← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§417.17-418.20

复合否定与专有矛盾对立否定的区分

根据亚里士多德的原论(52b14),亚历山大批判了将两者的复合否定(如“既非善亦非非善”)误当作单个矛盾对立项之专有否定的错误,论证了严格确立矛盾对立的必要性。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.300#2

λύων δὴ τοῦτο καὶ δεικνύς, παρὰ τί τοῦ ψεύδους ἡ δεῖξις γέγονε, φησὶν οὐ γὰρ ἴσως ἀνάγκη παντὶ τὸ Α ἢ τὸ Ζ ἢ πάλιν τὸ Ζ ἢ τὸ Β. λέγει δὲ διὰ τούτων, ὅτι μὴ ὑγιῶς ἐλήφθη ἡ ἀμφοτέρων ἅμα ἀπόφασις καὶ ἑκατέρου αὐτῶν ἰδίᾳ ἀπόφασις οὖσα·1 τὸ γὰρ Ζ ἦν ἀπόφασις τῶν ἀντιφατικῶς ἀλλήλοις ἀντικειμένων. εἴη γὰρ ἂν τὰ Α Β ἀγαθὸν καὶ οὐκ ἀγαθόν, ἡ ἀπόφασις αὐτῶν τὸ ‘οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθόν’, ὃ οὔτε τοῦ ἀγαθοῦ ἰδίως ἀπόφασίς ἐστιν οὔτε τοῦ οὐκ ἀγαθοῦ. τοῦ γὰρ ‘οὐκ ἀγαθόν ἐστιν’ ἀπόφασις τὸ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν’ ἀλλ’ οὐ τὸ ‘οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθόν ἐστιν’· διαφέρει γὰρ ταῦτα ἀλλήλων. ὥστε οὐ δεόντως ἀντιφάσεις ἐλήφθησαν τό τε Α Ζ καὶ τὸ Γ Θ. ὁμοίως καὶ εἰ εἴη τὸ Α Β ἴσον καὶ οὐκ ἴσον, ἡ ἀπόφασις αὐτῶν ‘οὔτε ἴσον οὔτε οὐκ ἴσον’. ὁ αὐτὸς λόγος καὶ ἐπὶ τοῦ Γ Δ· οὐδὲ γὰρ τούτων ἑκατέρου ἰδία ἀπόφασις ἦν τὸ Θ, ἀλλ’ ἅμα ἀμφοτέρων. εἰ γὰρ ἦν ἄνισον καὶ οὐκ ἄνισον, ἡ ἀπόφασις ἦν αὐτῶν ‘οὔτε ἄνισον οὔτε οὐκ ἄνισον’, καὶ εἰ ἦν [ἂν] καλὸν καὶ οὐ καλόν, [καὶ] ἡ ἀπόφασις αὐτῶν ‘οὔτε καλὸν οὔτε οὐ καλόν’, καὶ εἰ ἦν ‘ἔστιν οὐ λευκόν’ καὶ ‘οὐκ ἔστιν οὐ λευκόν’, 〈ἡ〉 ἀπόφασις αὐτῶν ‘οὔτε ἔστιν οὐ λευκὸν οὔτε οὐκ ἔστιν οὐ λευκόν’. δύο γὰρ ἀποφάσεις εἰσὶν ἐν τῇ ‘οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθόν’, ὁμοίως καὶ ἐν τῇ ‘οὔτε ἴσον οὔτε οὐκ ἴσον’ καὶ ἐν τῇ ‘οὔτε ἄνισον οὔτε οὐκ ἄνισον’· αἱ δὲ δύο ἀποφάσεις οὐκ ἂν εἶεν μιᾶς προτάσεως καὶ καταφάσεως ἀπόφασις. Ὅτι δὲ μὴ ἀντιφάσεις τὰ τοιαῦτα, δεικνύοιτο ἂν καὶ διὰ τοῦ τὰς ἀμφοτέρων ἀποφάσεις τῷ ἑτέρῳ μέρει τῆς ἀντιφάσεως αἰεὶ συμψεύδεσθαι·2 αἰεὶ μὲν γὰρ καὶ ἐπὶ παντὸς ψευδὴς ἡ ἀμφοτέρων ἀπόφασις· οὐ γὰρ οἷόν τέ τι ἅμα καὶ οὐκ ἀγαθὸν καὶ οὐχὶ οὐκ ἀγαθὸν εἶναι. ὁποτέρα 〈ἂν〉 οὖν τῆς ἀντιφάσεως ἀληθὴς ᾖ, 〈ἡ〉 ἀμφοτέρων ἀπόφασις μετὰ τῆς ἀντικειμένης τῇ ἀληθεῖ αἰεὶ ψευδὴς ἔσται. ἔτι δ’ εἰ ἐπὶ πάντων ψευδὴς ἡ ἀμφοτέρων ἀπόφασις, ὅταν ἐπί τινος τοῦ αὐτοῦ πρὸς ἑκάτερον μόριον τῆς ἀντιφάσεως, ὧν ἀμφοτέρων ἐστὶν ἀπόφασις, ἀντιτιθῆται ὡς ἀντίθεσιν πρὸς αὐτὰ ποιοῦσα, ἔσται ἑκατέρα ἐκείνων ἀληθής, καὶ ἡ κατάφασις καὶ ἡ ἀπόφασις. εἰ δὲ τοῦτο, ἅμα ἀληθὴς ἡ ἀντίφασίς ἐστιν, ἀλλὰ καὶ ἅμα ψευδής. εἰ γὰρ ἀντίφασις τὸ ἀγαθὸν καὶ τὸ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθόν, καὶ ἐφ’ οὗ ψεῦδος τὸ ἀγαθὸν εἶναι, ἐπὶ τούτου ψεῦδος καὶ τὸ οὔτε ἀγαθὸν οὔτε οὐκ ἀγαθὸν εἶναι, ἅμα ψευδὴς ἔσται ἡ ἀντίφασις ἐπὶ τοῦ αὐτοῦ. † καθ’ οὗ δὲ ἡ ἀντίφασις. ταῦτα δὲ καθόλου παρέθετο πρὸς ἔνδειξιν τοῦ δεῖν ἀκριβῶς τὰς ἀντιθέσεις καὶ ἀντιφάσεις λαμβάνειν, ἐπεὶ δόξει τοῖς μὴ μετ’ ἐπιστάσεως λαμβάνουσιν ἄλλως τινὰ ἔχειν δύνασθαι τῶν ἀποδεδειγμένων.

于是,为了解明这一点并指明错误的证明是由何产生的,他说:“因为也许并非必然对任何事物,要么Α要么Ζ,或反过来要么Ζ要么Β[属于它]。”他借由这些话指明:将对两者的同时否定当作亦是对它们各自的单独否定,这一做法是不健全的;因为Ζ原本是互为矛盾对立项的两者的否定。因为假定Α与Β是“善”与“非善”,那么它们的否定将是“既非善亦非非善”,而这既不是“善”的单独否定,也不是“非善”的单独否定。因为“是非善”的否定是“不是非善”,而不是“既非善亦非非善”;因为这两者互不相同。因此,Α-Ζ与Γ-Θ并未被正当地作为矛盾对立来选取。同样,如果Α与Β是“相等”与“不相等”,它们的否定就是“既非相等亦非不相等”。这一道理在Γ-Δ上同样适用;因为Θ也不是这两者中每一项的单独否定,而是两者的同时否定。因为如果[它们]是“不等”与“非不等”,它们的否定就是“既非不等亦非非不等”;如果它们是“美”与“非美”,它们的否定就是“既非美亦非非美”;如果它们是“是非白”与“不是非白”,它们的否定就是“既非是非白亦非不是非白”。因为在“既非善亦非非善”中存在两个否定,同样在“既非相等亦非不相等”中以及在“既非不等亦非非不等”中也是如此;然而两个否定绝不可能成为单个命题与肯定命题的否定。并且,此类项并非矛盾对立,这一点也可以通过“对两者的否定总是与矛盾对立中的另一部分一同为假”来证明;因为对两者的否定总是且在所有事物上都是假的;因为任何事物都不可能既是非善同时又不是非善。因此,无论矛盾对立的哪一部分为真,对两者的否定与那个跟真项相对立的部分都将一同始终为假。此外,如果对两者的否定在所有事物上都是假的,那么当在某个同一事物上,它作为对矛盾对立的各部分构成对立项而与各部分相对立时(它原是对这两者的否定),那些项中的每一方——即肯定命题与否定命题——都将为真。而如果这样,矛盾对立就同时为真,而且也同时为假。因为,如果“善”与“既非善亦非非善”是一组矛盾对立,而在“是善”为假的场合,在它上面“既非善亦非非善”也为假,那么矛盾对立将在同一事物上同时为假。†而矛盾对立所针对的。他总体上提出这些,是为了表明必须精确地选取对立与矛盾对立,因为对于未能全神贯注加以考查的人来说,已证明的结论中的某些似乎可能呈现不同的形态。

语法注2 条
  1. 2.300ὅτι μὴ ὑγιῶς ἐλήφθη ἡ ἀμφοτέρων ἅμα ἀπόφασις καὶ ἑκατέρου αὐτῶν ἰδίᾳ ἀπόφασις οὖσα

    分词 οὖσα 在性、数、格上与主语 ἡ ... ἀπόφασις 一致,对动词 ἐλήφθη 起表语性修饰作用(“被当作……而选取”)。连词 καί 连接了错误设定的两个维度,即把两者的复合否定同时视为各自的单独否定。

  2. 2.300διὰ τοῦ τὰς ἀμφοτέρων ἀποφάσεις τῷ ἑτέρῳ μέρει τῆς ἀντιφάσεως αἰεὶ συμψεύδεσθαι

    由 διά 带冠词属格不定式(τοῦ ... συμψεύδεσθαι)构成的表示根据或手段的句式。宾格短语 τὰς ἀμφοτέρων ἀποφάσεις 作不定式的逻辑主语,而与格 τῷ ἑτέρῳ μέρει 受复合动词 συμψεύδεσθαι 中的前缀 συν- 支配,意为“与另一部分一同为假”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:417.17-418.20