- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:414.4-415.21
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在52a39中脱离具体质料而纯粹借助字母记号对单纯矛盾对立与换置矛盾对立的推从关系所作的普遍表述,并阐明了诸项排列位置的变化以及对角项的真假共存关系。
" Ἁπλῶς δ’, ὅταν οὕτως ἔχῃ τὸ Α καὶ τὸ Β, ὥσθ’ ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι." Ἀναδεδράμηκε πάλιν ἐπὶ τὸ προδεδειγμένον αὐτῷ περὶ τῆς τῶν προτάσεων ἀκολουθίας τῶν τε τὴν ἁπλῆν ἀντίφασιν ἐχουσῶν καὶ τῶν τὴν κατὰ μετάθεσιν, καὶ τὴν ἀκολουθίαν, ἣν ἐπ’ ἐκείνων τῶν προτάσεων ἔδειξε, νῦν καθολικώτερον δείκνυσιν, οὐκέτ’ ἐπὶ ὕλης ἀλλ’ ἐπὶ στοιχείων μόνων, ἐφ’ ὧν τὰς καθολικὰς δείξεις ἔθος αὐτῷ ποιεῖσθαι. τὴν δὲ τῶν ὅρων καταγραφὴν ὑπήλλαξε· διὸ δοκεῖ περὶ ἄλλου τινὸς λέγειν. τότε μὲν γὰρ ἦν τὸ Α προτεταγμένον καὶ ὑποτεταγμένον τὸ Δ, τῷ δὲ Β ἀποφάσει ὄντι τοῦ Α τὸ Γ ὂν κατάφασις τοῦ Δ, καὶ ἦν τότε τῷ μὲν Γ τὸ Β ἑπόμενον τῷ δὲ Α τὸ Δ. νῦν δὲ λαμβάνει τὸ Α Β ἀντίφασιν, ὥσπερ καὶ τότε· ἀντιφάσεως γὰρ τὸ ἅμα μὲν τῷ αὐτῷ μὴ ἐνδέχεσθαι, παντὶ δ’ ἐξ ἀνάγκης θάτερον· ὁμοίως δὲ καὶ τὸ Γ Δ ἀντίφασιν, ἥτις ἦν τότε αὐτῷ ἐκ μεταθέσεως. ὑποτάσσει δὲ οὐκέτι τῷ Β τὸ Γ ἀλλὰ τῷ Α, τὸ δὲ Δ τῷ Β· ὡς γὰρ ἔχουσι τάξεως,1 πάντως τῷ τῆς ἑτέρας ἀντιφάσεως μορίῳ τὸ τῆς ἑτέρας ἀκολουθήσει. τότε μὲν οὖν ἔλαβεν ὑπὸ μὲν τὴν κατάφασιν τῆς ἁπλῆς ἀντιφάσεως τὴν τῆς ἑτέρας ἀντιφάσεως ἀπόφασιν, πάλιν δὲ ὑπὸ τὴν ἀπόφασιν τῆς ἁπλῆς τὴν τῆς ἑτέρας κατάφασιν. νῦν δὲ ἁπλῶς δύο ἀντιφάσεις λαμβάνει οὐ διορίσας τίνας, καὶ ἐπ’ αὐτῶν καθόλου δείκνυσιν, ὅτι, ἂν τῷ ἑτέρῳ μέρει τῆς πρώτης κειμένης ἀντιφάσεως ἕπηται τὸ ἕτερον μέρος τῆς δευτέρας ἀντιφάσεως καὶ μὴ ἀντιστρέφῃ, καὶ τῷ λοιπῷ μέρει τῆς δευτέρας ἀντιφάσεως τὸ λοιπὸν τῆς πρώτης ἀκολουθήσει καὶ οὐκ ἀντιστρέψει. ἀνάπαλιν γὰρ ἡ ἀκολούθησις· εἴτε γὰρ τῇ καταφάσει ἡ κατάφασις εἴτε τῇ ἀποφάσει ἡ ἀπόφασις εἴτε τῇ ἀποφάσει ἡ κατάφασις εἴτ’ ἔμπαλιν, καὶ τῶν καταλειπομένων μορίων τῶν ἀντιφάσεων ἡ ἀκολουθία ἔμπαλιν ἕξει, ὡς δείκνυσιν. ἁπλῶς γὰρ ὑποθέμενος τὸ Α, ὅ ἐστιν μόριον τῆς Α Β ἀντιφάσεως, τῷ Γ, ὃ καὶ αὐτὸ μόριόν ἐστι τῆς Γ Δ ἀντιφάσεως, ἕπεσθαι, δείκνυσιν ἔμπαλιν τῷ Β τὸ Δ τὸ τῆς Γ Δ ἀντιφάσεως ἑπόμενον μόριον, οὐδὲν ἔτι προστιθείς, εἴτε κατάφασις τοῦτο εἴτε ἀπόφασις, καὶ εἴτε ὑποτεταγμένον αὐτῷ εἴτε καὶ μὴ αὐτῷ ἀλλὰ τῷ Α, ἀλλὰ μηδὲ εἰ ἡ μὲν [ἡ] ἑτέρα ἀντίφασις ἐκ μεταθέσεως ἡ δὲ ἑτέρα ἁπλῆ, ὡς εἶχεν ἐπὶ τῶν πρὸ ὀλίγου δεδειγμένων. δείκνυσι δέ, κἂν θάτερα τὰ ἑπόμενα συναληθεύῃ, θάτερα τὰ προηγούμενα συναληθεύσοντα,2 ἃ ἦν καὶ αὐτὰ ἐπ’ ἐκείνων τῶν ἀντιφάσεων δεδειγμένα. φησὶ γάρ, ὅτι καθόλου (τοῦτο γὰρ τὸ ἁπλῶς σημαίνει) δύο ἀντιφάσεων ληφθεισῶν, οἷον τῆς τε Α Β καὶ τῆς Γ Δ, ἐὰν τῷ τῆς ἑτέρας ἀντιφάσεως μορίῳ ἕπηται θάτερον μέρος τῆς ἑτέρας ἀντιφάσεως, οἷον τὸ Α τῷ Γ, καὶ μὴ ἀντιστρέφῃ ὡς καὶ τὸ Γ τῷ Α ἕπεσθαι, ἀνάπαλιν τῷ τῆς ἑτέρας ἀντιφάσεως τῆς ὑποτεταγμένης ὑπολειπομένῳ μορίῳ ἀκολουθήσει θάτερον μόριον τῆς ἡγουμένης ἀντιφάσεως καὶ οὐκ ἀντιστρέψει· τὸ γὰρ Δ τῷ Β ἀκολουθήσει, οὐκέτι δὲ καὶ τὸ Β τῷ Δ, εἰ τῷ Γ εἴη τὸ Α ἀκολουθοῦν καὶ μὴ ἀντιστρέφον. ταῦτα δέ, ὡς εἶπον, ἔστιν, ἃ φθάσας ἔδειξεν ἐπὶ τῆς ἁπλῆς ἀντιφάσεως καὶ ἐπὶ τῆς ἐκ μεταθέσεως, ὁμοίως δὲ καὶ ἐπὶ τῆς στερητικῆς ἀντιφάσεως καὶ τῆς ἁπλῆς. ἀλλὰ τότε μὲν ἐπὶ ὕλης τινὸς ὡρισμένης νῦν δὲ καθολικὴν τὴν δεῖξιν ποιεῖται· διὸ καὶ τὴν τῶν στοιχείων ὑπήλλαξε τάξιν. οὐκέτι γὰρ τῷ μὲν Γ ἀεὶ τὸ Β ἀκολουθήσει, τῷ δὲ Α τὸ Δ, ὡς ἔδειξε πρὸ ὀλίγου, ἀλλὰ καθόλου, ὁποίῳ ἄν τῆς ἑτέρας ἀντιφάσεως καὶ πάλιν τῷ τῆς ἑτέρας ἀντιφάσεως μορίῳ τὸ ἕτερον μόριον τῆς ἑτέρας ἀντιφάσεως ἕπηται, ἂν μὴ ἀντιστρέφῃ, τῷ καταλειπομένῳ μορίῳ τὸ τῆς ἑτέρας ὑπολειπόμενον ἀκολουθήσει καὶ οὐκ ἀντιστρέψει. ἀλλὰ καὶ τὸ ἑξῆς λεγόμενον ἔδειξεν, ὅτι τῶν διαγωνίων αἱ μὲν συναληθεύουσί ποτε ἀλλήλαις, αἱ δὲ οὔ.3 αἱ μὲν γὰρ ἡγούμεναι, αἷς ἕπονται αἱ λοιπαί, οὐδέποτε ἅμα ἀληθεῖς ἔσονται· ἔσται γὰρ οὕτως ἡ ἀπόφασις συναληθευομένη, ὡς πρὸ ὀλίγου δέδεικται· τὰς δὲ ἐκείναις ἑπομένας οὐδὲν κωλύει ποτὲ ἅμα ἀληθεῖς εἶναι.
“一般而言,当Α与Β处于如下关系,以致不能同时[属于]同一事物……” 他又回到了先前由他所证明的关于那些具有单纯矛盾对立的前提与具有换置矛盾对立的前提的推从关系上,并且先前在那些前提上所展示的推从关系,他现在更加普遍地展现出来,不再依据具体质料,而是仅仅依据字母记号,而依据这些字母进行普遍证明是他的一贯做法。但他改变了诸项的图示排列;因此他看起来似乎在谈论别的事情。因为那时Α被置于上方,Δ从属于其下,而相对于作为Α之否定的Β,从属的是作为Δ之肯定的Γ,那时Β推从于Γ,Δ推从于Α。但现在他如同那时一样将Α与Β取为一组矛盾对立;因为不能同时属于同一事物、且两者之一必然属于每一事物,乃是矛盾对立的特有属性;同样他也将Γ与Δ取为一组矛盾对立,这在那时对他而言乃是通过换置的对立。但他不再将Γ从属于Β,而是使其从属于Α,并将Δ从属于Β;因为无论它们处于何种顺序排列,在任何情况下,另一矛盾对立的组成部分都将推从于这一矛盾对立的组成部分。在当时,他在单纯矛盾对立的肯定之下选取了另一矛盾对立的否定,又在单纯对立的否定之下选取了另一对立的肯定。但现在,他在不具体规定是何种对立的情况下一般地选取两组矛盾对立,并在它们之上普遍地证明:如果第二组矛盾对立的一个部分推从于首先设立的第一组矛盾对立的一个部分且不可换位,那么第一组矛盾对立的其余部分也将推从于第二组矛盾对立的其余部分且不可换位。因为推从关系是颠倒的;因为无论肯定推从于肯定,否定推从于否定,还是肯定推从于否定,抑或反之,矛盾对立的其余组成部分的推从关系也将如他所证明的那样颠倒成立。因为他仅仅设定Α(它是Α-Β矛盾对立的一个组成部分)推从于Γ(它本身也是Γ-Δ矛盾对立的一个组成部分),进而表明相反地,Γ-Δ矛盾对立的组成部分Δ推从于Β,而不再补充说明这究竟是肯定还是否定,以及从属于它还是不从属于它而是从属于Α,甚至也不再补充说明是否一组矛盾对立是通过换置的而另一组是单纯的(如不久前所证明的情形那样)。并且他指出,即使后继的一对对角项同时为真,先行的一对对角项将[如何]同时为真(这些本身也是在先前的那些矛盾对立中所证明过的)。因为他说,在普遍的意义上(因为这就是“一般而言”所意指的),当选取了两组矛盾对立(例如Α-Β与Γ-Δ)时,如果另一矛盾对立的一个部分推从于这一矛盾对立的组成部分(例如Α推从于Γ)且不可换位(即Γ并不推从于Α),那么相反地,先行矛盾对立的另一组成部分将推从于从属的另一矛盾对立的剩余组成部分且不可换位;因为如果Α推从于Γ且不可换位,则Δ将推从于Β,而Β不再推从于Δ。正如我所说的,这些正是他先前在单纯矛盾对立与通过换置的矛盾对立上所展示的内容,同样也是在缺失性矛盾对立与单纯矛盾对立上所展示的内容。但那时是针对某种确定的具体质料,而现在他进行的是普遍证明;正因如此他也改变了字母记号的顺序。因为不再像他不久前证明的那样,始终是Β推从于Γ而Δ推从于Α,而是普遍地:无论另一矛盾对立的一个组成部分推从于一方矛盾对立的哪个组成部分,或是反过来推从于另一方矛盾对立的组成部分,只要不可换位,另一对立的剩余组成部分就将推从于这一对立的剩余组成部分且不可换位。此外他也指出了接下来所说的内容,即在对角项中,有些有时彼此同时为真,有些则不然。因为其余各项所推从的那些先行的对角项绝不可能同时为真;因为正如不久前所证明的那样,若如此则否定命题将同时为真;但没有任何事物阻止推从于它们的那些后继项有时同时为真。
- 2.297ὡς γὰρ ἔχουσι τάξεως
动词 ἔχουσι 与表示状态的属格 τάξεως 结合,意为“无论它们处于何种顺序排列”。
- 2.297συναληθεύσοντα
由主动词 δείκνυσι 引出的充当间接引语的宾格分词结构。它与前文的让步从句 κἂν θάτερα τὰ ἑπόμενα συναληθεύῃ 相呼应,并在性数格上与主语 θάτερα τὰ προηγούμενα 一致,表示指出“先行的一对对角项将(如何)同时为真”。
- 2.297τῶν διαγωνίων αἱ μὲν συναληθεύουσί ποτε ἀλλήλαις, αἱ δὲ οὔ
τῶν διαγωνίων 是部分属格,置于句首,统摄后文的分项对照结构 αἱ μὲν ... αἱ δὲ οὔ。它指在四边形图式中处于对角线位置的命题对(Γ与Β,Α与Δ)。
