← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§50.17-52.5

第一格的四个推论式与结论决定规则

亚历山大论述了第一格的四个推论式,以及结论从大前提获得质、从小前提获得量的决定规则,并进一步梳理了包含无规定前提时的组合及全部三十六种配对。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.23#6

διὸ καὶ τέσσαρες συλλογισμοὶ τοῦ πρώτου σχήματος· ἢ γὰρ καθόλου οὖσα ἡ ἐλάττων καταφατικὴ συνταχθήσεται τῇ μείζονι οὔσῃ καὶ αὐτῇ καθόλου καταφατικῇ, ἢ μένουσα αὐτὴ καθόλου καταφατικὴ τῇ μείζονι καθόλου ἀποφατικῇ συντεθήσεται, ἢ γενομένη ἐπὶ μέρους καταφατικὴ συνταχθήσεται τῇ μείζονι ποτὲ μὲν καθόλου καταφατικῇ οὔσῃ ποτὲ δὲ καθόλου ἀποφατικῇ. Τὸ δὲ συμπέρασμα ἀεὶ ἐν τῷ πρώτῳ σχήματι παρὰ μὲν τῆς μείζονος προτάσεως τὸ ποιὸν ἕξει· ὁποία γὰρ ἂν ἡ μείζων ᾖ, ἄν τε καταφατικὴ ἄν τε ἀποφατική, καὶ τὸ συμπέρασμα τοιοῦτον ἔσται· τὸ δὲ ποσὸν παρὰ τῆς ἐλάττονος· καθόλου μὲν γὰρ οὔσης τῆς ἐλάττονος ἔσται καὶ τὸ συμπέρασμα καθόλου, εἰ δὲ ἐπὶ μέρους ἐκείνη, ἐπὶ μέρους καὶ τὸ συμπέρασμα. ὁρίζεται δὴ τὸ συμπέρασμα ὑπὸ τοῦ ἐν ἑκατέρᾳ προτάσει ἀορίστου,1 ὃ καὶ αὐτὸ μαρτύριον ἂν εἴη τοῦ ἐκ τῶν τεθέντων γίνεσθαι τὸν συλλογισμόν, τοῦτ’ ἔστιν ἐκ τῶν συγχωρουμένων· συγχωρεῖται γὰρ ταῦτα, ἃ καὶ μὴ συγχωρηθῆναι δύναται· ἃ δέ ἐστιν ἀναγκαῖα καὶ ὧν ἀναιρουμένων οὐκ ἂν γένοιτο συλλογισμός, ταῦτα οὐκ ἂν εἴη τιθέμενα καὶ συγχωρούμενα. ὅτι οὖν ἐκ τῶν τεθέντων, δῆλον ἐκ τοῦ τούτοις ὅμοιον γίνεσθαι τὸ συμπέρασμα τοῖς συγχωρηθεῖσιν, οὐ τοῖς ἐξ ἀνάγκης ὑπάρχουσιν. καὶ γὰρ εἰ τῷ ὡρισμένῳ τῶν προτάσεων ἐγίνετο ὅμοιον τὸ συμπέρασμα, ἀεὶ ἂν ταὐτό τε καὶ ἓν συνήγετο (καθόλου γὰρ καταφατικόν, καταφατικὸν μὲν διὰ τὴν ἐλάττω, καθόλου δὲ διὰ τὴν μείζω), καὶ οὐκ ἂν ἄλλο τι οἷόν τ’ ἦν δεῖξαι συλλογιστικῶς ἐν πρώτῳ σχήματι. ἔτι οὕτως γίνεται τὸ τῷ χείρονι τῶν λαμβανομένων ὅμοιον γίνεσθαι τὸ συμπέρασμα.2 ὅταν μὲν οὖν ἀμφότεραι αἱ προτάσεις ὦσι καθόλου τε καὶ καταφατικαί, καὶ τὸ συμπέρασμα γίνεται τοιοῦτον, καὶ εἰκότως ἂν ὁ τοιοῦτος συλλογισμὸς τὴν πρώτην ἔχοι τάξιν ἔχων ἐν τῷ συμπεράσματι καὶ τὸ ἐν τῷ ποσῷ καὶ τὸ ἐν τῷ ποιῷ βέλτιον. μεταπεσούσης δὲ τῆς μείζονος εἰς τὸ καθόλου ἀποφατικὸν ὁ δευτέραν ἔχων τάξιν· τὸ γὰρ ἐν τῷ ἰδίῳ τοῦ συλλογισμοῦ βέλτιον ἔχει πάλιν οὗτος ὁ συλλογισμός, εἰ καὶ μὴ ἀμφότερα· τὸ γὰρ καθόλου. ἂν δὲ ἡ ἐλάττων μεταπέσῃ καὶ ἐπὶ μέρους γένηται, καθόλου μὲν καταφατικῆς οὔσης τῆς μείζονος ἐπὶ μέρους δὲ τῆς ἐλάττονος καταφατικὸν ἔσται τὸ συμπέρασμα, καὶ τρίτος οὗτος τῇ τάξει συλλογισμὸς πλεονεκτῶν τοῦ μετ’ αὐτὸν τῷ ἐν τῷ ποιῷ βελτίονι· καταφατικὸς μὲν γὰρ οὗτος, ἐκεῖνος δὲ ἀποφατικός. ὅταν δὲ οὔσης τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικῆς ἡ μείζων γένηται καθόλου ἀποφατική, γίνεται τὸ συμπέρασμα ἐπὶ μέρους ἀποφατικόν, καὶ ἔσχατος οὗτος συλλογισμὸς ἐν τῷ πρώτῳ σχήματι τοῦ μὲν κατὰ τὸ ποσὸν τοῦ δὲ κατὰ τὸ ποιὸν τοῦ δὲ κατ’ ἄμφω ἐλαττούμενος τῶν πρὸ αὐτοῦ.3 καὶ τοσαῦται μὲν αἱ ἐν τῷ πρώτῳ σχήματι συλλογιστικαὶ συζυγίαι, καὶ οὕτως εὑρίσκονται, εἰ ἐπὶ τῶν διωρισμένων προτάσεων λαμβάνοιντο. εἰ δὲ καὶ τὰς ἐξ ἀδιορίστων συζυγίας συναριθμοῦμεν, δύο ἄλλοι συλλογισμοὶ ἐν πρώτῳ σχήματι εὑρεθήσονται τῆς ἐλάττονος ἀδιορίστου καταφατικῆς λαμβανομένης καὶ συντασσομένης ποτὲ μὲν τῇ μείζονι καθόλου οὔσῃ καταφατικῇ, ἧς συζυγίας τὸ συμπέρασμα ἀδιόριστον καταφατικὸν ἔσται, ποτὲ δὲ τῇ μείζονι καθόλου ἀποφατικῇ ληφθείσῃ, ἧς τὸ συμπέρασμα ἀδιόριστον ἀποφατικόν. ἀδύνατον γὰρ τῆς μείζονος ἀδιορίστου ληφθείσης συλλογισμὸν γενέσθαι. αἰεὶ δὲ δοκεῖ τὸ συμπέρασμα ὅμοιον γίνεσθαι τῷ χείρονι τῶν ἐν ταῖς προτάσεσιν εἰλημμένων καὶ κατὰ τὸ ποσὸν καὶ κατὰ τὸ ποιόν. Τοσαῦται μὲν οὖν ἐν τῷ πρώτῳ σχήματι αἱ συλλογιστικαὶ συζυγίαι. αἱ δὲ πᾶσαι ἐν τῷ πρώτῳ σχήματι καὶ ἐν τοῖς ἄλλοις δύο ἔσονται συζυγίαι, εἰ καὶ τὰς ἀδιορίστους συναριθμοίη τις, λϛʹ, καθ’ ἕκαστον σχῆμα ἑξαχῶς τῆς ἑτέρας προτάσεως συντιθεμένης τῇ ἑτέρᾳ ὁμοίως καὶ αὐτῆς ἑξαχῶς λαμβανομένης. οὔσης μὲν γὰρ τῆς μείζονος καθόλου καταφατικῆς ἓξ ἔσονται συζυγίαι τῆς ἐλάττονος ἢ καθόλου καταφατικῆς λαμβανομένης ἢ καθόλου ἀποφατικῆς ἢ ἐπὶ μέρους καταφατικῆς ἢ ἐπὶ μέρους ἀποφατικῆς ἢ ἀδιορίστου καταφατικῆς ἢ ἀποφατικῆς.

因此,第一格的推论也是四个;因为小前提或者是全称肯定的,且与本身也是全称肯定的大前提相组合,或者是本身保持全称肯定而与全称否定的大前提相结合,或者是变为特称肯定而与有时是全称肯定有时是全称否定的大前提相组合。而在第一格中,结论总是从大前提获得质;因为无论大前提是何种性质,是肯定的还是否定的,结论也将是如此的;但量则是从小前提获得;因为如果小前提是全称的,结论也将是全称的,而如果小前提是特称的,结论也将是特称的。因此,结论是由各前提中不定的那一面所决定的,而这本身也将成为推论产生于所设立之物(即所承认之物)的明证;因为被承认的乃是那些也可以不被承认的事物;而那些必然的、若被取消推论便不会产生的事物,则不会是所设立和所承认的事物。因此,推论产生于所设立之物,由结论变得与这些被承认的事物相似、而非与出于必然存在的事物相似这一点便很清楚。因为如果结论变得与前提中确定的那一面相似,那么所推导出的将始终是同一且单一的命题(即全称肯定命题;因为因小前提而是肯定的,因大前提而是全称的),从而在第一格中就不可能通过推论证明任何其他东西了。此外,结论变得与所取前提中较差的一方相似,也是这样发生的。因此,当两个前提既是全称的又是肯定的时候,结论也变成如此,而这样的推论由于在结论中拥有在量和质两方面都更好的特征,理所当然占有第一位。但当大前提转变为全称否定时,便有占第二位的推论;因为这一推论即使没有兼备两方面,也再次拥有了推论固有属性中更好的那一面,即全称。但如果小前提转变而成为特称的,在大前提是全称肯定而小前提是特称时,结论将是肯定的,且这一推论在次序上位列第三,在质上以更好的特征优于其后的推论;因为这个推论是肯定的,而那个推论是否定的。但当小前提是特称肯定而大前提变为全称否定时,结论便成为特称否定,且这一推论在第一格中处于末位,比起先于它的那些推论,相对于其中一个在量上逊色,相对于另一个在质上逊色,相对于再一个则在两方面都逊色。第一格中的推论性结合就是这么多,并且如果在限定前提的情况下考察,它们就是这样被发现的。但如果我们也把由无规定前提构成的结合计算在内,那么在第一格中还将发现另外两个推论:小前提取为无规定肯定,且有时与全称肯定的大前提相组合(该结合的结论将是无规定肯定),有时与所取的全称否定的大前提相组合(其结论将是无规定否定);因为若大前提被取为无规定的,就不可能产生推论。而结论似乎在量和质两方面都始终变得与前提中所取的较差的一方相似。因此,第一格中的推论性结合就是这么多。然而,如果有人把无规定前提也计算在内,那么在第一格和其余两格中的所有结合都将是三十六个,在每一个格中,一个前提都以六种方式与另一个前提相结合,而这另一个前提本身同样以六种方式被取。因为当大前提是全称肯定时,随着小前提被取为全称肯定、全称否定、特称肯定、特称否定、无规定肯定或[无规定]否定,将会有六种结合。

语法注3 条
  1. 1.23ὁρίζεται δὴ τὸ συμπέρασμα ὑπὸ τοῦ ἐν ἑκατέρᾳ προτάσει ἀορίστου

    此处的 τὸ ἀόριστον 并非指“无规定命题(不定命题)”,而是指在前文论述中指出的状态,即大前提中的质(肯定/否定)和小前提中的量(全称/特称)各自未预先固定而是不定的。该短语表达了一种句法与逻辑关系:正是各前提中这一可变、可任选的方面直接规定了结论的质与量。

  2. 1.23ἔτι οὕτως γίνεται τὸ τῷ χείρονι τῶν λαμβανομένων ὅμοιον γίνεσθαι τὸ συμπέρασμα

    带定冠词的不定式短语 τὸ ... ὅμοιον γίνεσθαι τὸ συμπέρασμα 作主要动词 γίνεται 的主语,意为“结论变得与所取前提中较差的一方相似这一情况,也是这样发生的”。

  3. 1.23τοῦ μὲν κατὰ τὸ ποσὸν τοῦ δὲ κατὰ τὸ ποιὸν τοῦ δὲ κατ’ ἄμφω ἐλαττούμενος τῶν πρὸ αὐτοῦ

    分词 ἐλαττούμενος 支配表示比较(或次序上的劣后)的属格。属格短语 τοῦ μὲν ... τοῦ δὲ ... τοῦ δὲ 作为整体短语 τῶν πρὸ αὐτοῦ(先于它的三个推论)的部分同位成分并列出现,分别指代第二推论(在量上逊色)、第三推论(在质上逊色)和第一推论(在两方面均逊色)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:50.17-52.5