← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§407.16-408.16

从简单肯定到转置否定的推随及其不可逆性

亚历山大论证了简单肯定命题Α与转置否定命题Δ之间的推随关系,说明从属的否定命题必然随从先行的肯定命题,但反之不然,因为否定命题的外延更广。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.290#2

Ἀνάπαλιν δείκνυσι τὴν ἀκολουθίαν γινομένην ἐπί τε τοῦ Α καὶ τοῦ Δ1 τοῦ ὑποτεταγμένου αὐτῷ, τοῦτ’ ἔστιν ἐπί τε τῆς ἁπλῆς καταφάσεως (αὕτη γὰρ ἦν ἐπὶ τοῦ Α ἡ λέγουσα ‘ἔστι ξύλον λευκόν’) καὶ ἐπὶ τῆς ἀποφάσεως τῆς οὐχ ἁπλῆς· αὕτη γὰρ ἦν ἐπὶ τοῦ Δ ἡ λέγουσα ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’. ἐπὶ μὲν γὰρ τῶν Β καὶ Γ τῷ μὲν Γ, ὃ ἦν ὑποτεταγμένον τῷ Β ὂν κατάφασις ἐκ μεταθέσεως, εἵπετο πάντως τὸ Β, ὃ ἦν ἁπλῆ ἀπόφασις· οὐκέτι μέντοι τῷ Β τῷ ἡγουμένῳ πάντως καὶ τὸ Γ τὸ ὑποτεταγμένον αὐτῷ ἠκολούθει. ἐπὶ δὲ τῶν Α καὶ Δ ἔμπαλιν τῷ μὲν Α, τοῦτ’ ἔστιν τῇ ἁπλῇ καταφάσει, πάντως ἕπεται ἡ ἐκ μεταθέσεως ἀπόφασις· ἐφ’ οὗ γὰρ ἀληθὲς τὸ Α τὸ ‘ἔστι ξύλον λευκόν’ (ἔστι δὲ ἐπὶ ξύλου μόνου), ἐπὶ τούτου ἐξ ἀνάγκης ἀληθὲς καὶ τὸ Δ τὸ ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’. τοῦ δὲ ἀκολουθεῖν τῷ Α τὸ Δ ἀπόδειξις, ὅτι2 ἐπὶ παντὸς ἢ τὸ Γ ἢ τὸ Δ· ἀντίφασις γάρ ἐστιν· ὥστε καὶ ἐπὶ 〈τοῦ Α ἢ τὸ Γ ἢ τὸ〉 Δ, θάτερον αὐτῶν. ἀλλὰ μὴν ἀδύνατον τὸ Γ· εἵπετο γὰρ τῷ Γ τὸ Β, ὃ ἀπόφασις ἦν τοῦ Α. εἰ δὴ τὸ Γ ἕποιτο τῷ Α, ἕποιτο ἂν αὐτῷ καὶ τὸ Β τὸ ἑπόμενον τῷ Γ, ὅ ἐστιν ἀδύνατον· οὐ γὰρ οἷόν τε ἅμα τε λευκὸν εἶναι καὶ μὴ εἶναι λευκόν· οὐ γὰρ συνυπάρχει ἡ ἀντίφασις οὐδ’ οἷόν τε ἅμα τῷ αὐτῷ. τὸ Δ ἄρα ἕπεται τῷ Α, τῷ ἡγουμένῳ τὸ ὑποτεταγμένον· ὃ γὰρ ἂν ᾖ λευκόν, κατὰ τούτου ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ μὴ λευκόν. αὐτὸς μέντοι ὡς ἐναργεῖ ὄντι ἐχρήσατο τῷ μὴ δύνασθαι τῷ Α τὸ Γ ἀκολουθεῖν· ἦν γὰρ ἐπὶ τοῦ Α τὸ εἶναι λευκὸν κείμενον, ἐπὶ δὲ τοῦ Γ τὸ εἶναι μὴ λευκόν· ἀδύνατον δὲ τὸ αὐτὸ ἅμα εἶναί τε λευκὸν καὶ εἶναι μὴ λευκόν. οὐκέτι μέντοι καθ’ οὗ τὸ Δ, κατ’ ἐκείνου ἐξ ἀνάγκης τὸ Α. κατὰ γὰρ τοῦ μὴ ξύλου ἀληθὴς μὲν ἡ ἀπόφασις ἡ ἐκ μεταθέσεως, ἐφ’ ἧς τὸ Δ, ἡ λέγουσα ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’· ὁ γὰρ τοῖχος οὐκ ἔστι ξύλον οὐ λευκόν· οὐ γὰρ δὴ τὸ Γ ἐπ’ αὐτοῦ ἀληθὲς οἷόν τε εἶναι· τοῦτο δέ ἐστι τὸ εἶναι ξύλον οὐ λευκόν· δεῖ δὲ ἢ τὸ Γ ἢ τὸ Δ. διὰ δὲ τοῦ δεῖξαι, ὅτι μὴ ἡ κατάφασις ἀληθής, ἔδειξε τὴν ἀπόφασιν ἀληθῆ, ὅτι μὴ ἦν αὐτόθεν γνώριμον τὸ σημαινόμενον ὑπὸ τῆς ἀποφάσεως τῆς ‘οὐκ ἔστι ξύλον οὐ λευκόν’. οὐκέτι μέντοι, ἐφ’ οὗ ἀληθὴς ἡ ἀπόφασις ἡ ἐκ μεταθέσεως (ἐπὶ μὲν γὰρ τοίχου ἀληθὴς ἡ ἀπόφασις ἡ λέγουσα ‘ὁ τοῖχος οὐκ ἔστι ξύλον οὐ λευκόν’), οὐκέτι μέντοι ἐπ’ αὐτοῦ ἀληθὴς καὶ ἡ κατάφασις ἡ ἁπλῆ ἡ λέγουσα ‘ὁ τοῖχος ἐστι ξύλον λευκόν’, ἐφ’ ἧς Α. ἀκολουθεῖ ἄρα τῷ μὲν Γ τὸ Β τῷ δὲ Α τὸ Δ, οὐ μὴν ἀνάπαλιν· ὥστε ταῖς μὲν καταφάσεσιν αἱ ἀποφάσεις ἀκολουθήσουσι, τῇ μὲν ἐκ μεταθέσεως καταφάσει ἡ ἁπλῆ ἀπόφασις, τῇ δὲ ἁπλῇ καταφάσει ἡ ἐκ μεταθέσεως ἀπόφασις, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις· ἐπὶ πλέον γὰρ αἱ ἀποφάσεις.3

他表明,对于Α以及从属于它的Δ,即对于简单肯定命题(因为处于Α处的是说“是白木”的命题)与非简单否定命题(因为处于Δ处的是说“不是非白的木头”的命题),推随关系是反过来发生的。因为在Β和Γ的情况下,对于从属于Β的转置肯定命题Γ,作为简单否定命题的Β完全推随;然而对于先行者Β,从属于它的Γ却不再完全推随。但在Α和Δ的情况下相反,对于Α(即简单肯定命题),来自转置的否定命题完全推随;因为凡“是白木”这一Α为真的事物(且这仅在木头上成立),在其之上“不是非白的木头”这一Δ也必然为真。而证明Δ推随Α的论据是:对于一切,要么是Γ要么是Δ[成立];因为这是矛盾对立;因此在[Α上也是要么是Γ要么是]Δ,即它们之中的一个[成立]。然而Γ是不可能的;因为推随Γ的是Β,而Β是Α的否定命题。因此如果Γ推随Α,那么推随Γ的Β也将推随Α,而这是不可能的;因为不可能同时既是白的又不是白的;因为矛盾不能共存,对于同一者也不可能同时属于。因此Δ推随Α,即从属者推随先行者;因为凡是白的事物,关于它,“它不是非白的”便是真的。然而他本人将Γ不可能推随Α当作显而易见的前提来使用;因为处于Α处的是被设定的“是白的”,而处于Γ处的是“是非白的”;而同一事物不可能同时既是白的又是非白的。然而并不是凡Δ在其上[为真]的事物,在其上必然也有Α。因为在非木头上,处于Δ处的那种说“不是非白的木头”的转置否定命题是真的;因为墙并不是非白的木头;因为Γ绝不可能在其上为真;而这指的是“是非白的木头”;并且必须要么是Γ要么是Δ。通过表明肯定命题不是真的,他表明了否定命题是真的,因为由否定命题“不是非白的木头”所意指的内容本身并不是当下显而易见的。然而,凡转置否定命题在其上为真的事物(因为在墙上,说“墙不是非白的木头”的否定命题是真的),在其上说“墙是白木”的处于Α处的简单肯定命题却不再也为真。因此,Β推随Γ,Δ推随Α,反之则不然;从而否定命题将推随肯定命题——简单否定命题推随转置肯定命题,转置否定命题推随简单肯定命题——但肯定命题不再推随否定命题;因为否定命题的外延更广。

语法注3 条
  1. 2.290Ἀνάπαλιν δείκνυσι τὴν ἀκολουθίαν γινομένην ἐπί τε τοῦ Α καὶ τοῦ Δ

    带分词的宾格结构(τὴν ἀκολουθίαν γινομένην)作为动词 δείκνυσι 的宾语。副词 ἀνάπαλιν(反过来)修饰推随关系的方向,与前一段中从Γ(从属项)到Β(先行项)的推随形成对比,指示此处是从Α(先行项)到Δ(从属项)的推随。

  2. 2.290τοῦ δὲ ἀκολουθεῖν τῷ Α τὸ Δ ἀπόδειξις, ὅτι

    带冠词的属格不定式 τοῦ ἀκολουθεῖν 作名词 ἀπόδειξις 的宾格性属格修饰语,系动词 ἐστί 被省略(“Δ推随Α的证明是……”)。ὅτι 引出的从句充当说明证明具体内容的名词性从句。

  3. 2.290ἐπὶ πλέον γὰρ αἱ ἀποφάσεις

    段末表示原因的句子,省略了谓语动词(如 εἰσί)。短语 ἐπὶ πλέον 是逻辑学中的固定术语表达,指否定命题的外延更广(适用于更多对象)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:407.16-408.16