- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:410.33-411.32
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
关于亚里士多德《前分析篇》52a24及后续内容,亚历山大阐述了否定命题与转置肯定命题在证明模式(前提组合与格)上的差异,并探讨了对亚里士多德特殊命题表述方式的两种解释。
" Ἐπεὶ δὲ δῆλον ὅτι ἕτερον σημαίνει τὸ ἔστιν οὐ λευκὸν καὶ οὐκ ἔστι λευκόν." Δείξας διὰ πλειόνων, ὅτι μὴ ταὐτὸν σημαίνει τὸ ‘οὐκ ἔστι τόδε’ καὶ ‘ἔστιν οὐ τόδε’, καὶ τὸ μὲν ‘οὐκ ἔστι τόδε’ ἀπόφασίς ἐστι, τὸ δὲ ‘ἔστιν οὐ τόδε’ κατάφασίς ἐστιν, ἀκολούθως τοῖς δεδειγμένοις ἐπιφέρει, ὅπερ ἦν προειρηκώς, τὸ “διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ἢ ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο”. τοῦτο δέ ἐστιν τὸ μὴ ὁμοίως δείκνυσθαι ἑκάτερον αὐτῶν, ἀλλὰ τὸ μὲν ἀποφατικὸν διὰ προτάσεως καταφατικῆς τὸ δὲ καταφατικὸν ἐξ ἀμφοτέρων καταφατικῶν, καὶ τὸ μὲν καταφατικὸν ἐν τῷ πρώτῳ σχήματι τὸ δὲ ἀποφατικὸν ἐν τῷ δευτέρῳ καὶ ἐν τῷ πρώτῳ. πῶς δὲ γίνεται, προελθὼν διδάσκει. ὃ μὲν οὖν προτέθειται δεῖξαι, τοιοῦτόν ἐστι, χρήσιμον ὂν καὶ πρὸς τὴν ἀνάλυσιν τῶν συλλογισμῶν· ὡς γὰρ δείκνυται ἑκάτερον αὐτῶν, οὕτως καὶ ἀναλυθήσεται. ἀσάφειαν δὲ ἡ λέξις ἔχει τῷ τὰς προτάσεις μὴ συνήθως εἰλῆφθαι1 μήτε τὰς καταφατικὰς μήτε τὰς ἀποφατικάς. εἰπὼν γάρ, ὅτι οὐχ ὁ αὐτὸς τρόπος τοῦ δεικνύναι ἑκάτερον, θέλων τὰς προτάσεις παραθέσθαι καὶ δεῖξαι, ὅτι ἄλλος ὁ τρόπος τῆς τῶν ἀποφατικῶν δείξεως καὶ ἄλλος τῆς τῶν καταφατικῶν, εἶπεν οἷον ὅτι, ὃ ἂν ᾖ ζῷον, οὐκ ἔστι λευκὸν ἢ ἐνδέχεται μὴ εἶναι λευκόν, καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν· τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν, τὸ † γὰρ ἀποφατικὰς μὲν λαβὼν ὅ τι ἂν ᾖ ζῷον, ἐνδέχεται μὴ εἶναι λευκόν· ἀπὸ κοινοῦ2 γὰρ τὸ ἐνδέχεται μὴ εἶναι λευκὸν εἶπε τοῦ ὅ τι ἄν ᾖ ζῷον· ἴσον γὰρ αὗται δύνανται ταῖς ‘οὐδὲν ζῷον λευκόν ἐστι’ καὶ ‘οὐδὲν ζῷον ἐνδέχεται λευκὸν εἶναι’, ἡ μὲν οὖσα καθόλου ἀποφατικὴ ὑπάρχουσα, ἡ δὲ καθόλου ἀποφατικὴ ἀναγκαία· δεῖ γάρ, ὡς εἶπον, τῷ ἐνδέχεται μὴ εἶναι λευκὸν προσυπακούειν τὸ ὅ τι ἂν ᾖ ζῷον, ὃ ἴσον γίνεται τῷ ‘οὐδὲν ζῷον ἐνδέχεται εἶναι λευκόν’· οὕτω γὰρ ἂν ἀπόφασις ἔσται, χωρὶς δὲ ἐκείνου κατάφασις καὶ αὕτη. δύναται τὸ ἐνδέχεται μὴ εἶναι λευκὸν καὶ αὐτὸ παράδειγμα εἰρηκέναι3 τῆς ἐκ μεταθέσεως καταφάσεως, ὥσπερ καὶ τὸ μετ’ αὐτὸ 〈τὸ〉 καὶ ὅτι ἀληθὲς εἰπεῖν μὴ λευκόν, ὡς εἶναι ἴσην αὐτὴν τῇ ‘πάντα ἄνθρωπον ἐνδέχεται μὴ εἶναι λευκόν’. εἴτε δὲ καὶ ἐκείνην ὡς ἀποφατικὴν ἔθηκεν, εἴτε καὶ αὐτὴν ὡς ἐκ μεταθέσεως κατάφασιν, ὅμοιος ὁ λόγος καὶ ἡ δεῖξις. χρησάμενος δὲ ἐπὶ τῆς ἐκ μεταθέσεως καταφατικῆς τῷ ἀληθὲς εἰπεῖν μὴ λευκόν, τὸ ἀληθὲς εἰπεῖν, ὅ τι ποτὲ σημαίνει, ἐξηγούμενος προσέθηκεν τοῦτο γάρ ἐστιν εἶναι μὴ λευκόν, ὡς τῆς ἀληθὲς εἰπεῖν τῆς αὐτῆς οὔσης τῇ ‘ἔστιν οὐ λευκόν’ οὔσῃ καταφατικῇ, ὡς δέδεικται.
“既然显而易见,‘是非白者’与‘不是白者’意指不同的事物。” 在通过较多论据表明“不是此者”与“是非此者”并不意指同一回事,且“不是此者”是否定命题而“是非此者”是肯定命题之后,他便顺理成章地承接已被表明的事项,补充了自己先前说过的话:“在确立或反驳中,假定不是此者与是非此者意指同一回事还是不同事物,具有某种差异”。而这种差异在于,它们各自的证明方式并不相同,否定性的东西是通过肯定命题被证明的,而肯定性的东西则是从两个肯定命题出发被证明的;并且肯定性的东西是在第一格中被证明的,而否定性的东西则是在第二格和第一格中被证明的。至于这是如何发生的,他在下文中进行了阐明。因此,他所打算表明的事情便是这样一种性质,并且这对于三段论的还原也是有用的;因为它们各自如何被证明,就将如何被还原。但这措辞存在晦涩之处,原因在于无论是肯定命题还是否定命题,都没有按惯常方式被取用。因为他在说过证明各自的模式并非同一之后,想要列出这些命题并表明否定命题的证明模式与肯定命题的证明模式互不相同,便说道,例如凡是动物都不是白的,或者可能是非白的,以及说非白是真实的;因为这便是作为非白者。他将否定命题取为“凡是动物,都可能是非白的”;因为他是将“可能是非白的”作为与“凡是动物”共通的成分来说的。因为这些命题与“没有动物是白的”以及“没有动物可能是白的”具有同等效力,前者是全称否定实然命题,后者则是全称否定必然命题。因为正如我所说,对于“可能是非白的”,必须补充理解“凡是动物”,这便等于“没有动物可能是白的”;因为只有这样它才会是否定命题,而脱离了那一成分,它本身也是肯定命题。也有可能,他将“可能是非白的”本身作为来自转置的肯定命题的一个例子来说,正如紧随其后的“以及说非白是真实的”一样,以致它等同于“每个人都可能是非白的”。然而,无论他是将那个命题设立为否定命题,还是设立为来自转置的肯定命题,其论述和证明都是相似的。而在来自转置的肯定命题上使用了“说非白是真实的”之后,他在解释“说〔非白〕是真实的”究竟意指什么时,补充道“因为这便是作为非白者”,这是因为正如已经表明的那样,“说〔非白〕是真实的”与作为肯定命题的“是非白者”是同一回事。
- 2.294τῷ τὰς προτάσεις μὴ συνήθως εἰλῆφθαι
定冠词与格 τῷ 引导不定词短语 τὰς προτάσεις μὴ συνήθως εἰλῆφθαι,作原因与格,表达前文“措辞存在晦涩之处”(ἀσάφειαν δὲ ἡ λέξις ἔχει)的具体原因。
- 2.294ἀπὸ κοινοῦ
语法与解释学术语(apo koinou),指出谓词短语“可能是非白的”应与前面的条件从句限定“凡是动物”共通结合来理解。
- 2.294δύναται τὸ ἐνδέχεται μὴ εἶναι λευκὸν καὶ αὐτὸ παράδειγμα εἰρηκέναι
非人称动词 δύναται 支配完成时不定词 εἰρηκέναι,逻辑主语为亚里士多德(“他也可能是将……作为……来说的”)。这与后文的 εἴτε δὲ καὶ ἐκείνην... 相呼应,提出了另一种可能的解释方案。
