← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§57.5-58.22

全称否定前提的无效性与推论成立的必要条件

亚历山大通过具体的词项反例论证了在第一格中两前提皆为全称否定的配对是非推论性的(26a9–12);在总结了全称前提的全部四种配对之后(26a13),他从限制在第一格以及通过将第二格化归为第一格这两个角度,探讨了亚里士多德关于“如果有推论,词项就必然像我们所说的那样联系”(26a14)这一论断。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.27

" Οὐδ’ ὅταν μήτε τὸ πρῶτον τῷ μέσῳ μήτε τὸ μέσον τῷ ἐσχάτῳ μηδενὶ ὑπάρχῃ." Μετελήλυθεν ἐπὶ τὴν ἐκ δύο καθόλου ἀποφατικῶν ἐν πρώτῳ σχήματι συζυγίαν, καὶ δείκνυσι καὶ ταύτην ἀσυλλόγιστον οὖσαν τῇ τῶν ὅρων πάλιν παραθέσει, ὧν παρὰ τὴν διαφορὰν καὶ παντὶ καὶ μηδενὶ ὑπάρχον φαίνεται τὸ Α τῷ Γ. αἰτία δὲ τοῦ μηδὲν συνάγεσθαι ἐν τῇ τοιαύτῃ συζυγίᾳ συλλογιστικῶς, ὅτι ὁ μέσος οὐδεμίαν ἔχει σχέσιν πρὸς οὐδέτερον τῶν ἄκρων, ἀλλ’ οὕτως ἔχει, ὡς εἰ καὶ τὴν ἀρχὴν μηδὲ ἐλήφθη·1 παρὰ δὲ τοῦτον ὁ συλλογισμός· οὕτως γὰρ ἔχοντος αὐτοῦ δύναται καὶ πίπτειν ὑπὸ τὸ Α τὸ Γ καὶ μὴ πίπτειν. εἰ μὲν γὰρ τὸ Α ἐπιστήμη τὸ δὲ Β γραμμὴ τὸ δὲ Γ ἰατρική, ἀληθῶν οὐσῶν ἀμφοτέρων τῶν προτάσεων καθόλου ἀποφατικῶν ἡ ἐπιστήμη τῇ ἰατρικῇ πάσῃ ὑπάρξει. εἰ δὲ ἀντὶ τῆς ἰατρικῆς μονὰς τεθείη ἢ λίθος, αἱ μὲν προτάσεις ὁμοίως ἀληθεῖς, οὐδεμιᾷ δὲ ἐπιστήμη μονάδι ὑπάρξει οὐδὲ λίθῳ.

“当第一项不属于任何中项,中项也不属于任何末项时[也不会产生推论]。” 他转而讨论在第一格中由两个全称否定[前提]组成的配对,并通过再次列举词项表明这一配对也是非推论性的,由于这些词项的差异,甲显明既属于丙的一切,也不属于丙的任何事物。在这样的配对中不能推论地得出任何结论的原因在于,中项与两个端项中的任何一个都没有关联,而是处于这样一种状态,就如同最初根本没有被选取一样;而推论正是取决于中项。因为在中项处于这种状态时,丙既能够归入甲之下,也能够不归入其下。因为如果甲是知识,乙是线,丙是医术,那么尽管两个前提作为全称否定前提皆为真,知识却将属于全部的医术。但如果用单位或石头代替医术,前提同样为真,而知识却不属于任何单位,也不属于石头。

§1.28

"Καθόλου μὲν οὖν ὄντων τῶν ὅρων δῆλον ἐν τούτῳ τῷ σχήματι." Εἰρήκαμεν, ὅτι τεσσάρων οὐσῶν συζυγιῶν ἐν πρώτῳ σχήματι καθόλου τῶν προτάσεων λαμβανομένων δύο μὲν γίνονται συλλογιστικαὶ δύο δὲ ἀσυλλόγιστοι.

“因此很明显,当词项在这一格中是全称的时候。” 我们已经说过,当诸前提被取为全称时,第一格中存在四种配对,其中两种成为推论性的,两种成为非推论性的。

§1.29

"Καὶ ὅτι ὄντος τε συλλογισμοῦ τοὺς ὅρους ἀναγκαῖον ἔχειν, ὡς εἴπομεν." Ἀντιστρέψας εἶπε·2 καὶ γὰρ συλλογισμοῦ ὄντος ἐν πρώτῳ σχήματι ἐκ καθόλου προτάσεων ἀνάγκη τὴν εἰρημένην θέσιν καὶ τάξιν ἔχειν τοὺς ὅρους πρὸς ἀλλήλους, καὶ τῶν ὅρων οὕτως ἐχόντων καὶ κειμένων ἀνάγκη συλλογισμὸν εἶναι. ὅτι μὲν οὖν, εἰ καθόλου καταφατικὸν εἴη συμπέρασμα, ἀνάγκη ἐκ προτάσεων τοιούτων καὶ οὕτως κειμένων, ὡς ἐδείξαμεν, ἐν πρώτῳ σχήματι γίνεσθαι αὐτόν, δῆλον· ἐν ἄλλῳ γὰρ σχήματι οὐδὲν καθόλου συνάγεται καταφατικόν. πῶς δὲ ἔτι ἀληθὲς ἐπὶ τοῦ ἀποφατικοῦ καθόλου συμπεράσματος; δόξει γὰρ οὐκ ἀναγκαῖον εἶναι, εἰ ἔστι καθόλου ἀποφατικὸν συμπέρασμα συλλογιστικῶς γεγονός, καὶ τοὺς ὅρους οὕτως ἔχειν, ὡς εἰρήκαμεν, ἐν τῇ δευτέρᾳ συζυγίᾳ τῶν ἐν πρώτῳ σχήματι· δύναται γὰρ ταὐτὸν συμπέρασμα συλλογιστικῶς δειχθῆναι καὶ ἄλλως ἐχόντων τῶν ὅρων· καὶ γὰρ ἐν δευτέρῳ σχήματι τὸ καθόλου ἀποφατικὸν δείκνυται καὶ διχῶς γε· ὥστ’ οὐκ ἀληθὲς δόξει τὸ ὄντος τε συλλογισμοῦ τοὺς ὅρους ἀναγκαῖον ἔχειν, ὡς εἴπομεν. δεῖ οὖν προσυπακούειν, ἵν’ ἀληθὲς ᾖ τὸ λεγόμενον, τὸ ‘ἐν τούτῳ τῷ σχήματι’,3 ὡς προείρηκε διὰ τοῦ καθόλου μὲν οὖν ὄντων τῶν ὅρων δῆλον ἐν τούτῳ τῷ σχήματι· ὥστε καὶ ἃ ἐπιφέρει περὶ τῶν ἐν τούτῳ τῷ σχήματι λέγει. δύναται δέ τις καὶ ἐπὶ τῶν ἐν τῷ δευτέρῳ σχήματι συλλογισμῶν τῶν τὸ καθόλου ἀποφατικὸν συναγόντων λέγειν τὸ εἰρημένον ἁρμόζειν· καὶ γὰρ καὶ ἐκεῖ, εἰ καὶ 〈μὴ〉 ἡ τάξις τῶν προτάσεων οὕτως κεῖται, ὡς ἄλλως ἐχόντων πρὸς ἀλλήλους τῶν ὅρων καὶ οὐχ ὡς ἐν τῷ πρώτῳ σχήματι, ἀλλὰ καὶ τότε δυνάμει οὕτως ἔχουσι. κατὰ γοῦν τὴν εἰς τὸ πρῶτον σχῆμα διὰ τῶν ἀντιστροφῶν τῶν προτάσεων ἀνάλυσιν δείκνυνται συλλογιστικαὶ οὖσαι αἱ συζυγίαι, ὥστε καὶ τότε οὕτως ἔχουσιν οἱ ὅροι πρὸς ἀλλήλους, ὡς εἴρηκεν ἐπὶ τῆς ἐν τῷ πρώτῳ σχήματι δευτέρας συζυγίας· εἰς γὰρ ταύτην ἀνάγονται οἱ καθόλου ἀποφατικὸν ἐν δευτέρῳ συνάγοντες σχήματι, ὡς προϊὼν δείξει.

“而且[很明显],如果有推论,词项就必然像我们所说的那样联系。” 他是通过换位来表述的;因为如果在第一格中由全称前提存在一个推论,词项就必然相互具有上述的位置和次序,并且当词项如此联系和设定时,就必然存在一个推论。因此很明显,如果结论是一个全称肯定,那么正如我们所表明的,〔推论〕必然在第一格中由这样的前提并由此类设定的前提产生;因为在其他格中不能得出任何全称肯定结论。但是对于全称否定的结论,这又如何仍是真的呢?因为即便存在一个推论地产生的全称否定结论,词项似乎也不必然像我们在第一格的第二种配对中所说的那样联系;因为当词项具有其他联系时,同样的结论也能够被推论地表明。因为在第二格中全称否定也能被表明,而且是以两种方式被表明;从而“如果有推论,词项就必然像我们所说的那样联系”这一说法似乎不真。因此,为了使所说的话为真,必须在上下文中心领神会地补足“在这一格中”,正如他先前通过“因此很明显,当词项在这一格中是全称的时候”所预先说明的那样;从而他接着补充的话也是针对这一格中的推论而言的。然而,有人也可以说,所说的话同样适用于第二格中得出全称否定的那些推论;因为在那里,即便前提的次序没有如此设定(由于词项相互之间具有不同的联系而非如第一格中那样),但在那时词项潜能上也是如此联系的。至少根据通过前提的换位而化归到第一格的方法,这些配对被表明是推论性的,从而在那时词项相互之间的联系,也正如他在第一格的第二种配对中所说的那样;因为在第二格中得出全称否定的那些推论被化归为这一配对,正如他在下文中将要表明的那样。

语法注3 条
  1. 1.27ὡς εἰ καὶ τὴν ἀρχὴν μηδὲ ἐλήφθη

    副词性宾格 τὴν ἀρχήν 在否定句或假设从句中是用作“根本”、“起初”的习惯用法。ὡς εἰ 引导比较条件从句(“就如同……一样”),καί 则起到强调作用(“就如同最初甚至根本没有被选取一样”)。

  2. 1.29Ἀντιστρέψας εἶπε

    分词 ἀντιστρέψας 意为“将[条件命题]换位之后”。在前面的 26a2–9 中讨论的是“如果词项处于这种状态,推论就成立/不成立”(词项状态→推论成立与否),而在 26a14 中则提出了相反方向的蕴涵:“如果有推论,词项就必然具有如此的配置”(推论的存在→词项的必然配置)。

  3. 1.29δεῖ οὖν προσυπακούειν, ἵν’ ἀληθὲς ᾖ τὸ λεγόμενον, τὸ ‘ἐν τούτῳ τῷ σχήματι’

    非人称动词 δεῖ 支配不定式 προσυπακούειν(“在上下文中补充领会/默会”),由中性定冠词 τὸ 引导的直接引语短语 τὸ ‘ἐν τούτῳ τῷ σχήματι’ 作其宾格宾语。插入的 ἵν’ ἀληθὲς ᾖ τὸ λεγόμενον 是目的从句。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:57.5-58.22