← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§63.1-64.18

第一格中全称大前提与特称否定小前提的无推论性

亚历山大注解了亚里士多德关于第一格中大前提为全称而小前提为特称否定的组合不能构成三段论的论证,解释了为何反例必须取自中项Β所不属于的Γ的那一部分,而不能取自整个Γ。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.37#1

" Οὐδ’ ὅταν τὸ μὲν πρὸς τῷ μείζονι ἄκρῳ καθόλου γένηται ἢ κατηγορικὸν ἢ στερητικόν, τὸ δὲ πρὸς τῷ ἐλάττονι στερητικὸν καὶ κατὰ μέρος, οὐκ ἔσται συλλογισμὸς1 ἀδιορίστου τε καὶ ἐν μέρει ληφθέντος, οἷον εἰ τὸ μὲν Α παντὶ τῷ Β ὑπάρχει, τὸ δὲ Β τινὶ τῷ Γ μή, ἢ εἰ μὴ παντὶ ὑπάρχει." Τὸ μὲν τινὶ μὴ ὑπάρχειν ἢ μὴ παντὶ ὑπάρχειν πάλιν ταὐτόν ἐστιν. δείξας δὲ διὰ τῶν πρώτων ἀσυλλογίστους συζυγίας, ἐφ’ ὧν ἡ μείζων ἦν ἐπὶ μέρους, νῦν δείκνυσιν ἀσυλλογίστους καὶ ἐν αἷς μενούσης τῆς μείζονος καθόλου ἢ καταφατικῆς ἢ ἀποφατικῆς ἡ ἐλάττων ἐπὶ μέρους ἐστὶν ἀποφατική· δι’ οὗ δείκνυσι, πῶς εἶπεν ἐν τοῖς ἐπάνω “ὅταν δὲ πρὸς τὸ ἔλαττον, ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι”. γίνεται δὲ ἐν ταῖς τοιαύταις συμπλοκαῖς τὸ ἀσυλλόγιστον πάλιν παρὰ τὴν ἐλάττονα οὖσαν ἀποφατικήν. ἡ δὲ δεῖξις αὐτῷ τοῦ ταύτας ἀσυλλογίστους εἶναι τὰς συζυγίας γέγονεν ἐπὶ τοῦ μέρους τοῦ Γ, ᾧ κεῖται αὐτῷ μὴ ὑπάρχειν τὸ Β·2 τοῦτο γὰρ λαβὼν δείκνυσι διὰ τῆς παραθέσεως τῶν ὅρων πάλιν καὶ παντὶ καὶ μηδενὶ αὐτῷ τὸ Α ὑπάρχον. οὕτως γὰρ οἰκείως δείκνυσθαι ἔμελλε τὸ τῆς ἐκκειμένης συζυγίας ἀσυλλόγιστον· εἰ γὰρ ἐπὶ παντὸς τοῦ Γ, οὐ προσεχὴς ἔτι ὁμοίως ἡ δεῖξις. ὡς γὰρ ὅτε τὸ Β μηδενὶ τῷ Γ ὑπῆρχεν, ἀσυλλόγιστος ἐδείκνυτο ἡ συζυγία τῷ, ᾧ μηδενὶ ὑπῆρχε τὸ Β, τούτῳ τὸ Α καὶ παντὶ δύνασθαι καὶ μηδενὶ ὑπάρχειν, οὕτως καὶ ὅτε τὸ Β κεῖται τινὶ τῷ Γ μὴ ὑπάρχειν, ἀσυλλόγιστος ἂν δεικνύοιτο, εἰ δειχθείη τούτῳ τοῦ Γ τὸ Α καὶ παντὶ καὶ μηδενὶ ὑπάρχειν δυνάμενον, ᾧ αὐτοῦ μέρει τὸ Β οὐχ ὑπῆρχεν. ἔτι δὲ ἐπεὶ οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικῆς δύναται κατὰ τὸ αὐτὸ ἡ αὐτὴ καὶ ἐπὶ μέρους εἶναι καταφατική (τὸ γὰρ τινὶ μὴ ὑπάρχον οὐδὲν κεκώλυται καὶ τινὶ ἐκείνῳ ὑπάρχειν),3 ὅταν δὲ ὑπάρχουσα ἐπὶ μέρους ᾖ καταφατικὴ ἡ ἐλάττων, συλλογισμὸς γίνεται τῆς μείζονος καθόλου οὔσης καὶ καταφατικῆς καὶ ἀποφατικῆς ἢ ἐπὶ μέρους καταφατικὸς ἢ ἐπὶ μέρους ἀποφατικός, ὡς δέδεικται (ἑκατέρα γὰρ τῶν προτάσεων γίνεται τὸ ἴδιον ἔχουσα, καὶ ἡ ἐλάττων τὸ καταφατικὸν καὶ ἡ μείζων τὸ καθόλου), οὔσης δὲ συλλογιστικῆς τῆς συζυγίας ταύτης οὐκ ἐνῆν ὅρους λαβεῖν τοῦ παντὶ καὶ τοῦ μηδενὶ τὸ Α τῷ Γ ὑπάρχειν, κειμένου τοῦ Β τινὶ τῷ Γ μὴ ὑπάρχειν, εἰ καὶ τινὶ ὑπάρχοι, οὐκ ἂν εἴη λαβεῖν τοῦ παντὶ καὶ μηδενὶ τὸ Α τῷ Γ ὑπάρχειν. οὕτως γὰρ ἂν διεβάλλοντο καὶ ἀνῃροῦντο καὶ αἱ συλλογιστικαὶ συζυγίαι, ἥ τε ἔχουσα τὸ Β τινὶ τῷ Γ ὑπάρχον τὸ δὲ Α παντὶ τῷ Β ἢ τὸ μὲν Β τινὶ τῷ Γ τὸ δὲ Α μηδενὶ τῷ Β· ἐπὶ μὲν γὰρ τῆς τὸ καταφατικὸν συναγούσης συζυγίας ἀδύνατον ληφθῆναι τοῦ μηδενὶ ὑπάρχειν τὸ Α τῷ Γ, ἐπεὶ συλλογιστικῶς αὐτῷ τινὶ ὑπάρχει, ἐπὶ δὲ τῆς τὸ ἐπὶ μέρους ἀποφατικὸν συλλογιζομένης πάλιν ἀδύνατον τοῦ παντὶ ληφθῆναι συλλογιστικῶς δεικνυμένου τοῦ τινὶ μὴ ὑπάρχειν τὸ Α τῷ Γ· ἀναιροῖτο γὰρ ἂν τούτων ἑκάτερον, εἰ ὅροι εὑρίσκοιντο τοῦ τε παντὶ τὸ Α τῷ Γ καὶ τοῦ μηδενὶ ἐπὶ τῆς τοιαύτης συζυγίας. διὰ τοῦτο οὖν ἐπεὶ μὴ οἷόν τέ ἐστιν, ἐπὶ μὲν τοῦ Γ ἁπλῶς τὴν δεῖξιν οὐ ποιεῖται, λαμβάνει δὲ ἀπ’ αὐτοῦ ταῦτα τὰ μέρη, οἷς τὸ Β οὐχ ὑπάρχει (κεῖται γὰρ τινὶ τῷ Γ ἐκεῖνο μὴ ὑπάρχειν), καὶ παραθέμενος ὕλην τινὰ δείκνυσι τούτων, οἷς μέρεσιν οὖσι τοῦ Γ τὸ Β οὐχ ὑπῆρχε, τῷ μὲν παντὶ ὑπάρχον τὸ Α τῷ δὲ οὐδενί. ἔνεστι δὲ καὶ κατὰ τῶν τοῦ Γ μερῶν τὸ Β καθόλου ἀποφατικῶς κατηγορήσαντας ὡς καθόλου ἀποφατικῇ τῇ ἐλάττονι χρωμένους δεικνύναι τὴν εἰρημένην συμπλοκὴν ἀσυλλόγιστον.

“当包含大项的前提无论肯定还是否定都成为全称,而包含小项的前提是否定且特称时,无论[该前提]被取为不定还是特称,都不会有三段论;例如,如果Α属于所有Β,而Β不属于某些Γ,或者不属于所有Γ。” “不属于某些”与“不属于所有”再次是同一回事。在前面的部分中展示了大前提为特称的那些不能构成三段论的组合之后,他现在指出,在大前提保持为全称(无论肯定还是否定)而小前提为特称否定时,这些结合也是不能构成三段论的;通过这一点,他表明了他在上文中说“但当[前提]涉及小项,或者词项以任何其他方式关联时”指的是什么意思。在这样的结合中,不能构成三段论再次是由于小前提是否定的而产生的。他证明这些组合不能构成三段论,是针对设定Β不属于它的那个Γ的“部分”来进行的;因为通过选取这一部分,他通过词项的列举再次表明Α属于它的全部以及不属于它的任何部分。因为只有这样,所提出之组合的不能构成三段论才能得到恰当的证明;因为如果是针对整个Γ,那么证明就不再同样切近了。正如当Β不属于任何Γ时,该组合是通过Α对于那个Β所完全不属于之物能够既属于全部又不属于任何而证明为不能构成三段论的,同样地,当设定Β不属于某些Γ时,如果能表明Α对于Β所不属于的Γ的那个部分能够既属于全部又不属于任何,它就会被证明为是不能构成三段论的。此外,由于当小前提是特称否定时,同一前提在同一情况下也完全可能是特称肯定的(因为没有任何东西阻止不属于某些的事物同时也属于那个事物的某些),而当小前提作为实存而成为特称肯定时,正如已经证明的那样,在大前提为全称(无论肯定还是否定)的情况下,就会产生特称肯定或特称否定的三段论(因为两个前提各自都具备了固有的特征,小前提具备肯定性,大前提具备全称性),而既然这一组合能构成三段论,不可能选取使Α属于所有和不属于任何Γ的词项,那么在设定Β不属于某些Γ时,即使它确实属于某些,也不可能选取使Α属于所有和不属于任何Γ[的词项]。因为如果是那样的话,连那些能构成三段论的组合也会遭到反驳和推翻,即包含Β属于某些Γ且Α属于所有Β的组合,或者包含Β属于某些Γ且Α不属于任何Β的组合;因为在得出肯定结论的组合中,不可能选取使Α不属于任何Γ的词项,因为通过三段论它属于某些;而在推导出特称否定的组合中,既然通过三段论证明了Α不属于某些Γ,就再次不可能选取使它属于所有的词项;因为如果在这样的组合中能找到使Α既属于所有又不属于任何Γ的词项,这两者中的每一个都会被推翻。因此,正是由于这是不可能的,他才没有单纯地针对Γ进行证明,而是从Γ中选取了Β所不属于的那些部分(因为设定了那个词项不属于某些Γ),并且通过列举某些质料,表明对于这些作为Γ的部分且Β所不属于的事物,Α对于其中之一属于全部,而对于另一个不属于任何。并且,通过对Γ的各部分全称否定地述说Β,将小前提作为全称否定来使用,也同样可以证明上述结合是不能构成三段论的。

语法注3 条
  1. 1.37Οὐδ’ ὅταν ... οὐκ ἔσται συλλογισμός

    在由 Οὐδ' ὅταν 引导的长从句之后,在主句动词 ἔσται 之前重复使用了否定词 οὐκ。这属于复述性/赘用否定,用于强调否定意味。

  2. 1.37ἐπὶ τοῦ μέρους τοῦ Γ, ᾧ κεῖται αὐτῷ μὴ ὑπάρχειν τὸ Β

    关系代词 ᾧ 之后出现的代词 αὐτῷ 是冗余的复指用法(resumptive pronoun),再次指代先行词 τοῦ μέρους 并强化其与格关系。

  3. 1.37οὔσης δὲ συλλογιστικῆς τῆς συζυγίας ταύτης οὐκ ἐνῆν ὅρους λαβεῖν τοῦ παντὶ καὶ τοῦ μηδενὶ τὸ Α τῷ Γ ὑπάρχειν, κειμένου τοῦ Β τινὶ τῷ Γ μὴ ὑπάρχειν, εἰ καὶ τινὶ ὑπάρχοι, οὐκ ἂν εἴη λαβεῖν τοῦ παντὶ καὶ μηδενὶ τὸ Α τῷ Γ ὑπάρχειν

    在这个长句中,在陈述了主句结论“οὐκ ἐνῆν ὅρους λαβεῖν ...”之后,由于插入了条件状语(κειμένου... εἰ καί...),主句谓语被复述为“οὐκ ἂν εἴη λαβεῖν ...”。其句法骨架为带有复述的破格句结构(ἐπεὶ ... οὔσης δὲ ... οὐκ ἐνῆν ... οὐκ ἂν εἴη ...)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:63.1-64.18