← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§53.26-55.7

第一格第一式与第二式的证明及字母的作用

亚历山大解释了亚里士多德借助字母呈现第一格第一式(Barbara)的原因及其必然性的自明性(完全且无待证明的推论),随后阐明了第一格第二式(Celarent)有效性的推导。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.24

" Εἰ γὰρ τὸ Α κατὰ παντὸς τοῦ Β καὶ τὸ Β κατὰ παντὸς τοῦ Γ." Ἐπὶ στοιχείων τὴν διδασκαλίαν ποιεῖται ὑπὲρ τοῦ ἐνδείξασθαι ἡμῖν, ὅτι οὐ παρὰ τὴν ὕλην γίνεται τὰ συμπεράσματα ἀλλὰ παρὰ τὸ σχῆμα1 καὶ τὴν τοιαύτην τῶν προτάσεων συμπλοκὴν καὶ τὸν τρόπον· οὐ γὰρ ὅτι ἥδε ἡ ὕλη, συνάγεται συλλογιστικῶς τόδε, ἀλλ’ ὅτι ἡ συζυγία τοιαύτη. τὰ οὖν στοιχεῖα τοῦ καθόλου καὶ ἀεὶ καὶ ἐπὶ παντὸς τοῦ ληφθέντος τοιοῦτον ἔσεσθαι τὸ συμπέρασμα δεικτικά ἐστιν. ἐδίδαξε δὲ ἡμᾶς, ὅτι τὸ ἐν ὅλῳ εἶναι ἕτερον ἐν ἑτέρῳ καὶ τὸ κατὰ παντὸς λέγεσθαι θάτερον θατέρου ταὐτόν ἐστι. χρησάμενος οὖν τῷ ἐν ὅλῳ ἐν τῇ τοῦ σχήματος ἐκθέσει μεταλαβὼν τῷ κατὰ παντὸς χρῆται, ἅ ἐστιν ἄμφω ἐν τῇ καθόλου καταφατικῇ προτάσει. ὑπομιμνήσκει δὲ ἡμᾶς, πῶς καὶ τὸ κατὰ παντὸς ἀπέδωκεν (“ὅταν γὰρ μηδὲν ᾖ λαβεῖν τοῦ ὑποκειμένου, καθ’ οὗ τὸ κατηγορούμενον οὐ ῥηθήσεται”), ὑπὲρ τοῦ ἐνδείξασθαι, ὅτι οὐδενὸς ἔξωθεν ἐπὶ τῆς τοιαύτης συναγωγῆς χρεία πρὸς τὸ φανερὸν γενέσθαι τὸ ἀναγκαῖον, ἀλλ’ ἱκανὰ τὰ κείμενα· τὸ γὰρ κατὰ παντός, ὅ ἐστι κείμενον καὶ εἰλημμένον διὰ τῶν προτάσεων, ἱκανὸν πρὸς τὴν δεῖξιν τῆς συναγωγῆς. διὰ τοῦτο καὶ τέλειοι οἱ οὕτως ἔχοντες συλλογισμοὶ καὶ κυρίως ἀναπόδεικτοι. ἔστω γὰρ μείζων μὲν ἄκρος τὸ Α, μέσος δὲ ὅρος τὸ Β, ἐλάττων δὲ ἄκρος τὸ Γ· εἰ τὸ Γ ἐν ὅλῳ τῷ Β, τὸ Β κατὰ παντὸς τοῦ Γ· ἀντιστρέφει γὰρ ταῦτα ἀλλήλοις· οὐδὲν ἄρα ἔστι λαβεῖν τοῦ Γ, καθ’ οὗ τὸ Β οὐ ῥηθήσεται. πάλιν εἰ τὸ Β ἐν ὅλῳ τῷ Α, τὸ Α κατὰ παντὸς τοῦ Β· οὐδὲν ἄρα τοῦ Β ἐστί, καθ’ οὗ οὐ λέγεται τὸ Α. εἰ οὖν οὐδὲν ἔστι λαβεῖν τοῦ Β, καθ’ οὗ τὸ Α οὐ λέγεται, τὶ δὲ τοῦ Β τὸ Γ ἐστίν, καὶ κατὰ τοῦ Γ ἐξ ἀνάγκης ῥηθήσεται. αὐτόθεν οὖν ἐναργὴς ἡ τῶν τοιούτων συλλογισμῶν συναγωγὴ γινομένη καὶ πιστουμένη διὰ τῶν κειμένων, τοῦ τε κατὰ παντὸς καὶ τοῦ κατὰ μηδενός, καὶ μηδενὸς ἔξωθεν ἄλλου προσδεομένη. χρῆται δὲ τῷ κατὰ παντὸς καὶ τῷ κατὰ μηδενὸς ἐν τῇ διδασκαλίᾳ, ὅτι διὰ τούτων γνώριμος ἡ συναγωγὴ τῶν λόγων, καὶ ὅτι οὕτως λεγομένων γνωριμώτερος ὅ τε κατηγορούμενος καὶ ὁ ὑποκείμενος, καὶ ὅτι πρῶτον τῇ φύσει τὸ κατὰ παντὸς τοῦ ἐν ὅλῳ αὐτῷ,2 ὡς προείρηται. ἡ μέντοι χρῆσις ἡ συλλογιστικὴ ἐν τῇ συνηθείᾳ ἀνάπαλιν ἔχει· οὐ γὰρ ἡ ἀρετὴ λέγεται κατὰ πάσης δικαιοσύνης, ἀλλ’ ἀνάπαλιν πᾶσα δικαιοσύνη ἀρετή. διὸ καὶ δεῖ κατ’ ἀμφοτέρας τὰς ἐκφορὰς γυμνάζειν ἑαυτούς, ἵνα τῇ τε χρήσει παρακολουθεῖν δυνώμεθα καὶ τῇ διδασκαλίᾳ.

“因为如果甲述及一切乙,且乙述及一切丙。” 他借助字母来进行讲授,是为了向我们表明,结论并不是由于质料而产生的,而是由于格以及前提的这种结合和式而产生的;因为并不是由于存在这种质料,才有此结论被推论地得出,而是由于这种配对具有如此性质。因此,字母能够表明:普遍地、始终并且在所取的任何事物上,结论都将具有如此性质。他曾教导我们,一物作为在整体中包含于另一物之中,与一物述及另一物的一切,乃是同一回事。因此,他在陈述该格时使用了“在整体之中”,随后转换说法使用了“关于一切”,这两者都属于全称肯定前提。他还提醒我们他是如何界定“关于一切”的(“因为无论何时,只要在主词中找不到任何事物是谓词所不能述及的”),这是为了表明,在这样的推导中,为了使必然性变得明显,根本不需要任何外在之物,而已设立的前提便已足够;因为通过诸前提所设立并取得的“关于一切”,对于表明推导而言就足够了。正因如此,处于这种关系的推论既是完全的,也是严格意义上的无待证明的。因为设大端项为甲,中项为乙,小端项为丙:如果丙作为在整体中包含于乙之中,那么乙就述及一切丙;因为这两者互为换位;因此在丙之中找不到任何事物是乙不能述及的。再次,如果乙作为在整体中包含于甲之中,那么甲就述及一切乙;因此在乙之中没有任何事物是甲不能述及的。因此,如果在乙之中找不到任何事物是甲不能述及的,而丙又是乙的某种事物,那么甲必然也将述及丙。因此,这类推论的推导通过已设立的前提,即“关于一切”和“关于无”,就直接变得自明且得到确证,不需要任何其他外在之物。他在讲授中使用“关于一切”和“关于无”,是因为通过这些表述,论述的推导是为人所熟知的,并且在这样表述时,谓词和主词也更为可知,还因为正如前文所述,对他而言在自然本性上“关于一切”先于“在整体之中”。然而,在日常习惯中的推论用法恰恰相反;因为人们并不是说德性述及一切正义,而是反过来说一切正义都是德性。因此,必须在两种表述方式上都锻炼自己,以便我们既能跟上习惯用法,又能跟上理论讲授。

§1.25

"Ὁμοίως δ’ εἰ καὶ τὸ μὲν Α κατὰ μηδενὸς τοῦ Β." Ἐκθέμενος τὸν πρῶτον συλλογισμὸν ἐν πρώτῳ σχήματι τὸν ἐκ δύο καθόλου καταφατικῶν καθόλου καταφατικὸν συνάγοντα τοῦ δευτέρου πάλιν μνημονεύει τοῦ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος καθόλου ἀποφατικὸν συνάγοντος καὶ φησίν, ὅτι ὁμοίως καὶ ἐπὶ τούτου ἐκ τοῦ κατὰ μηδενὸς καὶ ἐκ τοῦ κατὰ παντὸς γνώριμος ἡ συναγωγή. διὸ καὶ ἀναπόδεικτος καὶ τέλειος καὶ οὗτος. εἰ γὰρ κατὰ παντὸς τὸ Β τοῦ Γ, οὐδὲν ἔσται τοῦ Γ, καθ’ οὗ τὸ Β οὐ ῥηθήσεται· τὶ ἄρα ἐστὶ τὸ Γ τοῦ Β. ἂν δὴ τὸ Α κατὰ μηδενὸς λέγηται τοῦ Β, οὐδὲν ἔσται τοῦ Β, καθ’ οὗ κατηγορηθήσεται τὸ Α· ἦν δέ τι τοῦ Β καὶ τὸ Γ·3 κατ’ οὐδενὸς ἄρα τοῦ Γ τὸ Α.

“同样,如果甲不述及任何乙。” 他在陈述了第一格中的第一个推论——即由两个全称肯定前提得出全称肯定结论的推论——之后,再次提到了第二个推论,即由作为大前提的全称否定和作为小前提的全称肯定得出全称否定结论的推论;并且他说,在此情形中,推导同样借助“关于无”和“关于一切”而变得可知。正因如此,这个推论也是无待证明且完全的。因为如果乙述及一切丙,那么在丙之中将没有任何事物是乙不能述及的;因此丙是乙的某种事物。那么,如果甲不述及任何乙,在乙之中将没有任何事物是甲可以述及的;但丙原先正是乙的某种事物;因此甲不述及任何丙。

语法注3 条
  1. 1.24οὐ παρὰ τὴν ὕλην γίνεται τὰ συμπεράσματα ἀλλὰ παρὰ τὸ σχῆμα

    介词 παρά 支配宾格,表示原因或依据(“由于……”、“因……而”)。

  2. 1.24τὸ κατὰ παντὸς τοῦ ἐν ὅλῳ αὐτῷ

    属格 τοῦ ἐν ὅλῳ 是由其前的 πρῶτον 所支配的比较属格(“比在整体之中更为在先”)。与格 αὐτῷ 是指代亚里士多德的判断者与格(“对他而言”)。

  3. 1.25ἦν δέ τι τοῦ Β καὶ τὸ Γ

    未完成过去时 ἦν 用于在论证中回顾并确认先前已经确立的前提性事实(“丙原先是乙的某种事物”),即所谓的哲学性未完成过去时。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:53.26-55.7