- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:416.17-417.17
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在52b14中提出的由于错误设定矛盾对立项而导致的误导,亚历山大阐明了当错误地将一个中介项假定为与两个对立项分别构成矛盾时,如何会推导出本不成立的假推从结论(即Β推从于Δ)。
" Συμβαίνει δὲ ἐνίοτε καὶ ἐν τῇ τοιαύτῃ τάξει τῶν ὅρων ἀπατᾶσθαι διὰ τὸ μὴ τὰ ἀντικείμενα λαμβάνειν ὀρθῶς, ὧν ἀνάγκη παντὶ θάτερον ὑπάρχειν." Δείξας, τίς ἡ ἀκολουθία ἅμα δύο ἀντιφάσεων, ὅτι, ἐὰν τῷ τῆς ἑτέρας μέρει τὸ τῆς ἑτέρας μόριον ἀκολουθῇ μὲν μὴ μέντοι καὶ ἀντιστρέφῃ, ὅτι καὶ ἔμπαλιν1 τῷ καταλειπομένῳ μορίῳ τῆς ἑτέρας ἀντιφάσεως, ἧς εἵπετο θάτερον μόριον [τῆς ἑτέρας ἀντιφάσεως], ἀκολουθήσει πάλιν τὸ λοιπὸν τῆς ἑτέρας μόριον καὶ οὐκ ἀντιστρέψει (δύο γὰρ ἀντιφάσεων οὐσῶν τῆς Α Β καὶ Γ Δ, ἂν ἕπηται τῷ Γ τὸ Α, μηκέτι δὲ καὶ τῷ Α τὸ Γ, ἀκολουθήσει μὲν καὶ τῷ Β τὸ Δ, οὐ μὴν ἀντιστρέφει· οὐ γὰρ καὶ τῷ Δ τὸ Β), νῦν φησιν, ὅτι, εἰ μὴ καλῶς ληφθεῖεν αἱ ἀντιθέσεις καὶ ἀντιφάσεις, ὡς μήτε ἄμφω τῷ αὐτῷ καὶ παντὶ θάτερον ἐξ ἀνάγκης, δόξει τῷ Γ τοῦ Α ἑπομένου καὶ τῷ Δ τὸ Β ἕπεσθαι, ὃ ἐδείχθη μὴ οὕτως ἔχον. τῷ γὰρ εἶναι μὴ λευκὸν οὐκ ἀκολουθεῖ μὲν ἀεὶ ἡ ἁπλῆ ἀπόφασις τὸ μὴ εἶναι λευκόν, ᾗτινι αὕτη αἰεὶ ἠκολούθει,2 ὡς ἐδείχθη, δόξει δὲ ἀκολουθεῖν, ἐὰν μὴ ὀρθῶς αἱ ἀντιφάσεις ληφθῶσιν. ἂν γάρ τις λάβῃ δύο ἀντιφάσεις τὴν Α Β καὶ Γ Δ, λάβῃ δὲ καὶ τῷ Γ ἕπεσθαι τὸ Α καὶ μὴ ἀντιστρέφειν, δόξει καὶ τῷ Δ ἕπεσθαι τὸ Β παρὰ τὸ μὴ ὑγιῶς αὐτὸν τὰς ἀντιθέσεις ποιήσασθαι. εἰ γὰρ λάβοι ἀμφοτέρων ἀποφατικὸν τῶν Α Β ἅμα τὸ Ζ, ὁμοίως δὲ καὶ ἀμφοτέρων τῶν Γ Δ πάλιν ἀποφατικὸν τὸ Θ,3 εἶτα οἴοιτο ἀμφοτέρων ἅμα ἀποφατικὰ εἶναι καὶ ἑκατέρου αὐτῶν ἀποφατικὰ εἶναι καὶ πρὸς ἑκάτερον αὐτῶν ἀντίφασιν ποιεῖν τὸ μὲν Ζ καὶ πρὸς τὸ Α ἰδίᾳ καὶ πρὸς τὸ Β, ὁμοίως τὸ Θ καὶ πρὸς τὸ Γ καὶ τὸ Δ, καὶ λαμβάνοι, ἐπεὶ ἀντίφασις τὸ Α καὶ Ζ, ἐξ ἀνάγκης παντὶ αὐτῶν θάτερον, καὶ πάλιν ἐπεὶ ἀντίφασις τὸ Γ καὶ Θ, καὶ τούτων ἐξ ἀνάγκης θάτερον, ἦν δὲ κείμενον τῷ Γ ἀκολουθεῖν τὸ Α, τῷ Ζ, ὃ καταλείπεται τῆς Α Ζ ἀντιφάσεως, ἀκολουθήσει τὸ Θ, ὃ τῆς ἑτέρας τῆς Γ Θ ἀντιφάσεως ὑπολείπεται. εἰ γὰρ ἀντιφάσεων οὐσῶν τῶν Α Ζ καὶ Γ Θ τῷ Γ τὸ Α ἕπεται, λείπεται τῷ Ζ ἕπεσθαι τὸ Θ, καθὼς δέδεικται πρὸ ὀλίγου. τούτων δ’ οὕτως ἐχόντων πάλιν ἐπεὶ ἀντίφασις τό τε Ζ Β καὶ τὸ Θ Δ, καὶ τούτων ἐξ ἀνάγκης παντὶ τῷ ληφθέντι θάτερον ὑπάρξει· κεῖται δὲ τῷ Ζ τὸ Θ ἕπεσθαι· ἀκολουθήσει ἄρα καὶ τῷ Δ τῷ ὑπολειπομένῳ ἐκ τῆς Θ Δ ἀντιφάσεως τὸ ὑπολειπόμενον ἐκ τῆς ἑτέρας ἀντιφάσεως τῆς Ζ Β· τοῦτο δέ ἐστι τὸ Β· ὥστε καὶ τῷ Δ τὸ Β, ἀκολουθεῖν κειμένου τῷ Γ, ὃ ἦν ἀντικείμενον τῷ Δ, τοῦ Α, ὃ ἀντέκειτο τῷ Β. ἐδείχθη δέ, ὅτι οὕτως ἐχόντων οὐ τῷ Δ τὸ Β, τὸ δὲ Δ τῷ Β ἀκολουθήσει.
“然而,在词项的这种排列中,有时也会由于未能正确地取得对立项(它们两者之一必然属于每一事物)而产生误导。” 在指明了同时存在两组矛盾对立时的推从关系是怎样的——即如果后者的一个部分推从于前者的一个部分且并不换位,那么反过来对于后一矛盾对立(其另一部分曾推从)中所留下的那个部分,前一矛盾对立所剩余的部分也将随后推从且不换位(因为当存在两组矛盾对立Α-Β与Γ-Δ时,若Α推从于Γ,而Γ不再同样推从于Α,则Δ也会推从于Β,但并不换位;因为Β并不也推从于Δ)——之后,他现在指出:如果未能以既非两者同属于同一事物、且两者之一必然属于每一事物的方式恰当地选取对立与矛盾对立,那么在Α推从于Γ时,Β似乎也将推从于Δ,而这已被证明并非如此。因为在“是非白”上,单纯的否定“不是白”并非总是推从的(尽管正如先前所证明的,前者总是推从于这后者),但如果未能正确选取矛盾对立,它似乎就会推从。因为,如果有人设定了Α-Β与Γ-Δ这两组矛盾对立,并设定Α推从于Γ且不可换位,那么由于他未能合理地设立对立,Β似乎也会推从于Δ。因为,如果他把Ζ同时取作Α与Β两者的否定项,同样地又把Θ取作Γ与Δ两者的否定项,进而以为它们既同时是两者的否定项,也是它们各自的否定项,并且Ζ分别与Α和与Β构成矛盾对立,同样地Θ也与Γ和与Δ构成矛盾对立,并且他认定:既然Α与Ζ是一组矛盾对立,则它们两者之一必然属于每一事物,再次,既然Γ与Θ是一组矛盾对立,则这些之中也必然有一者属于每一事物,而先前设定了Α推从于Γ,那么在Α-Ζ这一矛盾对立中所留下的Ζ上,就将推从另一矛盾对立Γ-Θ中所留下的Θ。因为如果Α-Ζ与Γ-Θ是矛盾对立,且Α推从于Γ,正如不久前所证明的,所剩下的就是Θ推从于Ζ。在这些情况如此成立时,由于Ζ-Β与Θ-Δ又是矛盾对立,因此这两者之一也必然属于所取的任何事物;而设定了Θ推从于Ζ;因此在从矛盾对立Θ-Δ中所留下的Δ上,也将推从从另一矛盾对立Ζ-Β中所留下的项;而这就是Β;其结果是,在设定了原本对立于Β的Α推从于原本对立于Δ的Γ的前提下,Β也将推从于Δ。但是已经证明,在如此情形下,并不是Β推从于Δ,而是Δ推从于Β。
- 2.300Δείξας, τίς ἡ ἀκολουθία ... ὅτι, ἐὰν ... ὅτι καὶ ἔμπαλιν
分词短语 Δείξας 后接间接疑问句(τίς ἡ ἀκολουθία),其具体内容由 ὅτι 引导的解释从句说明;但在插入条件从句(ἐὰν ...)后,在 καὶ ἔμπαλιν 之前再次重复了 ὅτι(复指性 ὅτι)。主句始于 νῦν φησιν, ὅτι ...
- 2.300τῷ γὰρ εἶναι μὴ λευκὸν οὐκ ἀκολουθεῖ μὲν ἀεὶ ἡ ἁπλῆ ἀπόφασις τὸ μὴ εἶναι λευκόν, ᾗτινι αὕτη αἰεὶ ἠκολούθει
阴性与格关系代词 ᾗτινι 的先行词是 ἡ ἁπλῆ ἀπόφασις(及其同位语 τὸ μὴ εἶναι λευκόν,“不是白”)。按传世底本文脉,主格代词 αὕτη 指向另一项(“是非白”);但前面证明过的学说(Arist. An. Pr. 52a1–6)实则相反,即“不是白”总是推从于“是非白”而非反之,此处抄本传统中两项位置发生了颠倒。
- 2.300εἰ γὰρ λάβοι ... εἶτα οἴοιτο ... καὶ λαμβάνοι ... ἦν δὲ κείμενον ... τῷ Ζ ... ἀκολουθήσει τὸ Θ
复合条件句的结构:条件从句由一系列希求法动词(λάβοι, οἴοιτο, λαμβάνοι)构成,表达一系列错误的假设,中途插入了直陈式过去的既定前提(ἦν δὲ κείμενον),而主句的归结从句则采用直陈式将来时(ἀκολουθήσει τὸ Θ),表示从这些假设中必然推导出的(尽管是谬误的)结果。
