- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:43.1-44.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
作为亚里士多德关于第一格直言推论讨论的导论,亚历山大首先根据整体与部分的关系将确信划分为例证、归纳与推论三类,继而阐明“论题”在属上与前提是相同的。
" Ὅταν οὖν ὅροι τρεῖς οὕτως ἔχωσι πρὸς ἀλλήλους, ὥστε τὸν ἔσχατον ἐν ὅλῳ εἶναι τῷ μέσῳ." Γίνεται μέν ὁ λόγος αὐτῷ περὶ τῶν σχημάτων τῶν συλλογιστικῶν, ἐν οἷς σχήμασι πάντες οἱ τέλειοι καὶ οἱ ἀτελεῖς συλλογισμοὶ τὴν σύστασιν λαμβάνουσι, καὶ ποιεῖταί γε τὸν λόγον πρῶτον περὶ τοῦ πρώτου λεγομένου σχήματος, ἐν ᾧ ἡ τῶν τελείων γένεσις συλλογισμῶν. ἐπεὶ δέ ἐστιν ὁ συλλογισμὸς πίστις τις (πιστοῦται γὰρ διά τινων ὁ συλλογιζόμενός τι καὶ δείκνυσι· διὰ γὰρ τῶν πεπιστευμένων τὸ ἀμφισβητούμενον πιστὸν ὁ συλλογιζόμενος ποιεῖ), οὐ πᾶσα δὲ πίστις συλλογισμός, οὐδὲν χεῖρον ἴσως προειπεῖν ὀλίγα περὶ πίστεως· γνωριμωτέρα γὰρ οὕτως καὶ ἡ συλλογιστικὴ πίστις ἔσται. πᾶς δὴ ὁ πιστούμενός τι καὶ γνώριμον βουλόμενος ποιῆσαι ἐξ ἄλλου ἢ ἄλλων αὐτὸ πιστοῦται· αὐτὸ γὰρ ἐξ αὑτοῦ οὐδὲν δείκνυται καὶ πιστοῦται, ἐπεὶ πάντ’ ἂν οὕτως ἦν πιστά. ἐπεὶ τοίνυν ἐξ ἄλλου, ἤτοι ἐκ τοῦ ὅλου τε καὶ καθόλου καὶ περιέχοντος δείκνυσι τὸ προκείμενον, ὃ ἢ μέρος τι1 ὂν τοῦ, δι’ οὗ ἡ πίστις, ἢ ὅλως τὶ αὐτοῦ δείκνυται δι’ αὐτοῦ, ἢ ἐκ τῶν μερῶν αὐτοῦ δεικνύμενον τὸ ὅλον ἢ ἐκ μέρους τινὸς τῶν ὑπὸ τὸ ὅλον μέρος τι. ὅταν μὲν οὖν μέρος ἐκ μέρους δεικνύμενον ᾖ καὶ πιστούμενον, τὸ τοιοῦτον καὶ ἡ οὕτως γινομένη πίστις παράδειγμα καλεῖται, ὡς ὁ κωλύων Διονυσίῳ φυλακὴν διδόναι τοῦ σώματος Συρακουσίους αἰτοῦντι ὡς, εἰ λάβοι, ἐπιθησομένου τυραννίδι2 καὶ πιστούμενος τοῦτο διὰ τοῦ ὅτι καὶ Πεισίστρατος αἰτήσας παρ’ Ἀθηναίων λαβὼν ἐτυράννησε καὶ Θεαγένης παρὰ Μεγαρέων· ἑκάτερον γὰρ τούτων, καὶ τὸ δεικνύμενον καὶ τό, δι’ οὗ δείκνυται καὶ κωλύεται, μέρη ἐστὶν ὅλου τοῦ ὅτι οἱ φυλακὴν αἰτοῦντες τοῦ σώματος πάντες ἐπιτίθενται τυραννίδι. ὃ δὴ διὰ τοῦ ἑτέρου μέρους πιστὸν ποιήσας χρῆται αὐτῷ πρὸς τὸ ἕτερον, ὃς λόγος δεικτικὸς μέρους διὰ μέρους γνωρίμου καὶ πιστοῦ ἀγνοουμένου τινὸς καὶ ἀμφισβητουμένου. ὅταν δὲ ἐκ τῶν μερῶν τὸ ὅλον ᾖ πιστούμενόν τε καὶ δεικνύμενον, τὸ τοιοῦτον ἐπαγωγὴ καλεῖται, οἷον ἄνθρωπος τὴν κάτω γένυν κινεῖ καὶ ἵππος καὶ κύων καὶ βοῦς καὶ πρόβατον, καὶ πᾶν ἄρα ζῷον. λόγος δὲ τῆς ἐπαγωγῆς ἡ διὰ τῶν καθ’ ἕκαστα γνωρίμων καὶ πιστῶν ὁδὸς ἐπὶ τὸ καθόλου ἄγνωστον. ἄμφω δὲ ταῦτα, ἥ τε ἐπαγωγὴ καὶ τὸ παράδειγμα, τὸ μὲν πιθανὸν ἐν αὐτοῖς ἔχει, τὸ δὲ ἀναγκαῖον οὐκ ἔχει. τὸ δ’ ἐπὶ πλέον περὶ τούτων τῶν πίστεων καὶ αὐτὸς ἐν τῷ δευτέρῳ δείκνυσιν, αὐτῶν τήν τε πρὸς τὴν συλλογιστικὴν πίστιν διαφορὰν καὶ ὅτι καὶ αὗται χρήσιμοί πως τῇ πίστει ὑπάγονται τῇ συλλογιστικῇ. διὸ ὡς πρὸς τὰ προκείμενα ἱκανὰ νῦν τὰ περὶ αὐτῶν εἰρημένα. ὅταν δὲ ἐκ τοῦ ὅλου τὸ μέρος λαμβάνῃ τὴν πίστιν, ἡ τοιαύτη πίστις ἤδη συλλογισμὸς καλεῖται, καὶ ἔστιν ἀναγκαστικωτάτη τῶν πίστεων αὕτη· ὃ γὰρ τῷ καθόλου τε καὶ παντὶ συμβέβηκέ τε καὶ ὑπάρχει, τοῦτ’ ἐξ ἀνάγκης καὶ τῷ ἐν τούτῳ ὄντι τε καὶ περιεχομένῳ· ὁ γὰρ πᾶσαν δικαιοσύνην καλὸν λαβὼν πᾶν δὲ τὸ καλὸν ἀγαθὸν διὰ τοῦ ὅλου τε καὶ καθόλου τοῦ πᾶν τὸ καλὸν ἀγαθὸν εἶναι ἔδειξε τὸ καὶ τὴν δικαιοσύνην τοιοῦτον εἶναι μέρος ὂν τοῦ πᾶν τὸ καλὸν ἀγαθὸν εἶναι, εἴ γε καὶ ἡ δικαιοσύνη καλόν. τίς δὲ ὁ τοῦ συλλογισμοῦ λόγος, ἀποδέδωκεν. Ἐπεὶ τοίνυν ὁ συλλογισμὸς δεῖξίς τινός ἐστιν ἀμφισβητουμένου διά τινων ὁμολογουμένων, τὸ δὲ ἀμφισβητούμενον καὶ εἰς δεῖξιν προτεινόμενον πρόβλημα καλεῖται, εἴπωμεν βραχέα περὶ αὐτοῦ. ἔστι δὴ τὸ πρόβλημα τῷ γένει πρότασις· τὸ γὰρ αὐτὸ γένει πρόβλημα καὶ λῆμμα καὶ ὁμολόγημα καὶ συμπέρασμα καὶ ἀξίωμα· πάντα γὰρ προτάσεις τῇ σχέσει τὴν διαφορὰν ἔχοντα.
“因此,当三个词项相互之间处于这样的关系,以致极项在中项整体之中……” 他的论述是关于推论的诸格展开的,在这些格中,所有完全的与不完全的推论都获得了它们的构成,而且他首先就所谓的第一格展开论述,完全推论的生成正存在于该格之中。但是,既然推论是某种确信(因为进行推论的人是通过某些事物来确立确信并进行证明的;因为进行推论的人通过已被相信的事物使有争议的事物变得可信),而并非所有的确信都是推论,那么预先就确信简要地说几句或许并无坏处;因为这样一来,推论的确信也将变得更加为人所知。凡是对某事进行确信并希望使其为人所知的人,都是从另一个或另一些事物来确信它的;因为没有任何事物是由自身通过自身被证明和确信的,否则一切事物都将以此方式成为可信的了。既然是从另一事物出发,他就或者从整体的、普遍的和包含的事物出发来证明所提出的论题,该论题要么作为确信赖以产生之物的一部分,要么一般而言作为属于它的某物而通过它被证明;要么是从其诸部分证明整体;要么是从属于整体之下的诸部分的某一部分证明某一部分。因此,当从部分证明并确信部分时,这样一种事物以及由此产生的确信被称为例证,比如有人阻止叙拉古人给予索要护卫队的狄奥尼修斯护卫队,理由是如果他得到护卫队,他就会图谋僭主职位,并且这个人通过如下事实来确信这一点:庇西特拉图向雅典人索要并在得到之后成为了僭主,西阿根尼向墨伽拉人索要也是如此;因为这两者——既包括被证明的事物,也包括据以证明并加以阻止的事物——都是“所有索要护卫队的人都图谋僭主职位”这一整体的部分。既然他通过其中的一部分使之可信,他便将其用于另一部分,这一论证是通过已知的、可信的部分来证明未知的、有争议的部分的论证。另一方面,当从诸部分确信并证明整体时,这样一种事物被称为归纳,例如人和马、狗、牛、羊都动下颚,因此所有动物都动下颚。而归纳的定义则是通过个别的、已知的和可信的事物通往未知的普遍事物的道路。这两者,即归纳与例证,在自身中具有令人信服的力量,但并不具有必然性。至于关于这些确信的更多内容,他自己在第二卷中也表明了它们与推论的确信之间的区别,以及它们同样在某种程度上是有用的并从属于推论的确信。因此,就眼下的问题而言,关于它们所说的这些目前已经足够了。但是,当部分从整体获得确信时,这样一种确信就已经被称为推论了,而且这是诸确信中最具强制必然性的;因为凡是附随并属于普遍者和整体的事物,必然也属于存在于其中并被其包含的事物。因为假定所有正义皆美,而所有美皆善的人,正是通过“所有美皆善”这一整体且普遍的事实,证明了正义也是这样的事物,因为如果正义也是美的话,它就是“所有美皆善”的一部分。至于推论的定义是什么,他已经给出了。既然推论是通过某些公认的事物对某种有争议的事物的证明,而有争议的并被提出以待证明的事物被称为论题,那么就让我们简要地谈谈它。论题在属上乃是一个前提;因为论题、假定前提、公认前提、结论和公理在属上是相同的;因为它们全都是在关系上具有差异的前提。
- 1.23ἤτοι ἐκ τοῦ ὅλου τε καὶ καθόλου καὶ περιέχοντος δείκνυσι τὸ προκείμενον ... ἢ ἐκ τῶν μερῶν αὐτοῦ δεικνύμενον τὸ ὅλον ἢ ἐκ μέρους τινὸς τῶν ὑπὸ τὸ ὅλον μέρος τι
这是由 ἤτοι ... ἢ ... ἢ ... 引导的三分法结构骨架。第一肢是“从整体证明[部分]”(推论),第二肢是“从诸部分证明(δεικνύμενον)整体”(归纳),第三肢是“从某一部分证明某一部分”(例证)。第一肢采用带有定式动词(δείκνυσι)和宾语(τὸ προκείμενον)的主动句式,而第二、第三肢则在语法结构上转换为被动分词(δεικνύμενον)或其省略的名词短语并列。
- 1.23ὡς, εἰ λάβοι, ἐπιθησομένου τυραννίδι
这是一个属格绝对结构,由表示主观理由的 ὡς 与带有条件从句 εἰ λάβοι 的将来分词属格 ἐπιθησομένου 结合而成。它没有与前面的与格(Διονυσίῳ ... αἰτοῦντι)保持格的一致,而是以独立的属格出现,用以表达劝阻者的判断理由:“理由是如果他得到护卫队,他就会图谋僭主职位”。
