- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:4.14-6.1
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大论述了几何学如何通过抽象与论证训练对哲学做出贡献,以此排斥无用的逻辑学;随后指出分析学虽为工具,却因其目的——观照与真理——是人类与诸神的至善而配得上最高的重视。
ἀλλὰ καὶ τὰς τῶν νοητῶν διαφορὰς καὶ τὸν ἀριθμὸν τῶν γενῶν, οἷς πάντα τὰ ὄντα ὑποτάσσεται, διὰ τοῦ τῷ λόγῳ χωρίζειν τὰ συγκεχυμένα ποιεῖται,1 ἐπεὶ τά τε ἐννέα γένη ἐν ὑποκειμένῃ τῇ οὐσίᾳ ἐστὶ καὶ οὐ δύναται χωρὶς αὐτῆς ὑποστῆναι. καὶ πρὸς τούτῳ δὴ οὕτως ἀναγκαία ἦν ἡ γεωμετρία καὶ χρήσιμος, ἐθίζουσα χωρὶς μὲν περὶ γραμμῆς λέγειν ὡς φύσεώς τινος οὔσης καθ’ αὑτήν, χωρὶς δὲ περὶ ἐπιπέδου καὶ στερεοῦ, ὧν οὐδὲν ἔξω τοῦ φυσικοῦ σώματος οἷόν τε ὑποστῆναι. ἔτι δὲ συλλογισμοῖς τε καὶ ἀποδείξεσι πρὸς τὰς τῶν προκειμένων αὐτῇ δείξεις χρωμένη προσεθίζει καὶ ἐν τοῖς κατὰ φιλοσοφίαν μὴ ταῖς μυθώδεσι φλυαρίαις ἐπακολουθοῦντας πιστεύειν περὶ τῶν προκειμένων ἀλλ’ ἀποδείξεις αὐτῶν ἀπαιτεῖν καὶ μόνα ἡγεῖσθαι πιστὰ τὰ ἐξ αὐτῶν γνώριμα ἢ δι’ ἀποδείξεως τεθέντα. καὶ ἀναλογίαις δὲ καὶ συμμετρίαις χρῆται πρὸς τὰς τῶν οἰκείων δείξεις, δι’ ὧν πολλὰ καὶ τῶν κατὰ φιλοσοφίαν δείκνυται, ὧν οὐδὲν οἷόν τε παρὰ τῆς ἀχρήστου διαλεκτικῆς συντελοῦν εἰς φιλοσοφίαν λαβεῖν. διὸ καὶ ὡς παντάπασιν ἄχρηστός τε οὖσα καὶ περιττὴ δικαίως ἂν τῆς φιλοσόφου θεωρίας ἐξορίζοιτο. Οὐκ ἐπεὶ δὲ ὄργανον καὶ οὐ μέρος φιλοσοφίας ἡ ἀναλυτική, διὰ τοῦτο ἐλάττονός ἐστιν ἡμῖν σπουδῆς ἀξία· ἡ γὰρ σπουδὴ τῶν ὀργάνων τῇ τῶν γινομένων ἢ δεικνυμένων δι’ αὐτῶν ἀξίᾳ κρίνεται. πλείστου δὲ τὰ κατὰ φιλοσοφίαν ὄντα ἄξια δι’ ἀποδείξεως δείκνυται· τά τε γὰρ ἄλλα τὰ ἐν φιλοσοφίᾳ πάσης ἄξια σπουδῆς καὶ πρὸ τῶν ἄλλων ἡ θεωρία τε καὶ ἡ γνῶσις τῆς ἀληθείας· οἰκειοτάτη τε γὰρ τοῖς ἀνθρώποις ἡ ἀλήθεια καὶ μέγιστον ἀγαθόν. καὶ ὅτι μὲν οἰκειοτάτη, δῆλον ἐκ τοῦ ὥσπερ τῶν ἄλλων ζῴων ἑκάστῳ ἐστί τι οἰκεῖόν τε καὶ κατὰ φύσιν, τῷ μὲν τὸ τρέχειν, τῷ δὲ τὸ ἵπτασθαι, τῷ δὲ τὸ θηρᾶν, ἄλλῳ δὲ τὸ φυλάττειν, τῷ δὲ τὸ ἀχθοφορεῖν καὶ ἄλλῳ ἄλλο, οὕτως καὶ τῷ ἀνθρώπῳ οἰκεῖόν τε καὶ κατὰ φύσιν εἶναι ἐπιστήμην τε καὶ θεωρίαν· “πάντες γὰρ ἄνθρωποι τοῦ εἰδέναι ὀρέγονται φύσει”, οὗ σημεῖον τό τε τῶν αἰσθήσεων ταύτας προτιμᾶν, αἳ πλείονος αὐτοῖς γνώσεώς εἰσιν αἴτιαι, καὶ τὸ εὐθὺς ἐκ νέων φιληκόους τε καὶ φιλομύθους εἶναι· τὰ γὰρ παιδία σπουδάζει περὶ τὴν τῶν μύθων ἀκρόασιν, καίτοι μηδὲν ἄλλο παρὰ τὴν γνῶσιν αὐτῶν ἐκ τῶν μύθων λαμβάνοντα,2 καὶ κρίνεταί γε τὰ εὐφυέστερα αὐτῶν τῇ σπουδῇ τῇ περὶ τὴν τῶν μύθων ἀκρόασιν, ὡς οὔσης κατὰ φύσιν τοῖς ἀνθρώποις τῆς ἐπιστήμης τε καὶ γνώσεως. ἔτι δὲ ἐκ τοῦ τῇ τοῦ ἀληθοῦς γνώσει μάλιστά τε καὶ φανερώτατα τῶν ἄλλων ζῴων τὸν ἄνθρωπον διαφέρειν· τῶν μὲν γὰρ ἀρετῶν καὶ τῶν κατ’ αὐτὰς πράξεων ἔστιν ἴχνη τινὰ εὑρεῖν καὶ ἐν τοῖς ἀλόγοις ζῴοις (τὰ μὲν γὰρ αὐτῶν ἀνδρείας μετέχειν δοκεῖ, τὰ δὲ σωφροσύνης, τὰ δὲ δικαιοσύνης, ἤδη δέ τινα αὐτῶν καὶ φρόνιμα εἶναι προσυπείληπται, τὰ δέ τινα ἐλευθέρια, ὡς ἔνεστι μαθεῖν ἐκ τῆς Περὶ ζῴων ἱστορίας Ἀριστοτέλει γεγραμμένης ἐν βιβλίοις πλείοσιν), ἀληθείας δὲ καὶ τοῦ θεωρητικοῦ νοῦ παντάπασιν ἄγευστα τυγχάνει. ἀλλὰ καὶ μέγιστον τῶν ἀνθρωπίνων ἀγαθῶν ἡ θεωρία· “ἀλήθεια γὰρ πάντων μὲν ἀγαθῶν θεοῖς ἡγεῖται, πάντων δὲ ἀνθρώποις”. εἰ γάρ τι δεῖ περὶ τῶν ὑπὲρ ἡμᾶς ἀποφαίνεσθαι, οὐκ ἄλλην τινὰ τοῖς θεοῖς ἐνέργειαν ὑπάρχειν παρὰ ταύτην ὑποληπτέον· τὸ γὰρ κατά τινα τῶν ἄλλων ἀρετῶν αὐτοὺς ἐνεργεῖν λέγειν οὐδαμῶς ὁμολογούμενον, εἴ γε περὶ πάθη μὲν αἱ ἀρεταὶ τούτων οὖσαι μετρητικαὶ καὶ ταῦτα ῥυθμίζουσαι, ἀπαθὲς δὲ τὸ θεῖον. ἔτι δὲ αἱ μὲν ἠθικαὶ ἀρεταὶ μετὰ προαιρέσεως· ἐδείχθησαν γὰρ ἕξεις οὖσαι προαιρετικαί· ἀλλὰ μὴν ἡ προαίρεσις ὄρεξίς ἐστι βουλευτική, ἡ δὲ βουλὴ περὶ τῶν βουλευτῶν, βουλευόμεθα δὲ περὶ τῶν ἐφ’ ἡμῖν ἀδήλων δέ, πῶς ἀποβήσεται· περὶ δὲ τῶν κατὰ τὰς ἐπιστήμας οὐδεὶς βουλεύεται. εἰ τοίνυν μηδὲν ἐν τοῖς θεοῖς τῶν ὑπ’ αὐτῶν γινομένων ἄδηλον, πῶς ἀποβήσεται, οὐδ’ ἂν βουλευτόν τι ἐν αὐτοῖς εἴη·3 εἰ δὲ μὴ τοῦτο, οὐδὲ βουλή, εἰ δὲ μὴ βουλή, οὐδὲ προαίρεσις, εἰ δὲ μὴ προαίρεσις, οὐδ’ ἀρετὴ τοιαύτη.
不仅如此,通过用理性在思想上将混淆的事物区分开来,[哲学家]也确立了可理知事物的差异以及所有存在者所从属的诸类的数量;因为九个类都存在于作为底层的实体之中,且无法离开它而成立。正是在这一点上,几何学也是如此必然且有用,它使我们习惯于将线作为自身独立存在的某种本性单独加以论说,将面和体也单独加以论说,而其中没有任何一个能够在自然物体之外独立成立。此外,通过运用推论和证明来进行呈现在它面前的事物的证明,它还使我们习惯于在哲学的事理中,也不盲从神话般的胡言乱语去相信呈现在面前的事物,而是要求对它们进行证明,并且只将那些由其自身所为人知晓的、或通过证明所确立的事物视为可靠的。几何学在证明自身特有的对象时还运用比例与对称,通过它们,许多哲学上的事物也得到了证明;而在这些有助于哲学的事物中,没有任何一种能够从无用的辩证术那里获得。因此,作为完全无用且多余的东西,它理应被从哲学考察中驱逐出去。 并不是因为分析学是哲学的工具而非部分,我们对它的重视就因此较少;因为对工具的重视,乃是由通过它们所生成或所证明的事物的价值来判定的。而哲学中的事物具有最高的价值,且是通过证明来证明的;因为哲学中的其他事物固然值得一切专注,而在其他事物之先的,则是对真理的观照与认识;因为对于人类而言,真理最具有固有性,也是最大的善。而真理最具有固有性这一点,从以下事实即可看得很清楚:正如对于其他动物中的每一种都有某种固有且合乎自然的东西——对某一种是奔跑,对另一种是飞翔,对另一种是狩猎,对另一种是守卫,对另一种是负重,对其他动物则各具其他特征——,对于人类而言,科学与观照同样是固有且合乎自然的。“因为所有人在本性上都渴望求知”,其征兆就在于人们在各种感觉中偏爱那些能为他们带来更多认识的感觉,并且自幼就立即乐于倾听、爱好故事;因为小孩子们热衷于聆听故事,尽管他们除了从故事中获得关于它们的认识之外别无所获,而且他们之中天赋较高者正是由对聆听故事的热情来判定的,这表明科学与认识对于人类而言是合乎自然的。此外,这还可以从人类在认识真理上最显著、最明白地有别于其他动物这一事实中看出;因为虽然在无理性的动物中也能发现某些关于德性及依照德性所行之事的痕迹(它们之中的某些似乎分有了勇敢,某些分有了节制,某些分有了正义,甚至某些动物已被推定为具有实践智慧,某些具有慷慨,正如可以从亚里士多德在多卷中所撰写的《动物志》中了解到的那样),然而关于真理和观照的知性,它们却完全不曾领略过。而且观照也是人类诸善中最大的善;“因为真理为诸神引领一切善,也为人类引领一切善”。因为如果必须就超越我们的事物发表某种断言,就必须设想诸神除了这一活动之外不存在任何其他活动;因为断言他们按照其他任何德性活动是绝不能得到一致同意的,如果德性确实关涉情念、用以度量并调顺情念,而神性却是免于情念的。此外,伦理德性伴随着抉择;因为它们已被证明是抉择性的品质。然而抉择乃是审虑性的欲求,而审虑乃是关乎可审虑之事,我们在取决于我们自身、却在结局如何上并不明晰的事情上进行审虑;至于依据各门科学的事物,没有任何人会去审虑。因此,如果诸神之中由他们所产生的事物没有任何一件在结局如何上是不明晰的,那么在他们之中就不会有任何可审虑之事;如果没有这个,也就没有审虑;如果没有审虑,也就没有抉择;如果没有抉择,也就没有此类德性。
- 1.0ποιεῖται
主语未明示,但根据前一语块结尾处的 λαμβάνει 的语境,应补充“哲学家”作为主语。直接宾语为 τὰς τῶν νοητῶν διαφορὰς καὶ τὸν ἀριθμὸν τῶν γενῶν,而 διὰ τοῦ... χωρίζειν 则是表示手段的带冠词不定式短语。
- 1.0καίτοι μηδὲν ἄλλο παρὰ τὴν γνῶσιν αὐτῶν ἐκ τῶν μύθων λαμβάνοντα
中性复数现在分词 λαμβάνοντα 在性、数、格上与前文的主语 τὰ παιδία(孩子们)一致,并与 καίτοι 连用表示让步(“尽管他们除了从故事中获得关于它们的认识之外别无所获”)。
- 1.0εἰ τοίνυν μηδὲν ἐν τοῖς θεοῖς τῶν ὑπ’ αὐτῶν γινομένων ἄδηλον, πῶς ἀποβήσεται, οὐδ’ ἂν βουλευτόν τι ἐν αὐτοῖς εἴη
在条件从句中,ἄδηλον 作表语,间接疑问从句 πῶς ἀποβήσεται(“结局如何”)具体说明关于 τῶν ὑπ’ αὐτῶν γινομένων(“由他们产生的事物”)的不明晰之处。归结从句 οὐδ’ ἂν... εἴη 为带 ἄν 的潜能祈愿语气。
