← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§412.27-414.3

换置肯定命题的不可换位性与全称否定命题的证明

注解亚里士多德《前分析篇》52a34–37,阐明通过换置的肯定命题如何在第一格中由两个全称肯定前提推导得出,并通过其不可换位性论证它不是否定命题,进而梳理了真正的全称否定命题如何通过第一格的一个格样(第二式)以及第二格的两个格样(第一式与第二式)被反驳性地证明。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.295

" Εἰ δή ἐστιν ἀληθὲς εἰπεῖν, ὃ ἂν ᾖ ἄνθρωπος, μουσικὸν εἶναι ἢ μὴ μουσικὸν εἶναι, ὃ ἂν ᾖ ζῷον, ληπτέον ἢ εἶναι μουσικὸν ἢ εἶναι μὴ μουσικόν." Εἰπών, ὅτι ὁμοίως χρὴ τήν τε ἁπλῆν κατάφασιν καθόλου καὶ τὴν ἐκ μεταθέσεως δεικνύναι (διὰ γὰρ πρώτου σχήματος), νῦν, πῶς ποιήσομεν τὴν δεῖξιν ἑκατέρου αὐτῶν καὶ τὸν συλλογισμόν, ὑπογράφει. ἔστι γάρ, ὃ λέγει, τοιοῦτον· εἰ βουλόμεθα δεῖξαι, ὅτι πᾶς ἄνθρωπος μουσικός ἐστιν ἢ ὅτι πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός, δείκνυμεν οὕτως· ἡ μὲν ἀληθὲς εἰπεῖν, ὃ ἂν ᾖ ἄνθρωπος, μουσικὸν εἶναι σημαίνει τὴν ‘πᾶς ἄνθρωπος μουσικός’, ἡ δὲ ‘ἀληθὲς εἰπεῖν, ὃ ἂν ᾖ ἄνθρωπος, μὴ μουσικὸν εἶναι’ σημαίνει τὴν ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’. φησὶ δὲ χρῆναι ἐν τῇ ἑκατέρου τούτων δείξει μέσον ὅρον λαμβάνειν τὸ ζῷον. κἂν μὲν βουλώμεθα δεῖξαι τὸ πάντα ἄνθρωπον μουσικόν, μείζονα ἄκρον κατηγορούμενον καταφατικῶς τοῦ ζῴου παντὸς ληπτέον τὸ μουσικόν, ἔσχατον δὲ καὶ ἐλάττονα, οὗ τὸ ζῷον κατηγορεῖται παντός, τὸν ἄνθρωπον· ἔσονται γὰρ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷον μουσικόν, πᾶς ἄρα ἄνθρωπος μουσικόν’, ὃ ἦν προκείμενον. οὐ δεῖ δὲ τὰς προτάσεις, αἷς χρῆται, ἀπαιτεῖν ὡς ἀληθεῖς· παραδείγματι γὰρ καὶ ὑπογραφῇ τῆς λέξεως χρῆται τοῦ πῶς διὰ καταφατικῶν ἀμφοτέρων δείκνυται1 τό τε ‘πᾶς ἄνθρωπος μουσικός ἐστι’ καὶ τὸ ‘πᾶς ἄνθρωπος οὐ μουσικός ἐστιν’. ἂν δέ γε ᾖ προκείμενον ἡμῖν δεῖξαι πάντα ἄνθρωπον εἶναι μὴ μουσικόν, τὸ μὲν ζῷον πάλιν μέσος ὅρος ἔστω ὁ αὐτός, τὸ δὲ μὴ μουσικὸν μείζων καταφατικῶς τοῦ ζῴου καὶ αὐτὸς κατηγορούμενος, ἄνθρωπος δὲ ὁ ἔσχατος, καὶ αἱ προτάσεις ‘πᾶς ἄνθρωπος ζῷον, πᾶν ζῷόν ἐστιν οὐ μουσικόν (κατάφασις γὰρ καὶ τοῦτο), πᾶς ἄρα ἄνθρωπός ἐστιν οὐ μουσικός’. εἰ μὲν οὖν ἡ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’ ἦν ἀπόφασις, οὐκ ἐν πρώτῳ ἂν τοῦτο τὸ συμπέρασμα σχήματι ἐδείκνυτο μόνῳ ἀλλὰ καὶ ἐν τῷ δευτέρῳ ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς2 τῆς ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’· νῦν δὲ ἐν τούτῳ μόνῳ δείκνυται. ὅτι δὲ μή ἐστιν ἀπόφασις, δεικνύοιτο ἂν ἐκ τοῦ μὴ ἀντιστρέφειν αὐτήν· ἀληθοῦς γὰρ οὔσης τῆς λεγούσης ‘πᾶν ἄψυχόν ἐστιν οὐκ αἰσθητικόν’ οὐκέτ’ ἀληθὴς ἡ λέγουσα ‘πᾶν οὐκ αἰσθητικὸν ἄψυχόν ἐστιν’· ἀληθὴς δὲ ἡ ἐν μέρει ἡ ‘τὶ οὐκ αἰσθητικὸν ἄψυχον’ λέγουσα. διὰ τοῦτο δὲ ἐν τῷ πρώτῳ δείκνυται μόνῳ σχήματι, καὶ εἴη ἂν φανερώτατον σημεῖον τοῦ μὴ εἶναι ἀπόφασιν τὴν ἐκ μεταθέσεως τὸ μὴ ἀντιστρέφειν αὐτήν.

“如果说凡是人是合乐的或不是合乐的是真实的,那么凡是动物,必须选取它或者是合乐的,或者是并非合乐的。” 在说过应当同样地(因为都是通过第一格)证明单纯的全称肯定与通过换置的肯定之后,他现在勾画了我们将如何对它们各自进行证明并构成三段论。因为他所说的大意如下:如果我们希望证明每个人都是合乐的,或者每个人都是非合乐的,我们便如此证明。因为“说凡是人是合乐的是真实的”意指“每个人都是合乐的”,而“说凡是人不是合乐的是真实的”意指“每个人都是非合乐的”。并且他说,在这两者的证明中都应当选取“动物”作为中项。如果我们希望证明每个人都是合乐的,就必须选取“合乐的”作为肯定地述谓于所有动物的大项,而选取“人”作为最后且较小的项,动物被述谓于其整体;因为前提将是“每个人都是动物,每个动物都是合乐的,所以每个人都是合乐的”,这正是摆在我们面前的论题。但不应当要求他所使用的诸前提是真实的;因为他是在借用例子和文本勾画来说明,如何通过两项肯定前提证明“每个人都是合乐的”与“每个人都是非合乐的”。另一方面,如果摆在我们面前的是要证明每个人都是非合乐的,那么“动物”再次是同一中项,而“非合乐的”本身也是肯定地述谓于动物的大项,“人”是最后的项,前提则是“每个人都是动物,每个动物都是非合乐的(因为这本身也是肯定命题),所以每个人都是非合乐的”。因此,如果“每个人都是非合乐的”是否定命题,那么这一结论就不仅会在第一格中被证明,而且在全称否定命题“每个人都是非合乐的”被换位时,也将在第二格中被证明;但实际上它唯独在这一格中被证明。而它不是否定命题这一点,可以从它不能被换位表现出来;因为当“每个无灵物都是非有感觉的”为真时,那声称“每个非有感觉之物都是无灵的”的命题就不再为真;但那声称“某些非有感觉之物是无灵的”的特称命题为真。正因如此,它唯独在第一格中被证明,而通过换置的命题并非否定命题的最明显标志,当是它不被换位。

§2.296

"Τὸ δὲ μὴ εἶναι μουσικόν, ὃ ἂν ᾖ ἄνθρωπος, ἀνασκευαστικῶς δείκνυται." Δείξας τὸ καταφατικὸν τὸ ‘πᾶς ἄνθρωπός ἐστιν οὐ μουσικός’ διὰ τοῦ πρώτου δεικνύμενον σχήματος μόνον ἐκ δύο καθόλου καταφάσεων νῦν δείκνυσι τὸ ἀποφατικὸν καθόλου πάλιν, πῶς καὶ διὰ τίνων δείκνυται· τὸ γὰρ τὸ δὲ μὴ εἶναι μουσικόν, ὃ ἂν ᾖ ἄνθρωπος, ἴσον ἐστὶ τῷ ‘οὐδεὶς ἄνθρωπος μουσικός’. τοῦτο δέ φησι δείκνυσθαι κατὰ τοὺς προειρημένους τρόπους· τρεῖς εἰσι δὲ οὗτοι. ἐν μὲν γὰρ τῷ πρώτῳ σχήματι εἷς· ὁ γὰρ δεύτερος τρόπος τῶν ἐν πρώτῳ σχήματι τοῦ καθόλου ἀποφατικοῦ συνακτικός ἐστιν, οἷον πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον μουσικόν, οὐδεὶς ἄνθρωπος μουσικός, ἢ πᾶς ἄνθρωπος ζῷον, οὐδὲν ζῷον ἄψυχον, οὐδεὶς ἄνθρωπος ἄψυχον, εἰ εἴη προκείμενον δεῖξαι, ὅτι μηδεὶς ἄνθρωπος ἄψυχον. ἐν δὲ τῷ δευτέρῳ σχήματι δύο οἱ πρῶτοι 〈οἱ〉 ἐκ καθόλου ἀποφατικῆς καὶ καθόλου καταφατικῆς·3 ἀμφότεροι γὰρ τοῦ καθόλου ἀποφατικοῦ εἰσι δεικτικοί, οἷον οὐδὲν ἄψυχον ζῷον, πᾶς ἄνθρωπος ζῷον, οὐδεὶς ἄνθρωπος ἄψυχον, ἢ πάλιν οὐδεὶς ἄνθρωπος ἵππος, πᾶς ἵππος χρεμετιστικόν, οὐδεὶς ἄνθρωπος χρεμετιστικόν· πάλιν γὰρ διὰ τούτων καθόλου ἀποφατικὸν ἐν δευτέρῳ δείκνυται σχήματι τὸ ‘οὐδεὶς ἄνθρωπος χρεμετιστικόν’.

“然而,凡是人并非合乐的,则是被反驳性地证明的。” 在指出了“每个人都是非合乐的”这一肯定命题仅通过第一格由两个全称肯定前提出发被证明之后,他现在再次指出全称否定命题是如何且通过何种前提被证明的;因为“然而,凡是人并非合乐的”等同于“没有人是合乐的”。并且他说,这是按照上述诸格样被证明的;而这些共有三个。在第一格中有一个;因为第一格诸式中的第二格样是推导出全称否定命题的,例如“每个人都是动物,没有动物是合乐的,没有人是合乐的”,或者——如果摆在我们面前的是要证明没有人是无灵的——“每个人都是动物,没有动物是无灵的,没有人是无灵的”。而在第二格中,则有前两个格样,即由全称否定前提和全称肯定前提构成的那些;因为两者都是证明全称否定命题的,例如“没有无灵物是动物,每个人都是动物,没有人是无灵的”,或者再如“没有人是马,每匹马都是会嘶鸣的,没有人是会嘶鸣的”;因为通过这些,全称否定命题“没有人是会嘶鸣的”再次在第二格中被证明。

语法注3 条
  1. 2.295τοῦ πῶς διὰ καταφατικῶν ἀμφοτέρων δείκνυται

    实质化的间接疑问从句 τοῦ πῶς... 作为说明性(解释性)属格或同位语修饰前面的名词 ὑπογραφῇ。主句动词 χρῆται 支配与格补足语 παραδείγματι καὶ ὑπογραφῇ,而该属格从句展开说明这一勾画的具体内容。

  2. 2.295ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς

    属格独立结构,在与事实相反的虚拟结论(οὐκ... ἐδείκνυτο ἄν)语境中表示伴随状况或条件(“在全称否定命题被换位的情况下”)。

  3. 2.296δύο οἱ πρῶτοι 〈οἱ〉 ἐκ καθόλου ἀποφατικῆς καὶ καθόλου καταφατικῆς

    主语是 δύο οἱ πρῶτοι [τρόποι],其中名词 τρόποι 及系动词 εἰσίν 被省略。校勘者补充的冠词 〈οἱ〉 实质化了随后的介词短语 ἐκ καθόλου ἀποφατικῆς...,作为对主语的同格限定修饰成分。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:412.27-414.3