλόγιστος ἡ ἐκ δύο ἐπὶ μέρους συμπλοκὴ ὁμοίως, ἄν τε τὸ Β τῷ Γ τινὶ μὴ ὑπάρχῃ ὡς καὶ ὑπάρχειν τινί, ἄν τε καὶ μηδενὶ αὐτῷ ὑπάρχῃ. τῷ οὖν μὴ παρακεῖσθαί τινα συζυγίαν συλλογιστικὴν τῇ τοιαύτῃ τῶν προτάσεων συμπλοκῇ2 οἷόν τε ἦν ἐφ’ ὅλου τοῦ Γ ὅρων εὐπορῆσαι τοῦ παντὶ καὶ τοῦ μηδενί. εἰ δὲ ὅλῳ τῷ Γ [καὶ μηδενί], δῆλον, ὡς καὶ τῶν μερῶν αὐτοῦ ἑκάστῳ· ὥστε καὶ ᾧ τὸ Β οὐχ ὑπῆρχεν. ὅμοιος ὁ ἔλεγχος, καὶ εἰ ἡ Α Β καθόλου ληφθείη ἀποφατική. ἔστωσαν γὰρ ὅροι ἐπὶ μὲν τοῦ Α ἄψυχον, ἐπὶ δὲ τοῦ Β ἄνθρωπος, τὸ δὲ Γ λευκόν, καὶ εἰλήφθω πάλιν, ὧν μὴ κατηγορεῖται λευκῶν ὁ ἄνθρωπος, κύκνος καὶ χιών· τὸ γὰρ ἄψυχον ἀνάπαλιν χιόνι μὲν πάσῃ, κύκνῳ δὲ οὐδενί. διὰ τῶν αὐτῶν ὅρων, τοῦ τε κύκνου καὶ τῆς χιόνος, ἐδείχθη, καὶ ὅτε ἦν ἡ μείζων καθόλου καταφατική, ἀσυλλόγιστος ἡ συζυγία. οὔτε δὲ προσχρῆται τῷ καθόλου ἀποφατικῷ ἐν τῇ τῶν ὅρων ἐκθέσει μεταλαμβάνων τὸ ἐπὶ μέρους ἀποφατικὸν τῆς ἐλάττονος προτάσεως εἰς τὸ καθόλου ἀποφατικόν, ὡς οἴονταί τινες, οὔτ’, εἴ τις προσχρῆται, διὰ τοῦτο ὑποληπτέον αὐτὸν μὴ δεικνύναι τὴν προκειμένην συζυγίαν ἀσυλλόγιστον·3 μᾶλλον γὰρ τῷ καθόλου προσχρῆται ὁ ἐπὶ παντὸς τοῦ Γ δεικνὺς τὸ παντὶ καὶ μηδενὶ ἢ ὁ ἐπὶ μέρους αὐτοῦ. ἔτι δὲ εἰ μὲν μὴ οἷόν τε ἦν λαβεῖν μέρη τινὰ τοῦ ἐσχάτου ὅρου, οἷς οὐχ ὑπάρξει καθόλου ὁ μέσος, καλῶς ἂν ἐνίσταντο τῇ τοιαύτῃ μεταλήψει οἱ ἐνιστάμενοι. τοῦτο δ’ ἂν ἦν, εἰ ἦν ἄτομος καὶ μὴ εἶχε μέρη. ἀλλὰ μὴν οὐχ οἷόν τε ἀτόμου ὄντος αὐτοῦ ἀληθὲς εἶναι τὸ τινὶ αὐτῷ μὴ ὑπάρχειν τὸ μέσον· εἰ γὰρ οἱ διορισμοί, τὸ παντὶ καὶ μηδενὶ καὶ τὸ τινὶ καὶ τὸ τινὶ μή, τῷ καθόλου προστίθενται, ὡς ἐν τῷ Περὶ ἑρμηνείας δέδεικται, δῆλον, ὡς καθόλου ἐστὶν ὁ ἔσχατος ὅρος ἀλλ’ οὐχὶ ἄτομος, καὶ ἕξει ποτὲ οὐ μόνον τὶ ἀλλὰ καὶ τινά, ὧν κατηγορεῖται, εἰ τινὶ αὐτῷ εἴληπται μὴ ὑπάρχειν ὁ μέσος, ὥσπερ ἐφ’ οὗ αὐτὸς παρέθετο. τοιούτου δ’ ὄντος ἥ τε ἔκθεσις ἀληθὴς καὶ ἡ μετάληψις ἡ εἰς τὸ καθόλου, καὶ ἡ διὰ τούτου δεῖξις τοῦ ἀσυλλόγιστον εἶναι τὴν κειμένην συζυγίαν ὑγιής.
因为如果Α述说所有Β,而Β不述说作为Γ之部分而被选取的这些事物中的任何一个,那么Α由于在外延上大于Β(因为它是可能超出Β的),就既能够包含也能够不包含Β所不属于的Γ的这些特定事物。而这样构成的组合是无效的。他所列举的词项是:作为Α的是动物,作为Β的是人,作为整个Γ的是白,人属于白的某些部分而不属于某些部分。其次,既然前提ΒΓ是特称否定的,并且在如此选取时,既不可能针对Γ表明并推导出全称否定,反之当ΑΒ被取为全称否定时也不可能推导出全称肯定,那么就让我们选取人完全不述说的某些白色事物,设它们为天鹅和雪;因为对于同为白色的天鹅和雪,人都完全不述说。动物确实述说每一只天鹅,但绝不述说雪。就这样,针对Β所不属于的Γ的这一部分,表明了这样的组合是无效且不能构成三段论的。而在由两个特称前提构成的结合中,他用以将此类结合驳为不能构成三段论的词项列举,不再是针对设定Β所不属于的Γ的部分,而是针对整个Γ,因为由两个特称前提构成的结合,无论Β不属于某些Γ而同时属于某些,还是它完全不属于Γ,都同样是不能构成三段论的。因此,由于没有任何能构成三段论的组合与前提的这种结合相并存,便有可能针对整个Γ充分找到属于所有和属于没有的词项。如果对于整个Γ成立,显然对于它的每个部分也同样成立,从而对于Β所不属于的部分也成立。即使ΑΒ被取为全称否定,反驳也是类似的。因为设词项为:对于Α是无生物,对于Β是人,Γ是白,并再次选取人不被述说的白色事物,即天鹅和雪;因为无生物相反属于所有的雪,而不属于任何天鹅。通过同样的词项,即天鹅和雪,在大前提是全称肯定时也同样证明了该组合是不能构成三段论的。而且,他并没有像某些人所认为的那样,通过把小前提的特称否定转换为全称否定而在词项的列举中额外利用全称否定,即使有人这样额外利用了,也不应由此认为他未能证明所提出的组合不能构成三段论;因为针对整个Γ证明属于所有和属于没有的人,比起针对其部分进行证明的人,更是在利用全称。此外,如果不可能选取中项完全不属于的末项的某些部分,那些提出异议的人对这种转换提出异议就是正当的。而如果它是不可分的个体并且没有部分,情况确实会是那样。然而,如果它是不可分的个体,中项不属于它的某些部分就不可能是真的;因为如果像在《解释篇》中所证明的那样,“属于所有”、“属于没有”、“属于某些”以及“不属于某些”这些规定是附加给全称的,那么显而易见末项是全称而非不可分的个体,并且如果设定中项不属于它的某些,末项就将有时不仅拥有一个而且拥有某些它所述说的对象,正如在他自己所列举的事例中那样。既然情况如此,词项的列举就是真的,转换为全称也是真的,并且借此证明所设定的组合不能构成三段论也是健全的。
- 1.37εἰ γὰρ τὸ μὲν Α κατὰ παντὸς τοῦ Β, τὸ δὲ Β κατ’ οὐδενὸς τούτων, ἃ μέρη ὄντα τοῦ Γ εἴληπται, δύναται τὸ Α ἐπὶ πλέον ὂν τοῦ Β (ἐνδέχεται γὰρ τοιοῦτον αὐτὸ εἶναι ὡς ὑπερέχειν τοῦ Β) καὶ περιέχειν ταῦτα τὰ τινὰ τοῦ Γ, οἷς οὐχ ὑπῆρχε τὸ Β, καὶ μὴ περιέχειν.
句子的核心结构是由 εἰ... 引出的条件从句,搭配主句 δύναται τὸ Α... καὶ περιέχειν... καὶ μὴ περιέχειν(“Α既能够包含也能够不包含……”)。分词 ἐπὶ πλέον ὄν 具有原因意味(“由于Α在外延上大于Β”),括号内的 ὡς ὑπερέχειν 则表示结果或性质说明。
- 1.37τῷ οὖν μὴ παρακεῖσθαί τινα συζυγίαν συλλογιστικὴν τῇ τοιαύτῃ τῶν προτάσεων συμπλοκῇ
带冠词不定式的与格(τῷ + 不定词)在此表示原因(“由于没有任何能构成三段论的组合与前提的这种结合相并存”),修饰后文的主句 οἷόν τε ἦν。
- 1.37οὔτε δὲ προσχρῆται τῷ καθόλου ἀποφατικῷ ἐν τῇ τῶν ὅρων ἐκθέσει μεταλαμβάνων τὸ ἐπὶ μέρους ἀποφατικὸν τῆς ἐλάττονος προτάσεως εἰς τὸ καθόλου ἀποφατικόν, ὡς οἴονταί τινες, οὔτ’, εἴ τις προσχρῆται, διὰ τοῦτο ὑποληπτέον αὐτὸν μὴ δεικνύναι τὴν προκειμένην συζυγίαν ἀσυλλόγιστον·
由 οὔτε... οὔτε... 构成的并列否定句。在第一肢中,主句带有表方式或手段的分词 μεταλαμβάνων(“通过把……转换为……”);在第二肢中,插入条件从句 εἴ τις προσχρῆται 之后,动形词 ὑποληπτέον 作无人称用法,统领宾格不定式结构 αὐτὸν μὴ δεικνύναι。
