← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§409.16-410.32

缺乏命题与简单命题的对应及推论关系

亚里士多德在《前分析篇》52a15–52a18中指出缺乏命题与简单肯定、否定命题的关系同转置命题一样,亚历山大对此解释了其项的配置及在数量范畴下的具体例证,并进一步阐明否定词位置不同导致全称命题真假与含义产生差异的逻辑结构。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.292

" Ὁμοίως δὲ ἔχουσι καὶ αἱ στερήσεις πρὸς τὰς κατηγορίας ταύτῃ τῇ θέσει." Οὗ καὶ αὐτοῦ ἐν τῷ Περὶ ἑρμηνείας ἐμνημόνευσε, περὶ τούτου λέγει·1 εἰπὼν γὰρ ἐκεῖ, ἐν αἷς προτάσεσι “τὸ ἔστι τρίτον προσκατηγορεῖται”, δύο γίνεσθαι ἀντιφάσεις καὶ προτάσεις τέσσαρας προσέθηκεν “ὧν τὰ μὲν δύο πρὸς τὴν κατάφασιν καὶ ἀπόφασιν ἕξει κατὰ τὸ στοιχοῦν ὡς αἱ στερήσεις, τὰ δὲ δύο οὔ”. τοῦτο δὴ καὶ νῦν δείκνυσιν, ὅτι ἡ στερητικὴ ἀντίφασις τὴν ὁμοίαν τάξιν σῴζει πρὸς τὴν ἁπλῆν ἀντίφασιν ἐν τῇ θέσει τε καὶ ἀκολουθίᾳ, ἣν καὶ ἡ ἐκ μεταθέσεως ἀντίφασις. κατηγορίας δὲ εἴρηκεν ἤτοι τὰς ἀντικατηγορίας καὶ ἀκολουθίας, ὅτι ὁμοίως πρὸς τὰς ἀντικατηγορίας καὶ ἀκολουθίας, ἢ τὰς τὸ ἁπλοῦν τό, οὗ αἱ στερήσεις εἰσί, κατηγορούσας καταφατικῶς ἢ ἀποφατικῶς κατηγορίας εἶπε τὰς ‘ἔστιν ἴσον’2 καὶ ‘οὐκ ἔστιν ἴσον’. ἂν γὰρ τὴν στερητικὴν ἀντίφασιν ὑποτάξωμεν τῇ ἁπλῇ ἀντιφάσει, τῇ μὲν ἀποφάσει τὴν κατάφασιν τῇ δὲ καταφάσει τὴν ἀπόφασιν, ὅμοιαι αἱ ἀκολουθίαι τῇ τάξει ἔσονται ταῖς μικρῷ πρόσθεν ἐπὶ τῆς 〈ἐκ〉 μεταθέσεως ἀντιφάσεως· ταῖς μὲν γὰρ καταφάσεσιν αἱ ἀποφάσεις αἱ κατὰ ταύτας τεταγμέναι ἀκολουθήσουσιν ἐξ ἀνάγκης, οὐκέτι δὲ ταῖς ἀποφάσεσι πάντως αἱ καταφάσεις. ἔστω γὰρ τὸ μὲν ‘ἴσον ἐστίν’ ἐπὶ τοῦ Α, ἡ δὲ τούτου ἀπόφασις τὸ ‘οὐκ ἔστιν ἴσον’ ἐπὶ τοῦ Β, καὶ ὑποτετάχθω τῷ μὲν Β τὸ Γ ἔχον ἐπ’ αὐτοῦ τὴν τοῦ ἴσου στερητικὴν κατάφασιν τὴν ‘ἄνισόν ἐστι’ (στέρησις γὰρ τοῦ ἴσου τὸ ἄνισον), τῷ δὲ Α τὸ Δ ἔχον τὴν ἀπόφασιν τὴν τοῦ στερητικοῦ τὴν ‘οὐκ ἔστιν ἄνισον’. ὅμοιαι δὴ καὶ αἱ τούτων ἀκολουθίαι· τῷ μὲν γὰρ Γ, τῇ στερητικῇ καταφάσει, ἐξ ἀνάγκης ἀκολουθήσει τὸ Β, ἡ τοῦ ἴσου ἀπόφασις· δεῖ μὲν γὰρ ἐπὶ τοῦ ‘ἄνισόν ἐστιν’ ἀληθῆ εἶναι ἢ τὴν ‘ἴσον ἐστίν’ ἢ τὴν ‘οὐκ ἔστιν ἴσον’· ἀλλὰ ἀδύνατον τὸ ἄνισον καὶ ἴσον εἶναι ἅμα· ἡ ἄρα ἀπόφασις ἡ ‘οὐκ ἔστιν ἴσον’. οὐκέτι μέντοι τῇ ἀποφάσει τῇ ‘οὐκ ἔστιν ἴσον’, τῷ Β, ἐξ ἀνάγκης ἀκολουθήσει ἡ στερητικὴ κατάφασις ἡ ‘ἔστιν ἄνισον’, ἥτις ἦν τὸ Γ· οὐ γὰρ ἐπὶ πάντων, ἐφ’ ὧν ἀληθής ἐστιν ἡ ἀπόφασις ἡ ἁπλῆ, ἐπὶ τούτων καὶ ἡ στερητικὴ κατάφασις, ἥτις ἦν τὸ Γ. οὐκ ἴσον μὲν γὰρ χρῶμα καὶ φωνή, οὐ μὴν καὶ ἄνισον. τὸ γὰρ ἄνισον, ὡς προεῖπεν, ἐπὶ ὡρισμένου τινὸς ἀληθές ἐστιν· ἐπὶ γὰρ ποσοῦ. ἀνάπαλίν ἐστι τοῦ Α καὶ τοῦ Δ ἡ ἀκολουθία· τῷ μὲν γὰρ Α, τῇ ἁπλῇ καταφάσει, ἀκολουθήσει τὸ Δ, ἡ στερητικὴ ἀπόφασις· τὸ γὰρ ἴσον οὐκ ἄνισον. οὐκέτι μέντοι τῇ στερητικῇ ἀποφάσει τῇ ‘οὐκ ἄνισον’ ἐξ ἀνάγκης ἀκολουθήσει τὸ Α, ἡ ἁπλῆ κατάφασις· τὸ μὲν γὰρ ‘οὐκ ἄνισον’ καὶ ἐπὶ μὴ ποσῶν ἀληθές, τὸ δὲ ἴσον οὐκέτι. [ἴσον Α ἐστί, Β οὐκ ἔστιν ἴσον, Δ ἄνισόν ἐστι, Γ ἴσον οὐκ ἔστιν, Δ ἐστὶν ἄνισον.] " Καὶ ἐπὶ πολλῶν δέ, ὧν τοῖς μὲν ὑπάρχει τοῖς δὲ οὐχ ὑπάρχει τὸ αὐτό,3 ἡ μὲν ἀπόφασις ὁμοίως ἀληθεύει." Ὅτι μὴ ταὐτὸν σημαίνει τὸ ‘ἔστιν οὐ τοῦτο’ τῷ ‘οὐκ ἔστι τοῦτο’, δείκνυσι καὶ ἐκ τοῦ ἐφ’ ὧν ταὐτὸ τοῖς μὲν ὑπάρχει τοῖς δὲ μὴ ὑπάρχει τῶν ἐν τῷ αὐτῷ εἴδει, μὴ συναληθεύεσθαι τὰ αὐτά. εἰ γὰρ τῶν ἀνθρώπων οἱ μὲν λευκοί εἰσιν οἱ δὲ μή, τὸ μὲν ‘οὔκ εἰσι πάντες ἄνθρωποι λευκοί’ καὶ τὸ ‘οὐκ ἔστι λευκὸς ἕκαστος’ ἀληθές, οὐκέτι δὲ ἀληθὲς τὸ ‘εἰσὶν οὐ λευκοὶ πάντες ἄνθρωποι’ ἢ ‘ἔστιν οὐ λευκὸς ἄνθρωπος ἕκαστος’· ταῦτα γὰρ ταὐτὸν σημαίνει τῷ μηδένα ἄνθρωπον εἶναι λευκόν, ὅ ἐστι ψεῦδος. ἔτι εἰ τὰ μὲν εἴη τῶν ζῴων λευκὰ τὰ δὲ μή, ψευδοῦς οὔσης τῆς καθόλου καταφάσεως τῆς ‘πᾶν ζῷον ἐστι λευκόν’ ἀπόφασίς ἐστιν οὐχ ἡ ‘ἔστιν οὐ λευκὸν πᾶν ζῷον’ (καὶ γὰρ αὕτη ψευδὴς ὁμοίως τῇ ‘πᾶν ζῷον λευκόν ἐστιν’· οὐδὲν γὰρ λευκὸν εἶναι λέγει), ἡ δὲ ‘οὐ πᾶν ζῷον λευκόν ἐστιν’ ἀπόφασίς τε αὐτῆς ἐστι καὶ ἀληθής. εἰ δὲ τοῦτο, οὐ ταὐτὸν σημαίνει τῇ ‘οὐ πᾶν ζῷον λευκόν’ ἡ ‘ἔστι πᾶν ζῷον οὐ λευκόν’· εἰ δὲ μὴ ταὐτὸν σημαίνει, οὐδὲ ταὐτόν ἐστιν.

“在这一配置中,缺乏与述谓词的关系也同样如此。” 他在此所谈论的,正是他也在《解释篇》中所提及的事物;因为他在那里说到,在那些“‘是’作为第三者被附加述谓”的命题中,会产生两个矛盾对立和四个命题,接着补充道:“其中两个在系列上对于肯定命题和否定命题的关系将像缺乏一样,而另两个则不然。”如今他所展示的正是这一点:缺乏性矛盾对立无论在配置上还是在推随上,对于简单矛盾对立都保持着与来自转置的矛盾对立相同的秩序。至于他所谓的“述谓词”,要么是指相互述谓与推随,意即在相互述谓与推随方面也是同样如此;要么是指对作为缺乏之对象的那种简单事物进行肯定或否定述谓的述谓词,即“是相等的”和“不是相等的”。因为如果我们将缺乏性矛盾对立从属于简单矛盾对立,肯定命题从属于否定命题,否定命题从属于肯定命题,那么推随的秩序将与方才在转置矛盾对立上的秩序相似;因为对于肯定命题,按此配置的否定命题将必然推随,但对于否定命题,肯定命题却不再必然在一切情况下推随。设“是相等的”处于Α,“不是相等的”这一否定命题处于Β;令具有等于之缺乏性肯定命题“是不相等的”的Γ从属于Β(因为不相等是相等的缺乏),令具有缺乏项之否定命题“不是不相等的”的Δ从属于Α。这些项的推随确实也是相似的;因为对于缺乏性肯定命题Γ,相等之否定命题Β将必然推随。因为在“是不相等的”的情况下,要么“是相等的”为真,要么“不是相等的”为真;但不相等与相等不可能同时成立;因此便是否定命题“不是相等的”。然而,对于否定命题“不是相等的”即Β,缺乏性肯定命题“是不相等的”(即Γ)却不再必然推随;因为并非在简单否定命题为真的一切事物上,缺乏性肯定命题(即Γ)也同样为真。因为颜色与声音不是相等的,但也不是不相等的。因为正如他之前所说,不相等乃是对某种确定的事物为真:即对于数量。Α与Δ的推随则相反;因为对于简单肯定命题Α,缺乏性否定命题Δ将推随;因为相等的并不是不相等的。然而,对于缺乏性否定命题“不是不相等的”,简单肯定命题Α却不再必然推随;因为“不是不相等的”即使在非数量的事物上也为真,而“相等的”则不再如此。[Α是相等的,Β不是相等的,Δ是不相等的,Γ不是相等的,Δ是不相等的。]“而且在许多同一事物属于某些而不属于另一些事物的情况下,否定命题也同样为真。” 至于“是非此者”与“不是此者”并不意指同一回事,他还通过如下事实来表明:在同一种之下的事物中,当同一属性属于某些事物而不属于另一些事物时,相同的命题并不同时为真。因为如果人类中一部分是白的而另一部分不是,那么“并非所有人类都是白的”和“并非每个人都是白的”为真,但“所有人类都是非白的”或“每个人都是非白的”则不再为真;因为这些与没有任何人是白的意指同一回事,而这是虚假的。再者,如果在动物中一部分是白的而另一部分不是,当全称肯定命题“每个动物都是白的”为假时,它的否定命题并非“每个动物都是非白的”(因为这个命题也像“每个动物都是白的”一样是假的;因为它是说没有任何动物是白的),而“并非每个动物都是白的”才是它的否定命题,且为真。如果确实如此,那么“每个动物都是非白的”就与“并非每个动物都是白的”意指不同;而既然意指不同,它们也就不是同一回事。

语法注3 条
  1. 2.292Οὗ καὶ αὐτοῦ ἐν τῷ Περὶ ἑρμηνείας ἐμνημόνευσε, περὶ τούτου λέγει

    此句属于关系从句 Οὗ καὶ αὐτοῦ... 置于主句 περὶ τούτου λέγει 之前的倒装结构。关系代词 οὗ 作支配属格的动词 ἐμνημόνευσε 的宾语,并在主句中被指示短语 περὶ τούτου 所复指。

  2. 2.292κατηγορίας δὲ εἴρηκεν ἤτοι τὰς ἀντικατηγορίας καὶ ἀκολουθίας, ὅτι ὁμοίως πρὸς τὰς ἀντικατηγορίας καὶ ἀκολουθίας, ἢ τὰς τὸ ἁπλοῦν τό, οὗ αἱ στερήσεις εἰσί, κατηγορούσας καταφατικῶς ἢ ἀποφατικῶς κατηγορίας εἶπε τὰς ‘ἔστιν ἴσον’ καὶ ‘οὐκ ἔστιν ἴσον’

    此句为带有二选一结构(ἤτοι... ἤ...)的双重宾格句。对于动词 εἴρηκεν / εἶπε,第一选肢将 τὰς ἀντικατηγορίας 作为其谓语宾格,第二选肢则将具体命题 τὰς 'ἔστιν ἴσον' καὶ 'οὐκ ἔστιν ἴσον' 作为同位或补足成分指明所指的简单述谓。

  3. 2.293ὧν τοῖς μὲν ὑπάρχει τοῖς δὲ οὐχ ὑπάρχει τὸ αὐτό

    关系代词 ὧν 是相对于先行词 πολλῶν 的部分属格,在从句内部通过与格相关词短语 τοῖς μὲν ... τοῖς δὲ ... 展开对比。从句动词 ὑπάρχει 的语法主语是 τὸ αὐτό。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:409.16-410.32