← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§41.25-42.31

推论的产生条件及其先于证明的理由

亚历山大注释了亚里士多德在25b25中将可能否定前提的换位规定为与肯定前提相同,并进而注释25b26中关于一切推论产生条件(前提、格与组合规则)的探讨,以及先于证明讨论推论的原因(推论是证明的属,且更为普遍)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§1.21

" Κατὰ δὲ τὰς ἀντιστροφὰς ὁμοίως ἕξουσι ταῖς ἄλλαις." Εἰπὼν τὰς ἐνδεχομένας ἀποφατικὰς καταφατικὰς εἶναι κατὰ τὰς ἀντιστροφὰς ὁμοίως αὐτάς φησιν ἕξειν ταῖς ἄλλαις, δῆλον ὅτι ταῖς καταφατικαῖς· ἀντιστρέφειν γὰρ καὶ τῇ καθόλου καταφατικῇ ἐνδεχομένῃ καὶ τῇ ἐπὶ μέρους τὴν ἐπὶ μέρους· τοιαύτη γὰρ ἡ τῶν καταφατικῶν ἀντιστροφή.

“但在换位方面,它们将与其他前提处于同样状况。” 在说过可能否定前提是肯定命题之后,他说在换位方面它们将与其他前提处于同样状况,显然是指肯定前提;因为特称[可能肯定前提]既与全称可能肯定前提换位,也与特称[可能肯定前提]换位;因为肯定前提的换位正是如此。

§1.22

"Διωρισμένων δὲ τούτων λέγωμεν ἤδη, διὰ τίνων καὶ πότε καὶ πῶς γίνεται πᾶς συλλογισμός· ὕστερον δὲ λεκτέον περὶ ἀποδείξεως." Ἐφεξῆς τοῖς προειρημένοις λέγειν προτίθεται, ὧν ἕνεκεν καὶ περὶ ἐκείνων εἶπεν,1 ἔστι δὲ τὸ διὰ τίνων οἱ συλλογισμοὶ γίνονται, ὅτι διὰ προτάσεων. ἐπεὶ δὲ διὰ ποιᾶς προτάσεων συνθέσεως οἱ συλλογισμοὶ γίνονται, διὰ τοῦτο προσέθηκε τῷ διὰ τίνων τό τε πότε καὶ πῶς σημαντικὰ ὄντα τὸ μὲν πότε τῶν τε συζυγιῶν καὶ τῶν σχημάτων, ὅτι κατὰ ὅρον τινὰ δεῖ κοινωνεῖν τὰς προτάσεις, ἐν οἷς σχήμασι καὶ ἐν αἷς συζυγίαις οἱ συλλογισμοί, καὶ ἔτι τῆς τῶν προτάσεων ποιότητος· οὐ γὰρ ἐκ πασῶν συντιθεμένων προτάσεων γίνονται συλλογισμοί· οὔτε γὰρ ἐκ δύο ἀποφατικῶν οὔτε ἐκ δύο ἐπὶ μέρους, ὡς δείξει· τὸ δὲ πῶς τῶν καθ’ ἕκαστον σχημάτων συζυγιῶν καὶ τρόπων συλλογισμῶν ἐστι δηλωτικόν· καὶ γὰρ εἰ ἐκ τῶν προτάσεων γίνεται συλλογισμός, οὐχ ὁπωσοῦν συντιθεμένων γίνεται, ἀλλ’ ἐν τάξει τῇ οἰκείᾳ· διά τε γὰρ προτάσεων οἱ συλλογισμοὶ ποιῶν καὶ ἐν σχήμασιν, οἷς ἐρεῖ, καὶ ἐν τούτοις κατὰ ποιὰν τῶν προτάσεων πρὸς ἀλλήλας συμπλοκήν· καθ’ ἕκαστον γὰρ σχῆμα καὶ ἀσυλλόγιστοι καὶ συλλογιστικαί εἰσι συζυγίαι παρὰ τὴν ποιὰν τῶν προτάσεων σύνθεσιν. διὰ τίνων μὲν οὖν; διὰ γὰρ προτάσεων. πότε δὲ καὶ πῶς; ἐκ γὰρ τοιῶνδε προτάσεων καὶ οὕτω συντεθεισῶν, ὡς εἶναι τὸ μὲν πότε τοῦ τοιαύτας δεῖν λαμβάνεσθαι τὸ δὲ πῶς τῆς τοιᾶσδε συνθέσεως δηλωτικόν. τὴν δ’ αἰτίαν τοῦ προθέμενον λέγειν περὶ ἀποδείξεων πρῶτον περὶ συλλογισμῶν τὸν λόγον ποιεῖσθαι2 αὐτὸς σαφῶς ἀποδέδωκεν ἐνταῦθα· διότι γὰρ καθόλου μᾶλλον ὁ συλλογισμός. καὶ πῶς καθόλου, ἐδίδαξε διὰ τοῦ δεῖξαι, ὅτι μὴ ἀντιστρέφει· ἡ μὲν γὰρ ἀπόδειξις συλλογισμός τις· ὁ δὲ συλλογισμὸς οὐ πᾶς ἀπόδειξις. οὕτως δὲ ἔχων ὁ συλλογισμὸς πρὸς τὴν ἀπόδειξιν πρῶτός ἐστιν αὐτῆς· αὕτη γὰρ καὶ ἡ τῆς ἐπιγραφῆς αἰτία τῆς τῶν Προτέρων ἀναλυτικῶν καὶ Ὑστέρων ἐπιγράφεσθαι τάσδε τὰς πραγματείας, ὡς ἔφαμεν· ἔδει γὰρ τὸν μέλλοντα τὴν ἀπόδειξιν ὁρίζεσθαι καὶ τιθέναι ἐν γένει τῷ συλλογισμῷ πρῶτον ἐγνωκέναι, τί ποτ’ ἐστὶ συλλογισμός, καὶ διὰ τίνων γίνονται καὶ πότε καὶ πῶς ἐχόντων πρὸς ἄλληλα. προσέθηκε δὲ τὸ πᾶς συλλογισμὸς καίτοι περὶ τῶν κατηγορικῶν μόνων ποιούμενος τὸν λόγον, ὅτι μόνους τούτους ἡγεῖται κυρίως εἶναι συλλογισμούς, ὡς καὶ προϊὼν δείξει· τῶν γὰρ ἐξ ὑποθέσεως οὐδένα τὸ προκείμενον συλλογίζεσθαι.3

“既然这些已被规定,那么现在就让我们来讨论,每一个推论是通过什么、在何时以及如何产生的;至于证明,则必须在后面讨论。” 紧接着前述的内容,他打算陈述他正是为了那些内容而谈及前述内容的东西;这就是推论是通过什么产生的,即通过前提。但由于推论是通过前提的某种组合而产生的,因此他在“通过什么”之外加上了“在何时”与“如何”,它们指示着:一方面,“在何时”指示组合与格(即前提必须根据某个词项而共有,推论是在哪些格和哪些组合中产生),以及前提的质;因为推论并非从任意被组合的前提中产生;正如他将要表明的那样,既非由两个否定前提,亦非由两个特称前提产生;另一方面,“如何”指示每个格中的组合以及推论的式。因为即使推论产生自前提,它也不是从以任何方式组合的前提中产生,而是以特有的次序产生;因为推论不仅通过某种前提产生,而且在他将要谈及的格中产生,并在这些格中按照前提相互之间的某种交织而产生;因为在每个格中,依前提的某种组合,既有非推论性的组合,也有推论性的组合。那么,是通过什么呢?是通过前提。在何时以及如何呢?是从这样的前提并以此种方式组合的前提产生,以致“在何时”指示必须采纳这样的前提,而“如何”指示这样的组合。另一方面,对于打算讨论证明却首先就推论展开论述的原因,他自己在这里已清楚地给出了;因为推论更加普遍。至于它如何是普遍的,他通过表明它不能互换来加以教导;因为证明是某种推论,但并非所有推论都是证明。推论既然如此与证明相关,便先于证明;正如我们所言,这也是为什么这几部论著被题名为《前分析篇》与《后分析篇》的题名原因;因为将要定义证明并将其归入推论这一属中的人,必须首先知晓推论究竟是什么,它们通过什么产生,以及在〔那些东西〕何时且彼此处于何种关系下产生。虽然他仅就直言推论展开论述,却加上了“每一个推论”,这是因为他认为唯有这些才是严格意义上的推论,正如他在下文中也将表明的那样;因为假言推论中没有一个是推论出既定论题的。

语法注3 条
  1. 1.22ὧν ἕνεκεν καὶ περὶ ἐκείνων εἶπεν

    关系代词 ὧν 的先行词(如 ταῦτα)被省略,作为主句动词 προτίθεται λέγειν 的宾语。ὧν 受后置介词 ἕνεκεν 支配而取属格。整个句子的结构为:“他打算接续陈述那些他正是为了它们而谈及前述事物(ἐκείνων)的内容(ὧν ἕνεκεν)”。

  2. 1.22τὴν δ’ αἰτίαν τοῦ προθέμενον λέγειν περὶ ἀποδείξεων πρῶτον περὶ συλλογισμῶν τὸν λόγον ποιεῖσθαι

    带冠词的不定式属格短语 τοῦ ... ποιεῖσθαι 作为说明性/同位语属格修饰名词 τὴν αἰτίαν。分词 προθέμενον 取宾格,与不定式 ποιεῖσθαι 的逻辑主语(指亚里士多德)保持一致,构成“在打算讨论证明的情况下却首先就推论展开论述的原因”这一结构。

  3. 1.22τῶν γὰρ ἐξ ὑποθέσεως οὐδένα τὸ προκείμενον συλλογίζεσθαι

    在由 γάρ 引导的表原因的小句中,出现了宾格主语 οὐδένα 与不定式 συλλογίζεσθαι 的宾格加不定式结构。它承接上文 ὅτι μόνους τούτους ἡγεῖται... 所引申的间接引语(表示亚里士多德的观点),用以解释为何唯有直言推论才是严格意义上的推论。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:41.25-42.31