← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§55.8-57.4

第一格中全称肯定与全称否定组合的无效性

亚历山大解释了第一格中大前提为全称肯定、小前提为全称否定的配对(26a2)为何不能构成推论,借助代入具体质料得出相反结论及词项的外延关系来加以说明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.26

" Εἰ δὲ τὸ μὲν πρῶτον παντὶ τῷ μέσῳ ἀκολουθεῖ, τῷ δὲ ἐσχάτῳ τὸ μέσον μηδενί, οὐκ ἔσται συλλογισμός." Ἀκολουθεῖν μὲν εἶπε τὸ κατηγορεῖσθαι· τὸ γὰρ κατηγορούμενον ἀκολουθεῖ τῷ ὑπ’ αὐτό. εἰπὼν δὲ περὶ τῶν συλλογισμῶν τῶν ἐν πρώτῳ σχήματι συζυγιῶν, εἰ καθόλου εἶεν ἀμφότεραι αἱ προτάσεις, παρατίθεται καὶ τὰς ἀσυλλογίστους, αἳ γίνονται καθόλου τῶν προτάσεων οὐσῶν· τεσσάρων γὰρ γινομένων συζυγιῶν ἐν πρώτῳ σχήματι, εἰ ἀμφότεραι εἶεν αἱ προτάσεις καθόλου, αἱ μὲν δύο συλλογιστικαί τε εἰσι καὶ δόκιμοι, ἃς ἐξέθετο, αἱ δὲ δύο ἀσυλλόγιστοι, ἥ τε ἔχουσα τὴν ἐλάττονα ἀποφατικὴν τὴν δὲ μείζονα καταφατικήν, ἧς νῦν ἐμνημόνευσε, καὶ ἡ ἀμφοτέρας ἔχουσα ἀποφατικάς. τοῦ μὲν οὖν τὴν ἐκκειμένην συζυγίαν ἀσυλλόγιστον εἶναι αἴτιον, ὅτι ἡ ἐλάττων ἀποφατικὴ ἐλήφθη· εἰρήκαμεν γάρ, ὅτι ἀδύνατον ἐν πρώτῳ σχήματι συλλογισμὸν γενέσθαι ἀποφατικῆς οὔσης τῆς ἐλάττονος προτάσεως. ὅτι γὰρ οὕτως ἐχουσῶν τῶν προτάσεων οὐδὲν ἀναγκαῖον συνάγεται, ὅ ἐστιν ἴδιον συλλογισμοῦ, αὐτὸς μὲν δείκνυσι τῇ τῆς ὕλης παραθέσει· καὶ γὰρ καθόλου καταφατικὸν ἐπί τινος ὕλης δείξει δυνάμενον συνάγεσθαι καὶ πάλιν ἐπ’ ἄλλης καθόλου ἀποφατικόν, ὃ ἐναργέστατον σημεῖον τοῦ μηδεμίαν ἔχειν τὴν συζυγίαν ταύτην ἰσχὺν συλλογιστικήν, εἴ γε τά τε ἐναντία καὶ τὰ ἀντικείμενα ἐν αὐτῇ δείκνυται, ὄντα ἀλλήλων ἀναιρετικά. ἐν ᾗ γὰρ ἂν συζυγίᾳ καθόλου καταφατικὸν καὶ καθόλου ἀποφατικὸν δεικνύηται, ἐν ταύτῃ οὐδὲν οἷόν τε συνάγεσθαι συλλογιστικῶς τῷ δεῖν μὲν τὸ συναγόμενον συλλογιστικῶς ἐπὶ πάσης τε ὕλης τὸ αὐτὸ εἶναι καὶ ἔτι ἢ καθόλου καταφατικὸν εἶναι ἢ καθόλου ἀποφατικὸν ἢ ἐπὶ μέρους καταφατικὸν ἢ ἀποφατικὸν ἀναιρεῖσθαι δὲ τὰ μὲν καταφατικὰ ἀμφότερα1 ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ πάλιν δ’ αὖ τὰ ἀποφατικὰ ὑπὸ τοῦ καθόλου καταφατικοῦ. τοῦτο δὲ ἐμήνυσεν εἰπὼν ὥστ’ οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται ἀναγκαῖον, οὐχ ὅτι δέ, ἐὰν ἀντίφασις ἐν συζυγίᾳ τινὶ συναγομένη δειχθῇ, ἀναιρεῖται τὸ δύνασθαί τι ἐν αὐτῇ συνάγεσθαι συλλογιστικῶς.2 ἂν μὲν γὰρ καθόλου καταφατικὸν καὶ ἐπὶ μέρους ἀποφατικὸν συνάγηται, οὐδὲν κωλυθήσεται τὸ ἐπὶ μέρους καταφατικὸν συνάγεσθαι συλλογιστικῶς· ὑπ’ οὐδετέρου γὰρ τοῦτο τῶν κειμένων ἀναιρεῖται· ἂν δὲ ἡ ἑτέρα ἀντίφασις ἡ δεικνυμένη, δυνήσεται τὸ συλλογιστικῶς συναγόμενον εἶναι ἐπὶ μέρους ἀποφατικόν. ἀλλὰ περὶ μὲν τούτου μετ’ ὀλίγον ῥηθήσεται. νῦν δὲ ἡμεῖς προσθῶμεν καὶ τὴν αἰτίαν τοῦ ἀσυλλόγιστον εἶναι τὴν ἐκκειμένην. εἰ γὰρ τὸ Γ ἐν μηδενὶ τῷ Β, τὸ Β κατ’ οὐδενὸς τοῦ Γ· οὐδὲν ἄρα ἔσται λαβεῖν τοῦ Γ, καθ’ οὗ τὸ Β ῥηθήσεται· κεχώρισται δὴ τὸ Γ τοῦ Β καὶ κατ’ οὐδὲν αὐτῷ συνῆπται. τὸ δέ γε Α κατὰ παντὸς τοῦ Β κεῖται. ἀλλ’ ἐπεὶ τὸ κατὰ παντός τινος λεγόμενον δύναται καὶ ἐπὶ πλέον αὐτοῦ εἶναι· διὰ τοῦτο γὰρ καὶ ὁ κατηγορούμενος ὅρος μείζων καλεῖται· δύναται γὰρ τὸ Α τοιοῦτον ληφθῆναι, ὡς πᾶν τε τὸ Β περιειληφέναι καὶ ἔτι ἔχειν τινὰ μόρια ὑπερπίπτοντα τὴν περίληψιν τοῦ Β· οἷς δὴ ὑπερπίπτει τοῦ Β τὸ Α μέρεσιν αὐτοῦ, δύναται τούτοις καὶ τὸ Γ περιλαμβάνειν καὶ μὴ περιλαμβάνειν. γίνεται οὖν παρὰ τὴν τῆς ὕλης διαφορὰν τἀναντία ἀληθῆ ἐπὶ τῆς τοιαύτης τῶν προτάσεων συμπλοκῆς. αἱ δὲ οὕτως ἔχουσαι συμπλοκαὶ ἀσυλλόγιστοι. ἔστω γὰρ τὸ μὲν Α ζῷον τὸ δὲ Β ἄνθρωπος τὸ δὲ Γ ἵππος· ζῷον παντὶ ἀνθρώπῳ, ἄνθρωπος οὐδενὶ ἵππῳ, ζῷον παντὶ ἵππῳ· τῷ γὰρ ὑπερεκπίπτοντι τοῦ ἀνθρώπου τὸ ζῷον περιέχει καὶ τὸν ἵππον, οὐ κατὰ τὴν τοῦ μέσου κοινωνίαν τε καὶ αἰτίαν. ἐὰν δὲ ἀντὶ τοῦ ἵππου λίθος τεθῇ, ἡ μὲν ἀλήθεια τῶν προτάσεων ὁμοία· καὶ γὰρ τὸ ζῷον κατὰ παντὸς ἀνθρώπου, καὶ ὁ ἄνθρωπος κατ’ οὐδενὸς λίθου, 〈καὶ τὸ ζῷον κατ’ οὐδενὸς λίθου〉. ἀδόκιμος ἄρα ἡ συζυγία οὐκ αὐτὴ τὴν ὕλην εἰδοποιοῦσα ἀλλὰ συμμεταπίπτουσα τῇ ἐκείνης διαφορᾷ καὶ μηδὲν ἀναγκαῖον συνάγουσα ἐκ τῶν κειμένων. Εἰπὼν δὲ καὶ γὰρ παντὶ καὶ μηδενὶ ἐνδέχεται τὸ πρῶτον τῷ ἐσχάτῳ ὑπάρχειν ἐπήνεγκεν ὥστε οὔτε τὸ κατὰ μέρος οὔτε τὸ καθόλου γίνεται ἀναγκαῖον· οὐ γὰρ μόνον ἀναιρεῖται ὑπὸ τοῦ καθόλου ἀποφατικοῦ τὸ καθόλου καταφατικόν, ὡς εἰρήκαμεν, ἀλλὰ καὶ τὸ ἐπὶ μέρους καταφατικόν (ἡ γὰρ ἀντίφασις ἐν τούτοις), καὶ πάλιν ὑπὸ τοῦ καθόλου καταφατικοῦ οὐ τὸ καθόλου ἀποφατικὸν ἀναιρεῖται μόνον ἀλλὰ καὶ τὸ ἐπὶ μέρους ἀποφατικόν· ὥστε ἐν τῷ δεῖξαι τἀναντία συναγόμενα, ὅτι μηδὲ τῶν ἐπὶ μέρους τι συνάγεται κατὰ συλλογιστικὴν ἀνάγκην, ἔδειξεν.3

“但是,如果第一项伴随全部中项,而中项不伴随任何末项,就不会产生推论。” 他说“伴随”是指“被述及”;因为被述及者伴随从属于它的事物。在论述了两前提皆为全称时第一格中产生推论的诸种配对之后,他也列举了在诸前提为全称时产生的非推论性配对。因为如果两前提皆为全称,在第一格中会产生四种配对,其中两种是能产生推论且有效的,即他所陈述的那些,而另两种是非推论性的:一种是小前提为否定而大前提为肯定的配对,即他现在提到的这一种,另一种是两前提皆为否定的配对。所提出的配对是非推论性的原因在于,小前提被取为了否定前提;因为我们已经说过,在第一格中,如果小前提是否定的,就不可能产生推论。因为当诸前提处于这种状态时,不能必然得出任何结论(这正是推论的固有特征),这一点他自己通过陈述质料加以表明;因为他将表明,在某种质料上能够得出全称肯定结论,而在另一种质料上又能得出全称否定结论,这正是这种配对不具有任何推论效力的最明晰的标志,因为在其中表明了相反和对立的事物,而它们是相互排斥的。因为在任何表明了全称肯定与全称否定的配对中,都不可能推论地得出任何结论,这是因为,推论地得出的结论必须在一切质料上都是同一的,而且还必须要么是全称肯定,要么是全称否定,要么是特称肯定,要么是特称否定,然而肯定的两种都被全称否定所驳斥,反过来否定的两种又被全称肯定所驳斥。他通过说“从而无论是特称还是全称都不是必然的”指明了这一点。然而,这并不是说如果在某种配对中表明能得出矛盾对立,在其中能推论地得出某种结论的能力就被取消了。因为如果得出了全称肯定和特称否定,并不妨碍能推论地得出特称肯定结论(因为这并不被已设定的两者中的任何一个所驳斥);而如果表明的是另一组矛盾对立,那么推论地得出的结论就能够是特称否定。但关于这一点,稍后将会讨论。现在让我们也补充说明所提出的配对是非推论性的原因。因为如果丙不在任何乙之中,乙就不述及任何丙;因此在丙之中将找不到任何事物是乙可以述及的;丙确实已经与乙分离,并且在任何方面都不与它相联。然而甲被设定为述及一切乙。但是,由于述及某物之全体的事物也可以具有大于它的外延——正因如此,被述及的词项也被称为大端项——所以甲可以被取为这样的一类事物,它既包容全部的乙,又拥有超出乙之包容范围的某些部分;因此,甲凭借其超出乙的那些部分,既能够包容丙,也能够不包容丙。因此,在诸前提的这种结合中,由于质料的差异,相反的结论变成了真的。而处于这种关系的结合是非推论性的。因为设甲为动物,乙为人,丙为马:动物属于所有人,人不属于任何马,动物属于所有的马;因为凭借超出人的部分,动物也包容了马,而不是根据中项的共通与原因。但是如果用石头代替马,诸前提的真实性是类似的;因为动物述及所有人,人不述及任何石头,〈动物也不述及任何石头〉。因此,这种配对是无效的,它本身并不赋形于质料,而是随着质料的差异一同发生转变,并且不能从已设定的前提必然得出任何结论。他在说了“因为第一项既可能属于末项的一切,也可能不属于末项的任何事物”之后,接着说“从而无论是特称还是全称都不是必然的”;因为正如我们所说,不仅全称肯定被全称否定所驳斥,特称肯定也被驳斥(因为矛盾对立存在于这些之中),而且反过来,不仅全称否定被全称肯定所驳斥,特称否定也被驳斥;因此,通过表明能得出相反的结论,他表明了连特称结论中的任何一个也不能按照推论的必然性而得出。

语法注3 条
  1. 1.26τῷ δεῖν μὲν τὸ συναγόμενον συλλογιστικῶς ... ἀναιρεῖσθαι δὲ τὰ μὲν καταφατικὰ ἀμφότερα

    带冠词的不定式结构 τῷ δεῖν μὲν ... ἀναιρεῖσθαι δὲ ... 为表原因的与格,用以引入前文 οὐδὲν οἷόν τε συνάγεσθαι συλλογιστικῶς(不可能推论地得出任何结论)的理据。冠词 τῷ 同时统辖 δεῖν 与 ἀναιρεῖσθαι 构成并列对比,将有效推论的必然要求与相反命题将所有形式的结论均予以驳斥这一事实关联起来。

  2. 1.26οὐχ ὅτι δέ, ἐὰν ἀντίφασις ἐν συζυγίᾳ τινὶ συναγομένη δειχθῇ, ἀναιρεῖται τὸ δύνασθαί τι ἐν αὐτῇ συνάγεσθαι συλλογιστικῶς.

    固定短语 οὐχ ὅτι(“但这并不是说……”)用来引出对前述观点的限定与保留。其主句的主语是带冠词的不定式短语 τὸ δύνασθαί τι ἐν αὐτῇ συνάγεσθαι συλλογιστικῶς(在其中能推论地得出某种结论的能力),谓词动词是 ἀναιρεῖται,中间插入了条件从句 ἐὰν ... δειχθῇ。

  3. 1.26ὥστε ἐν τῷ δεῖξαι τἀναντία συναγόμενα, ὅτι μηδὲ τῶν ἐπὶ μέρους τι συνάγεται κατὰ συλλογιστικὴν ἀνάγκην, ἔδειξεν.

    该句为倒装语序,主句谓词动词 ἔδειξεν 被置于句末。介词短语 ἐν τῷ δεῖξαι 支配分词短语 τἀναντία συναγόμενα(得出相反结论),而 ὅτι 从句则是句末主谓动词 ἔδειξεν 的宾语从句,全句主干为:“通过表明得出相反结论,[亚里士多德]表明了连特称结论中的任何一个也不能得出”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:55.8-57.4