- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:61.22-62.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大就亚里士多德《前分析篇》第1卷第4章(26a33–36)进行注解,通过善、状态、明智、无知以及白、马、天鹅、乌鸦等具体词项,论证了在第一格中当大前提为特称而小前提为全称肯定或全称否定时,这种结合不能构成三段论。
" Οἷον εἰ τὸ μὲν Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει." Ὅτι καὶ καταφατικῆς καὶ ἀποφατικῆς οὔσης τῆς μείζονος προτάσεως, εἰ ἐπὶ μέρους εἴη, ἀσυλλόγιστος ἡ συμπλοκή. εἰ γὰρ τὸ μὲν Α κατὰ τινὸς τοῦ Β λέγοιτο, τὸ δὲ Β κατὰ παντὸς τοῦ Γ, οὐδὲν μὲν ἔσται τοῦ Γ, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Β, ὥστε τι τοῦ Β τὸ Γ·1 τὸ δὲ Α κατὰ τινὸς τοῦ Β λεγόμενον δύναται καὶ κατὰ τούτου τοῦ μέρους αὐτοῦ λέγεσθαι, ὅ ἐστι τὸ Γ, δύναται καὶ κατ’ ἄλλου· ἐπὶ πλέον γὰρ τὸ Β τοῦ Γ κατηγορεῖται· οὐκ ἐξ ἀνάγκης ἄρα ἢ ὑπάρξει ἢ οὐχ ὑπάρξει τὸ Α τῷ Γ. οἷον εἰ εἴη τὸ Α ἀγαθὸν τὸ δὲ Β ἕξις τὸ δὲ Γ φρόνησις· τὸ μὲν γὰρ ἀγαθὸν κατὰ τινὸς ἕξεως, ἡ δ’ ἕξις κατὰ πάσης φρονήσεως, τὸ ἀγαθὸν κατὰ πάσης φρονήσεως. εἰ δ’ εἴη τὸ Γ ἀμαθία (λαμβάνει δὲ τὴν ἀμαθίαν ὡς ἕξιν ἢ ὡς ἀφροσύνην ἢ κακίαν), πάλιν ἔσται τὸ ἀγαθόν, ὁ μείζων ἄκρος, οὐδεμιᾷ οὔτε ἀμαθίᾳ οὔτε ἀφροσύνῃ, τῆς ἕξεως, ὃς ἦν μέσος ὅρος, κατ’ αὐτῶν καθόλου κατηγορουμένης.2 ὥστε ἀδόκιμος ἡ συζυγία. ὁμοία ἡ δεῖξις, εἰ εἴη τὸ Α τινὶ τῷ Β μὴ ὑπάρχον, καὶ ἐπὶ τῶν αὐτῶν ὅρων· ὡς γὰρ τινὶ ὑπάρχει τὸ Α, οὕτω δύναται καὶ τινὶ μὴ ὑπάρχειν· τὸ γὰρ ἀγαθὸν οὕτως τινὶ ἕξει ὑπάρξει, ὅτι καὶ τινὶ οὐχ ὑπάρχει.
“例如,如果Α属于或者不属于某些Β。” 这意味着,无论大前提是肯定的还是否定的,如果它是特称的,这一结合都是不能构成三段论的。因为如果Α述说某些Β,而Β述说所有Γ,那么在Γ中就不会有任何东西不被述说为Β,从而Γ是Β的一部分;但是,述说某些Β的Α,既可以述说它的这一部分(即Γ),也可以述说另一部分;因为Β比Γ述说得更广;因此,Α属于或者不属于Γ并不是出于必然。例如,设Α为善,Β为状态,Γ为明智;因为善述说某些状态,状态述说所有明智,善述说所有明智。但如果Γ是无知(他将无知视为一种状态,或视为愚蠢或恶德),那么作为大项的善又将不属于任何无知或愚蠢,尽管作为中项的状态全称地述说它们。因此,这一组合是无效的。如果Α不属于某些Β,论证也是相似的,并且基于相同的词项;因为正如Α属于某些,它同样可以不属于某些;因为善以这样的方式属于某些状态,即它也不属于某些状态。
"Πάλιν εἰ τὸ μὲν Β μηδενὶ τῷ Γ, τὸ δὲ Α τινὶ τῷ Β ὑπάρχει ἢ μὴ ὑπάρχει ἢ μὴ παντὶ ὑπάρχει." Τὸ μὲν τινὶ μὴ ὑπάρχειν ἢ μὴ παντὶ ἀμφότερα τῆς ἐπὶ μέρους ἀποφατικῆς ἐστι δηλωτικά, τῇ λέξει διαφέροντα· τῷ γὰρ μὴ ὑπάρχειν προσθετέον τὸ ‘τινί’ ὡς ἀπὸ κοινοῦ εἰρημένον.3 ὅτι δὲ μηδὲ αἱ τοιαῦται συμπλοκαὶ συνακτικαὶ αἱ ἔχουσαι τὴν ἐλάττονα καθόλου ἀποφατικὴν ἐπὶ μέρους δὲ τὴν μείζονα, δείκνυσιν. ὁμοίᾳ γὰρ ὁδῷ χρώμενοι εὑρήσομεν τὸ Α καὶ ὑπάρχον ποτὲ παντὶ τῷ Γ καὶ μηδενὶ ὑπάρχον. ἔστω γὰρ τὸ μὲν Α λευκὸν τὸ δὲ Β ἵππος τὸ δὲ Γ κύκνος· τὸ γὰρ λευκὸν τινὶ ἵππῳ ὑπάρχει, ἀλλὰ καὶ τινὶ ἵππῳ οὐχ ὑπάρχει· ἵππος δὲ οὐδενὶ κύκνῳ· τὸ δὲ λευκὸν παντὶ κύκνῳ. τὸ γὰρ λευκόν, ἐν ᾧ ὑπερβάλλει τὸν ἵππον ὂν ἐπὶ πλέον αὐτοῦ καὶ κατηγορούμενον, τούτῳ νῦν περιείληφε τὸ Γ,4 ὅ ἐστιν ὁ κύκνος, ᾧ οὐδενὶ ἵππος ὑπῆρχεν. ἐὰν δὲ ποιήσωμεν τὸ Γ ἀντὶ τοῦ κύκνου κόρακα, ἵππος οὐδενὶ κόρακι· ἀλλ’ οὐδὲ τὸ λευκόν. ἐπὶ τῶν αὐτῶν ὅρων δειχθήσεται, καὶ εἰ ἡ μείζων πρότασις ἀδιόριστος ἢ καταφατικὴ ἢ ἀποφατικὴ ληφθείη, ἐπεὶ τὸ ἀδιόριστον ὡς ἴσον τῷ ἐπὶ μέρους λαμβάνεται. σημειωτέον δέ, ὅτι, ἐν ᾗ μὲν συζυγίᾳ ἡ ἐλάττων καθόλου ἐστὶ καταφατικὴ τῆς μείζονος οὔσης ἐπὶ μέρους, τὸ ἀσυλλόγιστον διὰ τὴν μείζονα ἐπὶ μέρους οὖσαν, ἐν ᾗ δὲ τῆς μείζονος ἐπὶ μέρους οὔσης ἢ ἀδιορίστου ἡ ἐλάττων ἐστὶ καθόλου ἀποφατική, τὸ ἀσυλλόγιστον παρ’ ἀμφοτέρων τῶν προτάσεων· καὶ γὰρ παρὰ τῆς μείζονος (ἐπὶ μέρους γάρ) καὶ παρὰ τῆς ἐλάττονος, ὅτι ἀποφατική.
“再次,如果Β不属于任何Γ,而Α属于某些Β、或者不属于、或者不属于所有。” “不属于某些”与“不属于所有”二者都表示特称否定,只是措辞有所不同;因为对于“不属于”,应当将“某些”作为共同表述之物补充进去。他表明,包含全称否定小前提和特称大前提的这类结合同样是不能得出结论的。因为通过使用相同的方法,我们将发现Α有时属于所有Γ,有时不属于任何Γ。因为设Α为白,Β为马,Γ为天鹅;因为白属于某些马,但也确实不属于某些马,马不属于任何天鹅,但白属于所有天鹅。因为白在其超出马、外延大于马并被述说的方面,现在包揽了Γ(即天鹅),而没有马属于它。但如果我们用乌鸦代替天鹅作为Γ,那么马不属于任何乌鸦,但白也不属于[任何乌鸦]。如果大前提取为不定命题(无论是肯定的还是否定的),在相同的词项上也将被证明,因为不定命题被视为等同于特称命题。但应当指出的是,在大前提为特称而小前提为全称肯定的组合中,不能构成三段论是由于大前提是特称的;而在大前提为特称或不定而小前提为全称否定的组合中,不能构成三段论是由两个前提共同导致的;因为既是由于大前提(因为它是特称的),也是由于小前提,因为它是否定的。
- 1.35ὥστε τι τοῦ Β τὸ Γ
在由 ὥστε 引导的结果从句中省略了系动词 ἐστί,这是一个名词谓语结构,意为“从而Γ是Β的某种[部分]”。
- 1.35τῆς ἕξεως, ὃς ἦν μέσος ὅρος, κατ’ αὐτῶν καθόλου κατηγορουμένης
属格独立结构。阳性关系代词 ὃς 在性上受到谓词名词 μέσος ὅρος 的吸引,而没有与阴性先行词 ἕξεως 保持一致。
- 1.36τῷ γὰρ μὴ ὑπάρχειν προσθετέον τὸ ‘τινί’ ὡς ἀπὸ κοινοῦ εἰρημένον
由动词性形容词 προσθετέον 构成的无人称结构,带与格 τῷ μὴ ὑπάρχειν,意为“对于‘不属于’,应当补充‘某些’”。ὡς 修饰分词 εἰρημένον,表示前提或理由。
- 1.36ἐν ᾧ ὑπερβάλλει τὸν ἵππον ὂν ἐπὶ πλέον αὐτοῦ καὶ κατηγορούμενον, τούτῳ νῦν περιείληφε τὸ Γ
倒装的相关结构,关系短语 ἐν ᾧ(在……方面)前置并与主句的指示词 τούτῳ 形成呼应。中性分词 ὂν ... καὶ κατηγορούμενον 与主语 τὸ λευκόν 一致,表示原因。
