- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:40.15-41.24
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
针对亚里士多德在25b19中关于包含“可能”的否定前提具有肯定形式的论述,亚历山大论证指出,肯定形式本身并不是全称否定可能前提特殊换位规律的充分原因,肯定与否定可能的等值性(双向可能性)才是真正的原因,并提及了泰奥弗拉斯托斯的不同看法。
" Νῦν δὲ τοσοῦτον ἡμῖν πρὸς τοῖς εἰρημένοις ἔστω δῆλον, ὅτι τὸ ἐνδέχεσθαι μηδενὶ ἢ τινὶ μὴ ὑπάρχειν καταφατικὸν ἔχει τὸ σχῆμα." Τὸ λεγόμενον ὑπ’ αὐτοῦ νῦν τὸ τὸ ἐνδέχεσθαι, ἐν αἷς ἂν προτάσεσιν ᾖ προσκατηγορούμενον, κατάφασιν ἐκείνην εἶναι, ὥσπερ καὶ ἐν αἷς χωρὶς τοῦ ἐνδέχεσθαι τὸ ‘ἐστί’ κατηγορεῖται, ἀληθές τέ ἐστι καὶ εἴρηται καὶ δέδεικται ἐν τῷ Περὶ ἑρμηνείας. οὐ μὴν αὐτάρκης αἰτία αὕτη τοῦ τὰς ἐνδεχομένας ἀποφατικάς, ἐπεὶ καὶ καταφάσεις εἰσίν, ὁμοίως ἀντιστρέφειν ταῖς ἄλλαις καταφάσεσι, τὴν ἐπὶ μέρους πρὸς ἀμφοτέρας, τήν τε καθόλου καὶ τὴν ἐπὶ μέρους· εἰ γὰρ ἦν αὔταρκες τοῦτο, ἔδει καὶ ἐπὶ τῶν ἀναγκαίων οὕτως ἔχειν· καὶ γὰρ τὸ ἀναγκαῖον ἐν αἷς ἄν ᾖ προτάσεσι προσκατηγορούμενον, καταφάσεις ἐδείχθησαν οὖσαι καὶ αὐταί. ἀλλ’ ὅμως καίτοι οὕτως ἐχουσῶν αὐτῶν ἔδειξε τὰς μὲν καθόλου ἀποφατικὰς ἀναγκαίας ἀντιστρεφούσας αὑταῖς καίτοι καταφάσεις οὔσας· ἡ γὰρ ἀναγκαία ἀποφατικὴ κατάφασις ἁπλῶς οὖσα τὸ ὅλον ἀποφατικὴ ἀναγκαία λέγεται· τῇ δέ γε ἐπὶ μέρους ἀναγκαίᾳ ἀποφατικῇ οὐδεμία ἀντέστρεφεν. οὐχ ὡς αἰτίαν οὖν ταύτην ἀποδιδοὺς τοῦ μὴ ἀντιστρέφειν τὴν καθόλου ἐνδεχομένην ἀποφατικὴν ἔθηκεν αὐτός· καὶ γὰρ ὑπέθετο αὐτὸ ὡς ὕστερον φανερὸν ποιήσων· παραμυθίας δὲ χάριν τοῦ ὡς καταφάσεσιν ἡμᾶς προσέχειν αὐταῖς δεῖν καὶ οὕτως ζητεῖν αὐτῶν τὰς ἀντιστροφάς.1 ἐπεὶ τήν γε ἀληθῆ αἰτίαν, δι’ ἣν ὡς καταφάσεις αὐτὰς ἀντιστρέφειν δεῖ, ἀποδώσει προελθών· διότι γὰρ ἀντιστρέφει τὸ καθόλου ἐνδεχόμενον ἀποφατικὸν καὶ τὸ καθόλου ἐνδεχόμενον καταφατικὸν ἀλλήλοις καὶ συναληθεύουσι κατὰ τὴν τάξιν τὴν αὐτὴν φυλασσομένων τῶν ὅρων ἐπὶ τοῦ οὕτως λεγομένου ἐνδεχομένου, διὰ τοῦτο αὐτῶν καὶ αἱ ἀντιστροφαὶ ὡς καταφατικῶν γίνονται· ὃ γὰρ ἐνδέχεται μηδενὶ ὑπάρχειν, τοῦτο ἐνδέχεται καὶ παντὶ ὑπάρχειν, καὶ ὃ παντὶ ἐνδέχεται, καὶ μηδενί, ὃ ἐπ’ ἄλλων οὐκ ἔστι προτάσεων ἢ μόνων τῶν οὕτως ἐνδεχομένων. κατὰ τοῦτο οὖν ἰσοδυναμοῦσα ἡ καθόλου ἀποφατικὴ 〈τῇ καθόλου καταφατικῇ〉 οὖσα καὶ ἄλλως κατάφασις ὁμοίως ἐκείνῃ ἀντιστρέφει, οὐ διότι τὸ ‘ἐνδέχεται’ προσκατηγορούμενον ἔχει· εἰ γὰρ ἴσον δυναμένης τῆς ἀποφάσεως τῇ καταφάσει ἀντιστρέφοι ἡ καθόλου ἀποφατική, ἀντιστρέφοι ἂν καὶ ἡ καθόλου καταφατικὴ ἐνδεχομένη πρὸς αὐτήν. τοῦτο δ’ ἐστὶ ψεῦδος· εἰ γὰρ τοῦ Α ἐνδεχομένου τῷ Β μηδενὶ καὶ παντὶ λέγοι τις καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί, τῷ καὶ παντὶ ἐνδέχεσθαι εἴη ἂν ἡ καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα αὐτῇ,2 ὅπερ οὐκ ἔστιν ἀληθές· οὐ γὰρ εἰ πάντα ἄνθρωπον ἐνδέχεται περιπατεῖν, ἤδη καὶ πᾶν τὸ περιπατοῦν ἐνδέχεται ἄνθρωπον εἶναι. Ἀριστοτέλης μὲν οὖν διὰ ταῦτα τὴν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν αὐτῇ· Θεόφραστος δὲ καὶ ταύτην ὁμοίως ταῖς ἄλλαις ἀποφατικαῖς φησιν ἀντιστρέφειν, περὶ ὧν τῆς διαφορᾶς, ὅταν περὶ τῶν ἐνδεχομένων λέγωμεν, ἐπὶ πλέον ἐροῦμεν.
“但现在在已说的事物之外,让我们仅弄清楚这一点:可能不属于任何或不属于某个具有肯定的形式。” 他现在所说的,即在无论哪些前提中“可能”被附加谓述,该前提就是肯定命题(正如在没有“可能”而谓述“是”的前提中一样),这既是真实的,并且也在《解释篇》中被谈及且被证明过。然而,这并不是可能否定前提既然也是肯定命题便与其他肯定命题同样换位(即特称与全称和特称两者换位)的充分原因。因为如果这是充分的,那么在必然前提上也应当如此;因为在无论哪些前提中“必然”被附加谓述,这些前提也被证明是肯定命题。然而,尽管它们如此,他却表明全称否定必然前提尽管是肯定命题,却与自身换位(因为必然否定前提单就其自身而言虽是肯定命题,但作为一个整体却被称为必然否定命题);而对于特称否定必然前提,则没有任何命题与其换位。因此,他并非把这作为给出全称否定可能前提不换位的原因而提出来的;因为他确实设定它并打算稍后使其显明;相反,[他提出这一点是]为了教导的缘故,即指出我们应当把它们视作肯定命题来注意,并依此探寻它们的换位。因为至于应当把它们作为肯定命题来换位的真正原因,他将在推进讨论时给出。因为就以此种方式被说成的可能者而言,当词项的次序保持相同时,全称否定可能前提与全称肯定可能前提相互换位并且同真,由于这一缘故,它们的换位也作为肯定命题而发生。因为凡可能不属于任何者的,这也可能属于所有者;而凡对于所有者是可能的,也可能〔不属于〕任何者,这在其他前提中并不成立,而仅在以此种方式可能的前提中成立。因此在这方面,全称否定前提等值于〈全称肯定前提〉,且在别的方式下也是肯定命题,故而与那一个同样换位,并不是因为它将“可能”作为附加谓述。因为如果全称否定前提是由于否定与肯定具有同等效力而换位,那么全称肯定可能前提也将与自身换位。但这是错误的;因为如果在A可能不属于任何〔B〕且属于所有B时,有人说B也可能不属于任何A,那么由于也可能属于所有,全称肯定可能前提就会与自身换位,而这并不是真的;因为并不是如果所有人都有可能散步,就已经意味着每一个散步者也可能都是人。因此,亚里士多德由于这些理由说全称否定可能前提不与自身换位;但泰奥弗拉斯托斯说这也与其他否定前提同样换位,关于他们之间的分歧,当我们讨论可能前提时,我们将进行更详尽的讨论。
- 1.20παραμυθίας δὲ χάριν τοῦ ὡς καταφάσεσιν ἡμᾶς προσέχειν αὐταῖς δεῖν καὶ οὕτως ζητεῖν αὐτῶν τὰς ἀντιστροφάς.
紧承前句 οὐχ ὡς αἰτίαν οὖν ταύτην ἀποδιδοὺς ... ἔθηκεν(因此他并不是为了给出原因而设立此点的),此处省略了主要动词 ἔθηκεν,由介词短语 παραμυθίας δὲ χάριν(而是为了指导的缘故[设立的])构成句子的核心骨架。随后的带冠词属格不定式 τοῦ ... δεῖν 则作为同位语或说明性成分,具体补充说明这一指导的内容(“即我们应当……”)。
- 1.20εἰ γὰρ τοῦ Α ἐνδεχομένου τῷ Β μηδενὶ καὶ παντὶ λέγοι τις καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί, τῷ καὶ παντὶ ἐνδέχεσθαι εἴη ἂν ἡ καθόλου καταφατικὴ ἐνδεχομένη ἀντιστρέφουσα αὐτῇ
这是一个带有 ἄν 的希求法条件句结构。条件从句中包含属格独立结构 τοῦ Α ἐνδεχομένου τῷ Β μηδενὶ καὶ παντί(设定前提条件),其主要动词 λέγοι 支配宾格加不定式结构 καὶ τὸ Β τῷ Α ἐνδέχεσθαι μηδενί。在归结从句中,带冠词的与格不定式 τῷ καὶ παντὶ ἐνδέχεσθαι 表示原因或依据(“由于它也可能属于所有”),与 εἴη ἄν ... ἀντιστρέφουσα 这一迂回谓语搭配使用。
