← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§52.5-53.25

前提组合总数与第一格中的完全推论

亚历山大梳理了前提组合的总数(计入无规定前提为36种,排除则为16种,其中推论性4种、非推论性12种),并依对质料变化的依赖程度界定了有效结合的标准。随后他结合Bekker 25b32的文句,阐释了第一格的定义、中项的作用、产生完全推论的条件,以及“在整体中”与“关于一切被述说”这两种出发点的哲学差异。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#7

εἰ δὲ εἴη πάλιν ἡ μείζων καθόλου ἀποφατική, πάλιν ἓξ ἄλλαι συμπλοκαὶ τῆς ἐλάττονος ἑξαχῶς αὐτῇ, καθ’ ἃ προειρήκαμεν, συντίθεσθαι δυναμένης. ἑξαχῶς δὲ πάλιν συντεθήσεται ἡ ἐλάττων τῇ μείζονι, κἂν ἀδιόριστος καταφατικὴ ληφθῇ. ὁμοίως δὲ καὶ ἰσαχῶς καὶ ἀδιορίστου αὐτῆς ἀποφατικῆς ληφθείσης. τὸν αὐτὸν δὲ τρόπον καὶ ἐπὶ μέρους λαμβανομένης ποτὲ μὲν καταφατικῆς ποτὲ δὲ ἀποφατικῆς. μεταπιπτούσης 〈δὴ〉 ἑξαχῶς τῆς μείζονος καὶ γινομένης καὶ αὐτῆς ποτὲ μὲν καθόλου καταφατικῆς ποτὲ δὲ καθόλου ἀποφατικῆς ποτὲ δὲ ἀδιορίστου καταφατικῆς ἢ ἀποφατικῆς ποτὲ δὲ ἐπὶ μέρους ἢ καταφατικῆς ἢ ἀποφατικῆς, τῷ καθ’ ἑκάστην διαφορὰν ἑξαχῶς αὐτῇ τὴν ἐλάττονα συντίθεσθαι1 ἔσονται ἑξάκις ἓξ αἱ πᾶσαι τῶν προτάσεων ἐν τούτῳ τῷ σχήματι συμπλοκαί. αἱ αὐταὶ δὲ καὶ ἐν τοῖς ἄλλοις δύο. ἐξαιρουμένων δὲ τῶν ἀδιορίστων ἔσονται αἱ πᾶσαι συμπλοκαὶ τετράκις τέσσαρες, αἳ γίνονται ις, ἐξ ὧν ὑφαιρουμένων τεσσάρων τῶν συλλογιστικῶν αἱ καταλειπόμεναι γίνονται ἀσυλλόγιστοι συζυγίαι δώδεκα. συλλογιστικαὶ δὲ καὶ δόκιμοι συζυγίαι λέγονται αἱ μὴ συμμεταβάλλουσαι τῇ τῆς ὕλης διαφορᾷ μηδὲ ἄλλοτε ἀλλοῖον συνάγουσαι τε καὶ δεικνύουσαι ἀλλὰ αἰεὶ καὶ ἐπὶ πάσης ὕλης ὅμοιόν τι καὶ ταὐτὸν εἶδος ἐν τῷ συμπεράσματι φυλάττουσαι. ἡ δὲ συμμεταπίπτουσα τῇ ὕλῃ καὶ συμμετασχηματιζομένη καὶ ἄλλοτε ἀλλοῖον καὶ μαχόμενον ἴσχουσα τὸ συμπέρασμα ἀσυλλόγιστός τε καὶ ἀδόκιμος συζυγία, ὡς ἄνθρωπος ἀδόκιμος ὁ μὴ ἑστὼς τὴν γνώμην μηδὲ βέβαιος. Ποιούμενος δὲ τὸν λόγον ἐπὶ τοῦ πρώτου σχήματος πρῶτον διὰ παραδείγματος αὐτό, ὁποῖόν ἐστιν, ἐνεδείξατο εἰπὼν ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καὶ τὸν μέσον ἐν ὅλῳ τῷ πρώτῳ εἶναι ἢ μὴ εἶναι· ταῦτα γὰρ παραδείγματα, τὸ μὲν τοῦ πρώτου συλλογισμοῦ τὸ δὲ τοῦ δευτέρου. εἴη δ’ ἂν ὁ λόγος τοῦ πρώτου σχήματος, περὶ οὗ λέγει, ὃν ἑξῆς ἀποδέδωκε λέγων περὶ τοῦ μέσου ὅρου· ἐν ᾧ γὰρ σχήματι ὁ μέσος “αὐτός τε ἐν ἄλλῳ ἐστὶ καὶ ἄλλος ἐν τούτῳ”, τοῦτό ἐστι πρῶτον σχῆμα· ὁ γὰρ μέσος ἐν τούτῳ τοῦ μὲν κατηγορεῖται τῶν ὅρων, τῷ δὲ ὑπόκειται. μέσου δὲ λόγον οὐ καθόλου ἀποδέδωκεν, ἀλλὰ τοῦ ἐν πρώτῳ σχήματι. εἴη δ’ ἂν καθόλου μέσος ὅρος ἐν συζυγίᾳ ὁ δὶς λαμβανόμενος καὶ ὁ ἐν ἀμφοτέραις ὢν ταῖς προτάσεσι καὶ καθ’ ὃν κοινωνοῦσιν αἱ ἐν ταῖς συζυγίαις προτάσεις ἀλλήλαις. ἐδήλωσε δὲ διὰ τῆς λέξεως καὶ τὴν αἰτίαν τοῦ πρῶτον εἶναι σχῆμα τοῦτο εἰπὼν ἀνάγκη τῶν ἄκρων εἶναι συλλογισμὸν τέλειον· ἐν ᾧ γὰρ οἱ τέλειοι συλλογισμοί, τοῦτο εἰκότως σχῆμα πρῶτον. οὐ τοῦτο δὲ λέγει, ὅτι, ἐν ᾗ συζυγίᾳ ὁ μέσος “καὶ αὐτὸς ἐν ἄλλῳ ἐστὶ καὶ ἄλλος ἐν τούτῳ” καὶ ἔχει ὁ μέσος καὶ τὴν θέσιν μέσην, ὅτι πάντως αὕτη συλλογιστικὴ2 καὶ συλλογισμὸς τέλειος ἐξ αὐτῆς γίνεται· ἐπεὶ οὕτως γε ἔσονται πᾶσαι αἱ ἐν τούτῳ τῷ σχήματι συζυγίαι συλλογιστικαί· ἀλλὰ τὸ λεγόμενόν ἐστιν ‘ὅταν οὕτως ἔχωσιν, ὡς προείρηκεν’. παρατιθέμενος δὲ πῶς, εἶπεν ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ καὶ τὸν μέσον ἐν τῷ πρώτῳ εἶναι ἢ μὴ εἶναι· τότε γὰρ οὕτως ἐχουσῶν τῶν προτάσεων τῶν ἄκρων συλλογισμὸς γίνεται πρὸς ἀλλήλους τέλειος. συλλογισμὸν δ’ εἶπε νῦν τὸ συμπέρασμα.3 ποιεῖται δὲ τὴν ἀρχὴν τῆς τῶν συλλογισμῶν διδασκαλίας ποτὲ μὲν ἀπὸ τοῦ ἐν ὅλῳ ποτὲ δὲ ἀπὸ τοῦ κατὰ παντός, ἐπεὶ ἑκάτερον αὐτῶν ἀρχή τίς ἐστι καὶ πρῶτον. τὸ μὲν γὰρ ἐν ὅλῳ ἀρχὴ καὶ πρῶτον πρὸς ἡμᾶς· ἡμῖν γὰρ γνωριμώτερα τὰ ἐν ὅλῳ καὶ ὑποκείμενα μᾶλλον τῶν ἐπὶ πλέον λεγομένων· ἐγγυτέρω γὰρ τῶν αἰσθητῶν ταῦτα. τὸ δὲ κατὰ παντὸς πάλιν τῇ φύσει πρῶτον· κοινότερον γὰρ καὶ γενικώτερον· τὰ δὲ κοινὰ τῇ φύσει πρῶτα, οὕτως δὲ καὶ ἀρχαί.

另一方面,如果大前提再次是全称否定的,那么小前提如我们之前所说能够以六种方式与它相结合,就再次有另外六种结合。而且即使〔大前提〕取为无规定肯定的,小前提也同样会以六种方式与大前提相结合。同样,若它〔大前提〕被取为无规定否定的,也以同样多的方式[结合]。当它被取为特称时,有时是肯定的,有时是否定的,也是同样的道理。因此,随着大前提以六种方式转变,其本身有时变为全称肯定,有时变为全称否定,有时变为无规定肯定或否定,有时变为特称肯定或否定,由于小前提依照每种差异都以六种方式与它相结合,在这一格中所有前提的结合将是六乘以六[即36]。在其余两格中也是同样数目。然而,若排除无规定前提,所有的结合将是四乘以四,即16个;从这些结合中减去四个推论性的结合,剩下的非推论性结合便是12个。推论性且合格的结合,乃是指那些不随质料的相异而改变,也不有时推导出并表明这种结果、有时推导出并表明另一种结果,而是在任何质料上始终在结论中保持某种相似且相同的形式的结合。至于那些随质料而改变、重塑自身,且具有时而如此、时而相异且相互矛盾的结论的结合,则是非推论性且不合格的结合,就像不合格的人是指心志不定且不稳固的人一样。 他在论述第一格时,首先通过一个例子指明了它究竟是什么样的,他说:“因此,当三个项互相关联,以至于最末项作为在整体中包含于中项之中,而中项作为在整体中包含或不包含于第一项之中时”;因为这些是例子,一个是第一个推论的例子,另一个是第二个推论的例子。而他所谈论的第一格的定义,应当是他随后在谈到中项时所给出的那个定义;因为中项“本身在另一个项之中,而另一个项又在它之中”的那个格,就是第一格;因为在这个格中,中项被述及其中一个词项,而作为另一个词项的主词。但他所给出的并不是中项的全称定义,而只是第一格中中项的定义。而在一般意义上,结合中的中项应当是被取两次的项,是存在于两个前提之中的项,也就是结合中的前提借以彼此相通的项。此外,他通过文句也阐明了这一格作为第一格的原因,他说:“必然有关于端项的完全推论”;因为包含完全推论的格,理所当然是第一格。但他所说的并不是:只要在中项“本身在另一个项之中,而另一个项又在它之中”且中项亦占据居中位置的任何结合中,这种结合就绝对是推论性的,且必然由它产生完全推论——因为要是那样的话,这一格中的所有结合至少都会是推论性的了——相反,他的意思乃是:“当它们如他之前所说的那样关联时”。在列明具体如何关联时,他说“以至于最末项作为在整体中包含于中项之中,而中项包含或不包含于第一项之中”;因为正是当诸前提如此关联时,端项之间才产生互相关联的完全推论。而他在这里是将“结论”称为“推论”。他在推论教学的起点上,有时从“在整体之中”出发,有时从“关于一切被述说”出发,因为它们各自都是某种本原和在先之物。因为“在整体之中”对于我们而言是本原和在先的;因为对于我们来说,包含在整体之中的事物和作为主词的事物,比起那些外延更广的事物更为可知,因为这些事物更接近可感觉之物。相反,“关于一切被述说”在自然本性上是在先的;因为它是更普遍、更具属相性质的;而普遍的事物在自然本性上是在先的,因而在这种意义上也是本原。

语法注3 条
  1. 1.23τῷ καθ’ ἑκάστην διαφορὰν ἑξαχῶς αὐτῇ τὴν ἐλάττονα συντίθεσθαι

    带冠词不定式(τῷ ... συντίθεσθαι)构成的表原因/理由的与格结构。它与前文的独立属格结构(μεταπιπτούσης ... τῆς μείζονος ...)相配合,说明主句 ἔσονται ἑξάκις ἓξ αἱ πᾶσαι ... συμπλοκαί(所有的结合将是六乘以六)的成立理由。

  2. 1.23οὐ τοῦτο δὲ λέγει, ὅτι, ἐν ᾗ συζυγίᾳ ὁ μέσος “καὶ αὐτὸς ἐν ἄλλῳ ἐστὶ καὶ ἄλλος ἐν τούτῳ” καὶ ἔχει ὁ μέσος καὶ τὴν θέσιν μέσην, ὅτι πάντως αὕτη συλλογιστικὴ

    接续词 ὅτι 的重叠再开结构。在 οὐ τοῦτο λέγει, ὅτι... 之后,由于插入了关系从句及附加条件,从属连词 ὅτι 再次出现以恢复主线。整句表达否定:“他所说的并不是:凡是中项处于这种关系的结合就绝对都是推论性的”。

  3. 1.23συλλογισμὸν δ’ εἶπε νῦν τὸ συμπέρασμα

    动词 εἶπε 带双宾格的结构(把X称为Y)。带有定冠词的 τὸ συμπέρασμα(结论)充当直接宾语,不带冠词的 συλλογισμόν(推论)作补足语谓格,意即“他在这里把‘结论’称为‘推论’”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:52.5-53.25