← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§415.22-416.16

通过归谬法证明对角推从关系及其不可换位性

注解亚里士多德《前分析篇》52b4–12,阐释了在两组矛盾对立中,从前一推从关系(Α推从于Γ)通过归谬法推导出对角推从关系(Δ推从于Β)的证明过程,说明了后继项(Α与Δ)有时可同时为真而肯定项(Β与Γ)绝不可能同时为真,并解析了该推从关系不可换位的论证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.298

" Πρῶτον μὲν οὖν, ὅτι τῷ Β τὸ Δ ἕπεται, ἐνθένδε φανερόν." Ἃ προέθετο, δείκνυσι. καὶ ὅτι γε τῷ Β τὸ Δ ἕπεται κειμένου ἕπεσθαι τῷ Γ τοῦ Α, οὕτως δείκνυσιν, ὡς εἴ γε ἔκειτο τῷ Α τὸ Γ ἕπεσθαι καὶ μὴ ἀντιστρέφειν, ἀνάπαλιν ἂν τῷ Δ τὸ Β εἵπετο.1 ἡ δὲ δεῖξις· ἐπεὶ ἀντίφασίς ἐστι τὸ Γ Δ, καὶ παντὶ θάτερον αὐτῶν ἀνάγκη ὑπάρχειν· ἐφ’ οὗ δὲ ἀληθὲς τὸ Β, οὐκ ἐνδέχεται τὸ Γ διὰ τὸ τῷ Γ ἕπεσθαι τὸ Α· ἕποιτο γὰρ ἂν τῷ Β τὸ Α, καὶ κατὰ τοῦ αὐτοῦ ἅμα ἂν εἴη ἀληθῆ τὰ Α Β, ὅπερ ἀδύνατον· λείπεται ἄρα τὸ Δ2 ἕπεσθαι τῷ Β. πάλιν ἐπεὶ κεῖται τῷ μὲν Γ ἕπεσθαι τὸ Α οὐ μὴν ἀντιστρέφειν (οὐ γὰρ καὶ τῷ Α τὸ Γ), κατὰ παντὸς δὲ τὸ Γ ἢ τὸ Δ, εἰ τῷ Α μὴ ἕπεται τὸ Γ διὰ τὸ μὴ ἀντιστρέφειν, τότε ἀκολουθήσει αὐτῷ τὸ Δ· ἅμα ἄρα ἀληθὲς ἔσται τό τε Α καὶ τὸ Δ. εἰ δὲ ἦν ἀνάπαλιν τῷ Α τὸ Γ ἑπόμενον καὶ μὴ ἀντιστρέφον, εἵπετο μὲν ἂν καὶ τῷ Δ καὶ τὸ Β καὶ οὐκ ἀντέστρεφεν, ἦν δ’ ἂν τὰ συναληθευόμενα τὰ Γ Β, οὐ τὰ Α Δ. εἰ δὲ εἴη τὰ Α Δ συναληθευόμενα, οὐκέτι τὰ Β Γ ἅμα ἔσται ἐπὶ τοῦ αὐτοῦ ἀληθῆ τῷ ἕπεσθαι μὲν τῷ Γ τὸ Α τῷ δὲ Β τὸ Δ. ἅμα καί, 〈εἰ〉 εἶεν [ἂν] ἀληθῆ τὰ Β Γ, ἕπεσθαι ληφθέντος τοῦ Β τῷ Γ ἅμα ἂν ἀληθῆ γίνοιτο τὰ Γ Δ. ὁμοίως καὶ τὰ Α Β, εἰ ληφθείη ἕπεσθαι τῷ Γ τὸ Β (τῷ γὰρ Γ τὸ Α ἕπεται), ὃ ἀδύνατον· ἀντίφασις γάρ ἐστιν.

“首先,Δ推从于Β,由此是显然的。” 他证明了自己所提出的论点。并且,在设定Α推从于Γ的前提下,Δ推从于Β这一点,他是如此证明的,就如同倘若设定了Γ推从于Α且不可换位,相反地Β就会推从于Δ一样。其证明如下:因为Γ-Δ是一组矛盾对立,且它们两者之一必然属于每一事物;但在Β为真的事物上,由于Α推从于Γ,Γ不可能属于该事物;因为若如此Α就会推从于Β,而Α与Β就会同时属于同一事物为真,这是不可能的;因此所剩下的就是Δ推从于Β。再次,由于设定了Α推从于Γ但不可换位(因为Γ并不也推从于Α),并且对每一事物而言要么是Γ要么是Δ,如果由于不可换位而Γ不推从于Α,那么Δ就会随之推从于它;因此Α与Δ将同时为真。但是,如果反过来是Γ推从于Α且不可换位,那么Β也会推从于Δ且不可换位,而同时为真的项就会是Γ与Β,而不是Α与Δ。另一方面,如果Α与Δ同时为真,由于Α推从于Γ而Δ推从于Β,Β与Γ就不再能关于同一事物同时为真。同时,倘若Β与Γ为真,在设定Β推从于Γ的情况下,Γ与Δ就会同时为真。同样地,如果设定Β推从于Γ(因为Α推从于Γ),Α与Β也将[同时为真],这是不可能的;因为这是一组矛盾对立。

§2.299

"Φανερὸν οὖν, ὅτι οὐδὲ τῷ Δ τὸ Β ἀντιστρέφει." Δείξας, ὅτι τῷ Β τὸ Δ ἕπεται ἑπομένου τῷ Γ τοῦ Α, δείξας δὲ καὶ ὅτι τὰ μὲν Α Δ ἔσται ποτὲ ἅμα ἀληθῆ ὡς ἀποφατικὰ ὄντα, τὰ δὲ Β Γ ἀδύνατον, εἰ εἶεν καταφατικά, νῦν τὸ καταλειπόμενον ἐπὶ τῶν προτεθέντων δείκνυσιν, ὅτι γὰρ μηδὲ τῷ Δ τὸ Β ἀντιστρέφει, ἐπεὶ μηδὲ τὸ Α Γ ἀντέστρεφεν.3 οὐ γὰρ οἷόν τε τῷ Δ τὸ Β ἀκολουθεῖν. ἐπεὶ γὰρ δέδεικται, ὅτι ἐνδέχεται ἅμα ἀληθῆ ποτε εἶναι τὰ Δ Α, εἰ ἕποιτο τῷ Δ τὸ Β, ὅτε ἅμα ἀληθῆ ἐστι τὰ Δ Α, τότε ἂν ἅμα ἀληθῆ γίγνοιτο καὶ τὰ Α Β· ἐπὶ γὰρ τοῦ Δ ἄμφω ἅμα ἔσται ἀληθῆ, εἰ ἀντιστρέφοι καὶ ἕποιτο τῷ Δ τὸ Β. ὅτε γὰρ καὶ ἐφ’ οὗ ἀληθὲς τὸ Δ, τότε καὶ ἐπὶ τούτου ἀληθὲς γίνεσθαι τὸ Β· ἦν δὲ κείμενον καὶ τὸ Α ποτὲ συναληθεύειν αὐτῷ. εἶεν 〈ἂν〉 ἄρα ὁμοίως ἀληθῆ τὰ Α Β· ἀδύνατον δὲ ἅμα ἀληθῆ εἶναι τὰ Α Β· τοῦτο γὰρ ἔκειτο.

“因此显然,Β对于Δ也不能换位。” 在表明了伴随着Α推从于Γ,Δ也推从于Β,并且也表明了作为否定项的Α与Δ有时会同时为真,但若作为肯定项则Β与Γ不可能同时为真之后,他现在证明所提出论点中的剩余部分:即由于Α与Γ不可换位,Β对于Δ也不能换位。因为Β不可能随之推从于Δ。因为既然已经证明Δ与Α有时可以同时为真,如果Β推从于Δ,那么当Δ与Α同时为真时,那时Α与Β也将同时为真;因为如果换位并且Β推从于Δ,两者在Δ上就将同时为真。因为无论何时并且在什么事物上Δ为真,那时并且在这事物上Β成为真的;而先前已经设定Α有时也与它同时为真。因此Α与Β将同样为真;但Α与Β不可能同时为真;因为这是先前所设定的。

语法注3 条
  1. 2.298οὕτως δείκνυσιν, ὡς εἴ γε ἔκειτο τῷ Α τὸ Γ ἕπεσθαι καὶ μὴ ἀντιστρέφειν, ἀνάπαλιν ἂν τῷ Δ τὸ Β εἵπετο

    在οὕτως... ὡς引导的方式/结果从句中嵌套了一个与过去事实相反的虚拟条件句(εἰ ἔκειτο ... ἂν εἵπετο)。亚里士多德实际证明的是“若Α推从于Γ则Δ推从于Β”,亚历山大使用此句式进行类比说明:该证明逻辑与假定“Γ推从于Α从而Β推从于Δ”时的论证结构完全平行且对称。

  2. 2.298ἅμα καί, 〈εἰ〉 εἶεν [ἂν] ἀληθῆ τὰ Β Γ, ἕπεσθαι ληφθέντος τοῦ Β τῷ Γ ἅμα ἂν ἀληθῆ γίνοιτο τὰ Γ Δ

    此句基于文本校勘(Wallies补入〈εἰ〉并删除ἂν)而构成的条件句。主句为ἅμα ἂν ἀληθῆ γίνοιτο τὰ Γ Δ(祈愿语气+ἄν构成归结节),其条件部分由条件从句〈εἰ〉 εἶεν ἀληθῆ τὰ Β Γ与表示条件的属格绝对结构ἕπεσθαι ληφθέντος τοῦ Β τῷ Γ(“若假定Β推从于Γ”)并置复合而成。

  3. 2.299ὅτι γὰρ μηδὲ τῷ Δ τὸ Β ἀντιστρέφει, ἐπεὶ μηδὲ τὸ Α Γ ἀντέστρεφεν

    该名词从句具体展开并说明了前文名词短语τὸ καταλειπόμενον ἐπὶ τῶν προτεθέντων(“所提出论点中的剩余部分”)的具体内容。小词γάρ置于ὅτι之后,起承接过渡及引入解释性内容的作用。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:415.22-416.16