- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:58.23-60.6
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了第一格中当前提一为全称另一为特称时有效推论(Darii与Ferio)的成立条件,并解释了亚里士多德关于小前提为否定或大前提为特称的非推论性配对的文句(26a17–20)。
" Εἰ δ’ ὁ μὲν καθόλου τῶν ὅρων ὁ δ’ ἐν μέρει πρὸς τὸν ἕτερον." Οὐκ ἀργῶς μοι δοκεῖ προστεθεικέναι τῷ ὁ δ’ ἐν μέρει τὸ πρὸς τὸν ἕτερον· δύναται γὰρ καὶ ἐν μιᾷ καὶ τῇ αὐτῇ προτάσει τῶν ὅρων ὁ μὲν καθόλου1 εἶναι ὁ δ’ ἐν μέρει, καθόλου μὲν ὁ ὑποκείμενος ὅλος λαμβανόμενος ἐν μέρει δὲ ὁ κατηγορούμενος, οὗ μέρος κατὰ τοῦ ὑποκειμένου λέγεται. οὐ γὰρ πᾶν ζῷον κατὰ ἀνθρώπου· μέρος γὰρ τοῦ ζῴου κατὰ παντὸς ἀνθρώπου ἐν τῇ προτάσει τῇ λεγούσῃ ‘πᾶς ἄνθρωπος ζῷον’· τὶ γὰρ ζῷον κατ’ ἀνθρώπου. ἀλλὰ καὶ ἡ ‘τὸ ζῷον κατά τινὸς ἐμψύχου’ ἔχει τὸν μὲν καθόλου τῶν ὅρων τὸν δ’ ἐν μέρει· διὰ τοῦτο καὶ ἡ ἀντιστροφὴ τῆς τοιαύτης προτάσεως ἐπὶ μέρους γίνεται. ἵν’ οὖν ἐν συμπλοκῇ προτάσεων δηλώσῃ τῶν ὅρων τὸ καθόλου καὶ ἐν μέρει καὶ μὴ ἐν προτάσει μιᾷ μηδ’ ἐν ἀντιστροφῇ προτάσεως, προσέθηκε τὸ πρὸς τὸν ἕτερον, τοῦτ’ ἔστιν ‘ὅταν οὖν καθόλου κατηγορῆταί τις ὅρος καὶ οὗτος ἄλλου τινὸς ἐπὶ μέρους κατηγορῆται’, ἢ ἔτι ἁπλούστερον ‘ὅταν ὁ αὐτὸς ὅρος πρὸς μὲν ἄλλον ὅρον καθόλου ᾖ πρὸς δὲ ἄλλον ἐπὶ μέρους ἐν τῇ προειρημένῃ συμπλοκῇ’· τοῦτον γὰρ τὸν τρόπον ἐπὶ μέρους αὐτοῦ λαμβανομένου γίνεται συζυγία καὶ συμπλοκὴ προτάσεων. εἰρηκὼς δὲ περὶ τῶν συζυγιῶν τῶν ἐν τῷ πρώτῳ σχήματι ἐκ δύο καθόλου μεταβαίνει πάλιν ἐπὶ τὰς συζυγίας, ἐν αἷς ἡ ἑτέρα πρότασις ἐπὶ μέρους ἐστὶ τῆς ἑτέρας οὔσης καθόλου, καὶ δείκνυσι, τίνες εἰσὶν αἱ τοιαῦται, καὶ πόσαι καὶ ποῖαι αὐτῶν συλλογιστικαί. καὶ πρῶτόν γε ταύτας ἐκτίθεται. δύο δ’ εἰσὶν αἱ δόκιμοι καὶ ἐν ταῖς τοιαύταις συζυγίαις, ἥ τε καθόλου καταφατικὴν τὴν μείζονα πρότασιν ἔχουσα τὴν δὲ ἐλάττονα ἐπὶ μέρους καταφατικὴν καὶ ἡ τῆς ἐλάττονος οὔσης ἐπὶ μέρους καταφατικῆς τὴν μείζονα ἔχουσα καθόλου ἀποφατικήν, ὧν ἀμφοτέρων ὁμοῦ ἐμνημόνευσεν εἰπὼν ὅταν μὲν τὸ καθόλου τεθῇ πρὸς τὸ μεῖζον ἄκρον ἢ κατηγορικὸν ἢ στερητικόν, τὸ δ’ ἐν μέρει πρὸς τὸ ἔλαττον κατηγορικόν, ἀνάγκη συλλογισμὸν εἶναι τέλειον. οὔσης μὲν γὰρ τῆς μείζονος καθόλου τε καὶ καταφατικῆς ἐπὶ μέρους καταφατικὸν ἔσται τὸ συναγόμενον, καθόλου δὲ ἀποφατικῆς ληφθείσης ἐκείνης ἐπὶ μέρους ἀποφατικὸν συναχθήσεται. τῷ γὰρ δεῖν τὴν ἑτέραν ἐπὶ μέρους εἶναι εἰλῆφθαι δὲ τὴν μείζονα καθόλου πάντως ἡ ἐλάττων ἐπὶ μέρους ἔσται· εἴρηκε δέ, ὅτι καὶ κατηγορική.
“但是,如果诸词项中一个是全称的,而另一个相对于另一个是特称的。” 在我看来,他给“另一个是特称的”加上“相对于另一个”并非徒劳;因为即便在同一个前提中,词项中一个也可能是全称的,而另一个是特称的——作为主词者因被整体地选取而为全称,作为谓词者因其一部分被陈述于主词而为特称。因为并非全部的动物都被陈述于人;因为在陈述“每个人都是动物”的前提中,动物的一部分被陈述于一切人;事实上,某种动物被陈述于人。而且,“动物[陈述]于某种有生命之物”也包含全称的词项与特称的词项;因此,这种前提的换位也是特称的。因此,为了在前提的结合中显明词项的全称性与特称性,而不是在单一前提中,也不是在前提的换位中显明,他加上了“相对于另一个”,即“因此,每当某个词项被全称地陈述,而这同一个词项又相对于另一事物被特称地陈述时”,或者更简单地说,“在上述结合中,每当同一个词项相对于一个词项是全称的,而相对于另一个词项是特称的时”;因为以这种方式特称地选取它时,才产生配对与前提的结合。在论述了第一格中由两个全称前提组成的配对之后,他再次转向其中一个前提是特称的而另一个是全称的那些配对,并表明这类配对有哪些,以及它们当中有多少种、是哪几种具有推论性。而且他首先列出了这些推论性的配对。在这样的配对中,成立的配对也是两种:一种以全称肯定为大前提,以特称肯定为小前提;另一种在小前提为特称肯定的同时,以全称否定为大前提。他通过说“每当全称[前提]相对于大端项被设定为肯定或否定,而特称[前提]相对于小端项被设定为肯定时,必然存在完全的推论”,同时提及了这两者。因为如果大前提是全称且肯定的,那么被得出的结论将是特称肯定的;如果大前提被取为全称否定的,那么将得出特称否定的结论。因为既然必须有一个前提是特称的,而大前提已被取为全称的,那么小前提就必然是特称的;并且他已经说明它也是肯定的。
"Ὅταν δὲ πρὸς τὸ ἔλαττον ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι, ἀδύνατον." Προειπὼν περὶ τῆς μείζονος προτάσεως, ὅτι καὶ στερητικῆς οὔσης αὐτῆς ἔσται συλλογισμός, ἐπήνεγκεν ὅταν δὲ πρὸς τὸ ἔλαττον, δῆλον ὅτι τὸ στερητικὸν μετατεθῇ, ὡς εἶναι ταύτην μὲν ἐπὶ μέρους ἀποφατικὴν τὴν δὲ μείζονα καθόλου μὲν ἢ καταφατικὴν δὲ ἢ ἀποφατικήν. τὸ δὲ καὶ ἄλλως πως ἔχωσι δηλωτικόν ἐστι τοῦ ‘ἂν ἡ μὲν μείζων τὸ ἐπὶ μέρους εἶναι μεταλάβῃ, ἡ δὲ ἐλάττων τὸ καθόλου· οὕτως γὰρ ἐχουσῶν οὐ γίνεται συλλογισμός. δύναται τὸ ὅταν δὲ πρὸς τὸ ἔλαττον καὶ ὅταν πρὸς τὸ ἔλαττον τὸ καθόλου μετενεχθῇ·2 καὶ ὅσον γε ἐπὶ τοῖς ἐπιφερομένοις τοῦτ’ ἔστι τὸ λεγόμενον μᾶλλον. καὶ εἴη ἂν τὸ ἢ καὶ ἄλλως πως ἔχωσιν οἱ ὅροι εἰρημένον ἐπὶ τῆς ἐλάττονος προτάσεως, ἂν μὴ μεταλάβῃ μὲν αὕτη τὸ καθόλου, μένουσα δὲ ἐπὶ μέρους ἀποφατικὴ ληφθῇ.
“但是,当[关系]相对于小端项,或者词项以其他某种方式联系时,是不可能的。” 他在预先论述了大前提(即即便它是否定的,推论也将存在)之后,接着补充了“但是,当相对于小端项时”,显而易见是指当否定性被转移到[小端项]时,从而这一小前提是特称否定的,而大前提则是全称肯定或全称否定的。而“或者以其他某种方式联系”则表示“如果大前提承担了特称的性质,而小前提承担了全称的性质”;因为当前提处于这种状态时,不会产生推论。“但是,当相对于小端项时”也可以指“当全称被转移到小端项时”;而且至少就接着讨论的内容而言,后一种说法更是所意指的。那么,“或者词项以其他某种方式联系”就是针对小前提而言的了,即小前提即便没有承担全称的性质,但保持为特称而被取为否定的情况。
- 1.30τῷ δεῖν τὴν ἑτέραν ἐπὶ μέρους εἶναι εἰλῆφθαι δὲ τὴν μείζονα καθόλου
与格冠词 τῷ(表示原因/根据的与格)说明主句的理由,统辖由 μέν(隐含)与 δέ 连接的两个不定式结构(δεῖν τὴν ἑτέραν ἐπὶ μέρους εἶναι 与 εἰλῆφθαι δὲ τὴν μείζονα καθόλου),构成“因其中一者必须是特称的且大前提已被取为全称”这一论证根据。
- 1.31δύναται τὸ ὅταν δὲ πρὸς τὸ ἔλαττον καὶ ὅταν πρὸς τὸ ἔλαττον τὸ καθόλου μετενεχθῇ
在动词 δύναται 之后省略了如 σημαίνειν(意指)之类的不定式。带冠词的引用短语 τὸ ὅταν δὲ πρὸς τὸ ἔλαττον 作主语,而 καὶ ὅταν... μετενεχθῇ 则补足其所指含义(即“也可以[意指]当全称被转移到小端项时”)。
