← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§408.17-409.15

对角线上肯定命题与否定命题的共存关系

围绕亚里士多德《前分析篇》52a12,亚历山大解释了处于对角线位置的两个肯定命题(Α与Γ)不可共存,而两个否定命题(Β与Δ)可以在某些事物上同时为真,并结合《解释篇》的相关论述进行了印证。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.291

" Δῆλον δέ, ὅτι καὶ τὸ Α, Γ οὐδενὶ τῷ αὐτῷ καὶ τὸ Β καὶ τὸ Δ ἐνδέχεται τινὶ τῷ αὐτῷ ὑπάρξαι." Περὶ τῶν διαγωνίων λέγει· ἔστι γὰρ τὸ μὲν Α τῷ Γ διαγώνιον, αἱ καταφάσεις, τὸ δὲ Β τῷ Δ, αἱ ἀποφάσεις. λέγει δή, ὅτι τὰ μὲν Α Γ ἀδύνατον συνυπάρξαι· ταῦτα δὲ ἦν ἥ τε ἁπλῆ κατάφασις καὶ ἡ ἐκ μεταθέσεως· ἀδύνατον γὰρ τὸ αὐτὸ ἅμα τε λευκὸν εἶναι καὶ μὴ λευκόν, ὃ σημαίνεται ὑπὸ τῆς ἐκ μεταθέσεως καταφάσεως τῆς ἐπὶ τοῦ Γ. λέγοι δ’ ἂν ταῦτα ἐπὶ τῶν διωρισμένων προτάσεων·1 αὗται γάρ εἰσιν αἱ τὴν ἀντίφασιν ποιοῦσαι, ἐπεὶ τάς γε ἀδιορίστους οὐδὲν κωλύει πάσας πάσαις συναληθεύειν. ὅτι δὲ μὴ οἷόν τε τὰς καταφάσεις τὰς προειρημένας ἅμα ἀληθεῖς εἶναι, ἱκανὴ μὲν καὶ ἡ ἐνάργεια δηλῶσαι, οὐ μὴν ἀλλὰ καὶ διότι ἅμα ἀληθεῖς ἔσονται καὶ αἱ ἀντιφατικῶς ἀντικείμεναι.2 τῇ μὲν γὰρ ἁπλῇ καταφάσει ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις, ὥστε ἅμα ἀληθεῖς ἥ τε κατάφασις ἡ ἐκ μεταθέσεως, ἐφ’ ἧς τὸ Γ,3 καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Δ. πάλιν ἐπεὶ τῷ Γ, τῇ καταφάσει τῇ ἐκ μεταθέσεως, ἕπεται τὸ Β, ἡ ἁπλῆ ἀπόφασις, ἅμα ἔσονται ἀληθεῖς ἥ τε ἁπλῆ κατάφασις, ἐφ’ ἧς τὸ Α, καὶ ἡ ἀπόφασις αὐτῆς, ἐφ’ ἧς τὸ Β· ταῦτα δὲ ἀδύνατον. τὰς μέντοι ἀποφάσεις, τήν τε ἁπλῆν, ἥτις ἦν ἐπὶ τοῦ Β, καὶ τὴν ἐκ μεταθέσεως, ἥτις ἦν ἐπὶ τοῦ Δ, ἐνδέχεσθαί φησιν ἐπί τινος ἅμα ἀληθεῖς εἶναι. ἐφ’ ὧν γὰρ ἡ μὲν ἁπλῆ ἀπόφασις ἀληθὴς ἦν ἡ Β, οὐκέτι δὲ καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ Γ (οὐ γὰρ ἀντέστρεφεν), ἐπὶ τούτων ἐξ ἀνάγκης ἀληθὴς ἡ Δ ἡ ἐκ μεταθέσεως ἀπόφασις· ἐπὶ παντὸς γὰρ ἢ τὸ Γ ἢ τὸ Δ (ἀντίφασις γάρ), καὶ οὐχ εἵπετο τῷ Β τὸ Γ παντί. πάλιν ἐφ’ ὧν ἀληθοῦς οὔσης τῆς Δ τῆς ἐκ μεταθέσεως ἀποφάσεως οὐκ ἦν ἀληθὴς ἡ Α ἡ ἁπλῆ κατάφασις (οὐ γὰρ ἀντέστρεφεν), ἐπὶ τούτων ἀληθὴς ἡ ἀπόφασις ἡ ἁπλῆ [κατάφασις] αὐτῆς ἡ Β· ἐπὶ παντὸς γὰρ ἢ τὸ Α ἢ τὸ Β. ὥστε γίνονται ἅμα ἀληθεῖς αἱ ἀποφάσεις ἐπί τινων· ἐπὶ γὰρ τοῦ τοίχου ἀληθεῖς ἥ τε λέγουσα αὐτὸν μὴ εἶναι ξύλον λευκὸν ἀπόφασις ἁπλῆ καὶ ἡ λέγουσα αὐτὸν μὴ εἶναι ξύλον οὐ λευκὸν ἀπόφασις ἐκ μεταθέσεως οὖσα. ἐμνημόνευσε καὶ τούτου ἐν τῷ Περὶ ἑρμηνείας ἐν οἷς λέγει “ὁμοίως δὲ ἔχει, κἂν καθόλου τοῦ ὀνόματος 〈ᾖ〉 ἡ κατάφασις” ἕως 〈τοῦ〉 “πλὴν οὐχ ὁμοίως τὰς κατὰ διάμετρον ἐνδέχεται ἀληθεύεσθαι· ἐνδέχεται δὲ ποτέ”. ἐπὶ γὰρ τῶν διωρισμένων ἀντιφάσεων, αἳ κυρίως εἰσὶν ἀντιφάσεις, οὐ πάσας ἐνδέχεται τὰς κατὰ διάμετρον συναληθεύεσθαι, ἀλλὰ τινὰς καὶ ποτέ· τὰς γὰρ ἀποφάσεις τὰς Β Δ, ὡς ἔδειξεν ἄρτι, ‘οὐκ ἔστι ξύλον λευκόν, οὐκ ἔστι ξύλον οὐ λευκόν’.

“同样显然的是,Α与Γ不可能属于任何同一事物,而Β与Δ则可以属于某同一事物。” 他是在论述对角线项;因为Α与Γ处于对角(肯定命题),而Β与Δ处于对角(否定命题)。于是他说,Α与Γ不可能共同属于同一者;而这些便是简单肯定命题与来自转置的肯定命题。因为同一事物不可能同时既是白的又是非白的,而后者正是由处于Γ处的来自转置的肯定命题所意指的。他谈论这些应当是指限定命题;因为正是这些命题构成了矛盾对立,至于非限定命题,则没有任何东西妨碍它们全都与全都同时为真。至于上述肯定命题不可能同时为真,显而易见性固然足以表明,不仅如此,还因为矛盾对立的命题也将同时为真。因为转置否定命题推随简单肯定命题,从而处于Γ处的转置肯定命题及其处于Δ处的否定命题将同时为真。再次,由于简单否定命题Β推随转置肯定命题Γ,处于Α处的简单肯定命题及其处于Β处的否定命题也将同时为真;而这些都是不可能的。然而,至于否定命题,即处于Β处的简单否定命题与处于Δ处的来自转置的否定命题,他说它们在某些情况下可以同时为真。因为凡简单否定命题Β为真而来自转置的肯定命题Γ不再为真的事物(因为它并不换位),在这些事物上,处于Δ处的来自转置的否定命题必然为真;因为对于一切,要么是Γ要么是Δ(因为这是矛盾对立),且并非在所有情况下Γ都推随Β。再次,凡在来自转置的否定命题Δ为真而处于Α处的简单肯定命题不为真的事物(因为它并不换位),在这些事物上,它的简单否定命题Β为真;因为对于一切,要么是Α要么是Β。因此,否定命题在某些事物上同时为真;因为对于墙来说,说它不是白木的简单否定命题,以及说它不是非白木的转置否定命题,二者都是真的。他在《解释篇》中也提到了这一点,他在那里说“即使肯定命题是关于名称全称地做出的,情况也同样”直到“只是对角线命题不可能以同样方式为真;但有时是可能的”。因为在作为严格意义上的矛盾对立的限定矛盾对立中,并非所有对角线命题都可以同时为真,而只是某些命题有时可以;即正如他刚才所展示的,处于Β和Δ处的否定命题可以:“不是白的木头,不是非白的木头”。

语法注3 条
  1. 2.291λέγοι δ’ ἂν ταῦτα ἐπὶ τῶν διωρισμένων προτάσεων

    带 ἄν 的祈愿语气(λέγοι ἄν)表示解释者的合理推断(“他应当是在说……”)。紧随其后的 γάρ 引导的从句说明了理由,即只有限定命题才构成严格意义上的矛盾对立。

  2. 2.291οὐ μὴν ἀλλὰ καὶ διότι ἅμα ἀληθεῖς ἔσονται καὶ αἱ ἀντιφατικῶς ἀντικείμεναι

    成语性结构 οὐ μὴν ἀλλά(“不仅如此,而且”)引出补充理由,承接前面的 ἱκανὴ μὲν... δηλῶσαι。在由 διότι 引导的原因从句中,主语是 καὶ αἱ ἀντιφατικῶς ἀντικείμεναι,谓语是 ἅμα ἀληθεῖς ἔσονται。

  3. 2.291ἐφ’ ὧν γὰρ ἡ μὲν ἁπλῆ ἀπόφασις ἀληθὴς ἦν ἡ Β, οὐκέτι δὲ καὶ ἡ ἐκ μεταθέσεως κατάφασις ἡ Γ

    由关系词引导的 ἐφ' ὧν(“凡在……的事物上”)从句与主句中的指示短语 ἐπὶ τούτων(“在这些事物上”)相呼应。在 ἡ Γ 之后省略了系表结构 ἀληθὴς ἦν,插入的括号语 οὐ γὰρ ἀντέστρεφεν 说明了为什么从 Β 到 Γ 的反向推论不成立。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:408.17-409.15