← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§60.7-61.21

第一格诸项的定义与式Darii及Ferio的证明

在阐明第一格中大端项、中项与小端项的定义及其适用范围后,作者解释了不可证明式Darii与Ferio的完全推导,随后转入对小前提为全称而大前提为特称或不定前提的非推论性配对的考察。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.32

" Λέγω δὲ μεῖζον μὲν ἄκρον, ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον." Δεῖ πάντων τῶν λεγομένων ἀκούειν ὡς ἐπὶ τοῦ πρώτου σχήματος λεγομένων· καὶ γὰρ καὶ τὸ νῦν λεγόμενον οὕτως ἔχει· ἐν τῷ πρώτῳ σχήματι μεῖζον μέν, ἐν ᾧ τὸ μέσον ἐστίν, ἔλαττον δὲ τὸ ὑπὸ τὸ μέσον· ἦν γὰρ ἐν τούτῳ τῷ σχήματι ὁ μέσος τῷ μὲν ὑποκείμενος τοῦ δὲ κατηγορούμενος. ἐπεὶ ἔν γε τῷ δευτέρῳ σχήματι καὶ ὁ μείζων καὶ ὁ ἐλάττων ἐν τῷ μέσῳ εἰσίν· ὑπ’ οὐδένα γὰρ ὁ μέσος. ἀνάπαλιν δὲ ἐν τῷ τρίτῳ ὁ μέσος οὐχ ὑπὸ τὸν μείζονα μόνον ἐστὶν ἀλλὰ καὶ ὑπὸ τὸν ἐλάττονα· οὐδεὶς γὰρ ἐν τῷ μέσῳ. σαφῶς δέ, ὅτι ὁ κατηγορούμενος ἐν τῷ συμπεράσματι οὗτος καὶ ἐν ταῖς προτάσεσι μείζων ἐστὶ καὶ παρὰ τοῦτον ἡ μείζων πρότασις,1 ἔδειξεν.

“而我把包含中项的称为大端项,把处于中项之下的称为小端项。” 必须把所说的一切理解为是针对第一格而说的;因为现在所说的确实也是如此:在第一格中,包含中项的是大端项,而处于中项之下的是小端项;因为在这个格中,中项作为主词从属于一个端项,又作为谓词陈述于另一个端项。因为至少在第二格中,大端项和小端项都在中项之内,因为中项不处于任何端项之下;相反,在第三格中,中项不仅处于大端项之下,而且也处于小端项之下,因为没有任何端项在中项之内。而且他清楚地表明,在结论中作为谓词的词项,在前提中也是大端项,并且大前提正是根据它[而得名]的。

§1.33

"Ὑπαρχέτω γὰρ τὸ μὲν Α παντὶ τῷ Β, τὸ δὲ Β τινὶ τῷ Γ." Ἡ μὲν συζυγία τοῦ τρίτου ἀναποδείκτου, ὅς ἐστιν ἐπὶ μέρους καταφατικὸν ἔχων τὸ συμπέρασμα. εἰ γὰρ τὸ Β τινὶ τῷ Γ, τὸ τοῦ Γ ἐν ὅλῳ ἐστὶ τῷ Β·2 κατὰ παντὸς δὲ τοῦ Β τὸ Α· οὐδὲν ἄρα ἐστὶ τοῦ Β, καθ’ οὗ οὐ ῥηθήσεται τὸ Α· τὶ δὲ τοῦ Β ἐστὶ τὸ Γ· κατὰ τούτου ἄρα τὸ Α ῥηθήσεται. ὁμοίως δὲ ἕξει καὶ ὁ τέταρτος ἀναπόδεικτος ὁ ἔχων τὴν μὲν μείζονα καθόλου ἀποφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικήν. εἰ γὰρ εἴη τι τοῦ Γ ἐν ὅλῳ τῷ Β, τὸ δὲ Β ἐν μηδενὶ τῷ Α, τὸ Α τινὶ τῷ Γ οὐχ ὑπάρξει. τὶ μὲν γὰρ τοῦ Γ ὑπὸ τὸ Β· οὐδὲν δ’ ἔστι τοῦ Β λαβεῖν, καθ’ οὗ τὸ Α ῥηθήσεται· ὥστε οὐδὲ κατὰ τινὸς τοῦ Γ ἐκείνου, ὃ ἦν τι τοῦ Β. ὅμοιαι ταῖς τοιαύταις συναγωγαῖς γίνονται, καὶ εἰ ἀδιόριστον καταφατικὴν τὴν ἐλάττονα ποιήσαιμεν, τηρήσαιμεν δὲ τὴν μείζονα ποτὲ μὲν καθόλου καταφατικὴν ποτὲ δὲ καθόλου ἀποφατικήν. πάντες δὲ οἱ προειρημένοι τέλειοι· πάντες γὰρ τῷ κατὰ παντὸς μόνῳ ἢ κατὰ μηδενὸς προσχρώμενοι, ὅ ἐστι κείμενον, φανερὰν τὴν συναγωγὴν ἔχουσιν.

“因为设A属于一切B,而B属于某个C。” 这是第三个不可证明式[Darii]的配对,它是具有特称肯定结论的推论式。因为如果B属于某个C,那么属于C的事物作为一个整体就在B之内;而A陈述于一切B;因此在B之中没有任何事物不被A陈述;而C是B的某种事物;因此A将被陈述于此。具有全称否定大前提和特称肯定小前提的第四个不可证明式[Ferio]也是类似的情形。因为如果C的某种事物作为一个整体在B之内,而B不在任何A之内,那么A将不属于某个C。因为C的某种事物处于B之下,而在B之中无法选取任何被A陈述的事物;因此对于作为B的某种事物的那个C中的任何事物,A也同样不被陈述。如果我们使小前提成为不定肯定的,而将大前提有时保持为全称肯定、有时保持为全称否定,也会产生类似于这些推导的结果。并且前面提到的所有这些推论式都是完全的;因为它们全都仅通过使用作为预设的“陈述于一切”或“陈述于全无”,使得推导显而易见。

§1.34

"Ἐὰν δὲ πρὸς τὸν ἐλάσσονα ἄκρον τὸ καθόλου τεθῇ ἢ κατηγορικὸν ἢ στερητικόν, οὐκ ἔσται συλλογισμός." Λέγει μὲν περὶ συζυγιῶν τῶν ἐχουσῶν τὴν μὲν ἑτέραν πρότασιν καθόλου τὴν δὲ ἑτέραν ἐπὶ μέρους. εἰπὼν δὲ περὶ τούτων, ἐν αἷς τὸ καθόλου ἦν πρὸς τῇ μείζονι προτάσει, τὸ δὲ ἐπὶ μέρους πρὸς τῇ ἐλάττονι ὂν καταφατικόν, καὶ δείξας, ὅτι συλλογιστικαὶ αἱ τοιαῦται συζυγίαι, προσθεὶς δὲ καὶ τάς, ἐν αἷς ἀντὶ τοῦ ἐπὶ μέρους τὸ ἀδιόριστον ἔχει ἡ ἐλάττων πρότασις τῶν ἄλλων τῶν αὐτῶν μενόντων (δύο γὰρ καὶ οὕτως λαμβανομένης τῆς ἐλάττονος ἐγίνοντο συλλογισμοί), νῦν μετελήλυθεν ἐπὶ τὰς ἐναλλάξ. αὗται δέ εἰσιν αἱ ἔχουσαι τὴν ἐλάττονα πρότασιν καθόλου. γίνεται δὲ ταύτης οὔσης καθόλου ἡ μείζων πρότασις ἢ ἐπὶ μέρους ἢ ἀδιόριστος· οὔσης δὲ ταύτης ἐπὶ μέρους ἢ ἀδιορίστου ἀσυλλόγιστοι πᾶσαι αἱ συμπλοκαί, ὡς προειρήκαμεν. δείκνυσιν οὖν ἐκτιθέμενος τὰς συμπλοκὰς καὶ συζυγίας ταύτας, ὅτι εἰσὶν ἀσυλλόγιστοι, πάλιν χρώμενος τῇ τῆς ὕλης παραθέσει, ἐφ’ ἧς εὑρίσκεται τὰ ἐναντία συναγόμενα. τὸ δὲ κατὰ μέρος ὄντος εἶπεν ἀντὶ τοῦ ‘τῆς μείζονος’·3 αὕτη γὰρ γίνεται κατὰ μέρος.

“但是,如果全称前提不论是肯定的还是否定的都被置于小端项,那么将不会有推论。” 他正在论述那些具有一个全称前提和一个特称前提的配对。在论述了那些全称在大前提中、而特称在小前提中且是肯定的配对,并证明了这类配对具有推论性,并且在保持其他条件相同的情况下补充了那些小前提以不定代替特称的配对之后(因为即使小前提如此选取,也会产生两个推论),他现在转向了相反颠倒的配对。这些配对就是具有全称小前提的配对。当小前提是全称时,大前提要么是特称的,要么是不定的;但当大前提是特称或不定时,如我们先前所说,所有的结合都是非推论性的。因此,他列出这些结合与配对,再次通过并置被发现能推导出相反结论的具体素材,来证明它们是非推论性的。而他说“当作为特称时”,是用以代替“当大前提[作为特称时]”;因为正是这个大前提变成了特称。

语法注3 条
  1. 1.32παρὰ τοῦτον ἡ μείζων πρότασις

    介词παρά接宾格τοῦτον(指结论中的谓词,即大端项),表示标准或依据(“根据此”、“依照此”)。句末省略了诸如λέγεται或ἐστίν的动词,说明大前提之所以如此命名的依据。

  2. 1.33τὸ τοῦ Γ ἐν ὅλῳ ἐστὶ τῷ Β

    中性定冠词τὸ后接属格τοῦ Γ,构成名词化短语,意为“C的[某部分]事物”。这是将亚里士多德原文中的特称前提(τὸ δὲ Β τινὶ τῷ Γ)转述为包含关系:“属于C的事物作为一个整体在B之内”。

  3. 1.34τὸ δὲ κατὰ μέρος ὄντος εἶπεν ἀντὶ τοῦ ‘τῆς μείζονος’

    中性定冠词τὸ将亚里士多德原文(26a31)中的属格独立结构片段κατὰ μέρος ὄντος名词化,作为εἶπεν的宾语。介词短语ἀντὶ τοῦ后接属格τῆς μείζονος(省略了προτάσεως),说明亚里士多德在此处以抽象的“当作为特称时”替代了明确指称“大前提[作为特称时]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:60.7-61.21