- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:411.32-412.26
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐明了亚里士多德在命题中将“说真实”作为与“是”等同的模态来使用的做法,论述了转置肯定命题如何在第一格中作为肯定命题被证明,并指明了其真正的否定命题为何。
τὸ γὰρ ἀληθὲς εἰπεῖν ἀντὶ τοῦ ‘ἔστιν’ ἔθηκεν, ὡς καὶ αὐτὸς προϊὼν δηλώσει· οἱ γὰρ τρόποι τὴν αὐτὴν χώραν ἐν ταῖς προτάσεσι τῷ ‘ἔστιν’ ἔχουσιν ὡς πρὸς τὸ κατάφασιν ἢ ἀπόφασιν ποιεῖν·1 καὶ τὸ ἀληθὲς δὲ τρόπος τις. καὶ εἴη ἂν πάλιν αὕτη ἡ πρότασις τοιαύτη· ὅ τι ἂν ᾖ ζῷον, τοῦτο ἀληθὲς εἰπεῖν μὴ εἶναι λευκόν, ἥτις ἴση ἐστὶ τῇ ‘πᾶν ζῷόν ἐστιν οὐ λευκόν’. οὐχ ὁμοίως οὖν, φησί, δειχθήσεται τά τε ἀποφατικά, οἷον ‘οὐδὲν ζῷον λευκόν ἐστι’ καὶ ‘οὐδὲν ζῷον ἐνδέχεται εἶναι λευκόν’, εἰ ὡς ἀποφάσεως καὶ ταύτης ἀκούοιμεν καθόλου,2 καὶ τὸ καταφατικὸν τὸ ‘πᾶν ζῷόν ἐστιν οὐ λευκόν’· ἀλλὰ τὰ μὲν καταφατικά, τό τε ‘ἀληθὲς εἰπεῖν, ὅτι πᾶν ζῷόν ἐστι λευκόν’ καὶ τὸ ‘ἀληθὲς εἰπεῖν, ὅτι πᾶν ζῷόν ἐστιν οὐ λευκόν’ (τοῦτο γὰρ σημαίνει τὸ εἴτε μὴ λευκόν), ἃ ἴσον δύναται τὸ μὲν τῷ ‘ἔστι λευκόν’ τὸ δὲ τῷ ‘ἔστιν οὐ λευκόν’, ὁμοίως ἀλλήλοις καὶ τῷ αὐτῷ τρόπῳ δειχθήσεται. παρέθηκε δὲ τῷ ‘ἔστιν οὐ λευκόν’ τὸ ‘ἔστι λευκόν’ εἰς ἔνδειξιν τοῦ ὁμοίως κἀκεῖνο τούτῳ κατάφασιν εἶναι, διὸ καὶ ὁμοίαν αὐτῶν τὴν δεῖξιν ἔσεσθαι. ἀμφότερα γὰρ ταῦτα ὁμοίως ὄντα καταφατικὰ δειχθήσεται, κατασκευαστικῶς δέ, τοῦτ’ ἔστι καταφατικῶς, ἐν τῷ πρώτῳ σχήματι· ἐν γὰρ τούτῳ μόνῳ τὸ καθόλου καταφατικὸν δείκνυται. δεῖ δὲ τῶν ‘ἀληθὲς εἰπεῖν λευκόν, [ὅτι ἂν] ἀληθὲς εἰπεῖν ὅτι οὐ λευκὸν’ ὡς καθόλου λεγομένων ἀκούειν· ἐνδεῖ γὰρ αὐτοῖς τὸ ‘πᾶν ζῷον’, ὡς αὐτὸς ἑξῆς δηλοῖ. εἰπὼν δέ, ὅτι τὰ τοιαῦτα προβλήματα καταφατικὰ ὄντα ἐν πρώτῳ καὶ διὰ πρώτου γίνεται σχήματος, ἐξηγεῖται, πῶς ἡ λέγουσα ἀληθὲς εἰπεῖν ἔστι λευκὸν κατάφασίς ἐστι καὶ τί σημαίνει· τὸ γὰρ ἀληθές, φησί, τῷ ἔστιν ὁμοίως τάττεται. ἴσον οὖν ἐστι τῷ ‘ἀληθὲς εἶναι λευκὸν’ τὸ ‘ἔστι λευκόν’· τοῦτο δὲ κατάφασις. ἡ καταφάσεως οὔσης3 ὑπομιμνήσκει ἡμᾶς πάλιν, ὅτι οὐκ ἔστιν ἀπόφασις ἡ ἀληθὲς εἰπεῖν μὴ λευκὸν ἀλλ’ ἡ ‘οὐκ ἀληθὲς εἰπεῖν λευκόν’, ἐκείνη δὲ ἡ ‘ἀληθὲς εἰπεῖν μὴ λευκόν’ κατάφασις καὶ αὕτη, ὡς καὶ ἡ ἀληθὲς εἰπεῖν λευκόν· διὸ καὶ ὁμοίως καὶ διὰ τοῦ αὐτοῦ δειχθήσονται σχήματος. καὶ ὅτι ἡ λέγουσα ‘ἅπαν ζῷον ἀληθὲς εἰπεῖν μὴ εἶναι λευκὸν’ οὐκ ἔστιν ἀπόφασις οὔτε ἁπλῶς οὔτε τῆς λεγούσης πᾶν ζῷον λευκὸν εἶναι, ἀλλὰ ἡ ‘οὐ πᾶν ζῷον ἢ οὐδὲν ζῷον ἀληθὲς εἰπεῖν λευκόν’, πάλιν προσέθηκεν ὑπομιμνήσκων τε ἡμᾶς τῶν δεδιδαγμένων καὶ τί σημαίνει ἀληθὲς εἰπεῖν μὴ εἶναι λευκὸν διδάσκων.
因为他用“说〔某事〕是真实的”代替了“是”,正如他自己在后文中也将阐明的那样;因为在构成肯定或否定方面,诸模态在命题中与“是”具有相同的地位;而“真实”也是某种模态。这命题便再次可能是这样的:“凡是动物,说此物不是白的是真实的”,这等同于“每个动物都是非白者”。因此,他说,否定命题(例如“没有动物是白的”,以及——如果我们也将此理解为全称否定的话——“没有动物可能是白的”)与肯定命题“每个动物都是非白者”,将不会以同样的方式被证明。然而肯定命题,即“说每个动物都是白的是真实的”与“说每个动物都是非白的是真实的”(因为“或者非白”意指的就是这一命题)——它们分别与“是白者”和“是非白者”具有同等效力——将彼此同样地且以相同方式被证明。他在“是非白者”旁边并列了“是白者”,以表明前者正如后者一样是肯定命题,因此它们的证明也将是相似的。因为这两者同样是肯定命题,所以将被建构性地、亦即肯定性地在第一格中被证明;因为唯独在这一格中,全称肯定命题才能被证明。并且必须将“说白是真实的,说非白是真实的”理解为全称表述的;因为它们缺少“每个动物”,正如他自己在后文中所阐明的那样。在说过此类问题作为肯定命题是在第一格中且通过第一格产生之后,他解释了表述“说‘是白者’是真实的”如何是肯定命题以及它意指什么;因为他说,“真实”与“是”按同样的方式排列。因此,“是白的是真实的”等同于“是白者”;而这是肯定命题。正由于它是肯定命题,他再次提醒我们,“说非白是真实的”并不是否定命题,而是“说白不是真实的”才是否定命题;而那一命题“说非白是真实的”本身也是肯定命题,正如“说白是真实的”一样;因此它们也将同样地且通过相同的格被证明。并且,表述“说每个动物都不是白的是真实的”无论就绝对而言,还是相对于表述每个动物都是白者的命题而言,都不是否定命题,而“并非对每个动物说白是真实的,或对任何动物说白都不是真实的”才是否定命题;他再次补充了这一点,既提醒我们已被教授的事项,又教授“说不是白的是真实的”究竟意指什么。
- 2.294οἱ γὰρ τρόποι τὴν αὐτὴν χώραν ἐν ταῖς προτάσεσι τῷ ‘ἔστιν’ ἔχουσιν ὡς πρὸς τὸ κατάφασιν ἢ ἀπόφασιν ποιεῖν
与格 τῷ ‘ἔστιν’ 与 τὴν αὐτὴν χώραν 连用,表示“与‘是’相同的地位”。介词短语 ὡς πρὸς τὸ κατάφασιν ἢ ἀπόφασιν ποιεῖν 表示方面或目的,即“在构成肯定或否定方面”。
- 2.294εἰ ὡς ἀποφάσεως καὶ ταύτης ἀκούοιμεν καθόλου
ἀκούοιμεν 搭配属格 ὡς ἀποφάσεως,构成“如果我们将[此]理解为否定命题”的句式。ταύτης 指代前文提及的带有潜能模态的命题,καθόλου 作为副词修饰这一理解(“作为全称[否定]”)。
- 2.294ἡ καταφάσεως οὔσης
版本校勘中的难点。底本中 ἡ 与 οὔσης 格不一致,但从上下文来看,将其视为属格独立结构 ᾗ καταφάσεως οὔσης(“既然它是肯定命题/由于它是肯定命题”),并依附于主句 ὑπομιμνήσκει ἡμᾶς πάλιν 是最为自然的读法。
