- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:406.15-407.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解者探讨了亚里士多德在51b39及以下的主张(Α至Δ之间的析取关系以及从转置肯定Γ到简单否定Β的必然推随),阐明了基于排中律与矛盾律的证明结构,指出通过补全主词项以凸显谓词差异,并论证了为何从简单否定到转置肯定的反向推随不成立。
" Παντὶ δὴ ὑπάρχει ἢ τὸ Α ἢ τὸ Β, καὶ οὐδενὶ ταὐτῷ· καὶ ἢ τὸ Γ ἢ τὸ Δ, καὶ οὐδενὶ ταὐτῷ. καὶ ᾧ τὸ Γ, ἀνάγκη τὸ Β παντὶ ὑπάρχειν." Παντὶ μὲν γὰρ θάτερον μόριον τῆς ἀντιφάσεως τῆς ἁπλῆς, ἣ ἦν ἐπὶ τῶν Α Β, καὶ οὐδενὶ ἅμα ἄμφω· ἀδύνατον γὰρ συνυπάρχειν τὴν ἀντίφασιν. καὶ ὁμοίως πάλιν παντὶ μὲν θάτερον μόριον τῆς οὐχ ἁπλῆς ἀντιφάσεως, ἣ ἦν ἐπὶ τῶν Γ Δ, καὶ ἀδύνατον ἅμα ἄμφω τῷ αὐτῷ· ἀντίφασις γὰρ καὶ αὕτη, καὶ φύσις ἀντιφάσεως πάσης ἡ αὐτή. καὶ ᾧ ὑπάρχει ἡ κατάφασις ἡ οὐχ ἁπλῆ, ἣν ἐλέγομεν ἐκ μεταθέσεως, ἐφ’ ἧς ἐστι τὸ Γ, ἡ ‘ἄνθρωπός ἐστιν οὐκ ἀγαθός’, καὶ ἐφ’ οὗ αὕτη ἀληθεύεται, ἐπὶ τούτου ἐξ ἀνάγκης καὶ ἡ ἁπλῆ ἀπόφασις 〈ἡ〉 ἐπὶ τοῦ Β, ὑφ’ ὃ τέτακται τὸ Γ, ἡ λέγουσα ‘ἄνθρωπος οὐκ ἔστιν ἀγαθός’. ἐφ’ οὗ γὰρ ἀληθές, ὅτι ἔστιν οὐ λευκὸν ἢ ἔστιν οὐκ ἀγαθόν, ἐπὶ τούτου ἐξ ἀνάγκης ἀληθὲς καὶ τὸ ‘οὐκ ἔστι λευκόν’1 καὶ ‘οὐκ ἐστιν ἀγαθόν’· ἀδύνατον γάρ τι ἅμα εἶναι λευκὸν καὶ εἶναι μὴ λευκόν. εἰ δὲ ἐπὶ τοῦ Γ, ἐφ’ οὗ τὸ ‘ἔστιν οὐ λευκόν’, οὐχ οἷόν τε ἀληθῆ εἶναι τὴν ἁπλῆν κατάφασιν τὴν Α τὴν λέγουσαν ‘ἔστι λευκόν’, ἀληθὴς ἐπ’ αὐτοῦ ἔσται ἡ ἀπόφασις αὐτῆς ἡ Β ἡ λέγουσα περὶ αὐτοῦ, ὅτι οὐκ ἔστι λευκόν· ἐπὶ παντὸς γὰρ ἢ τὸ Α ἢ τὸ Β ἔκειτο. ὅτι δὲ τὸ ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκὸν’ οὐχ ὡς προτάσεις λαμβάνει, ἀλλ’ ὡς κατηγορούμενα ἐν τῇ προτάσει, ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἔστι ξύλον οὐ λευκὸν καὶ ἔστι ξύλον λευκόν. αὗται γὰρ καὶ αἱ τοιαῦται ὅλαι προτάσεις αἱ ἔχουσαι μετὰ τοῦ κατηγορουμένου τὸν ὑποκείμενον ὅρον, ὃν εἴωθε παραλείπειν, ὅτι ὁ μὲν ὑποκείμενος2 ἐν ταῖς τέτταρσιν ἐκκειμέναις προτάσεσιν ὁ αὐτός, ἡ δὲ διαφορὰ καὶ ἑτερότης τῶν προτάσεων τῶν τε καταφατικῶν πρὸς ἀλλήλας καὶ τῶν ἀποφάσεων καὶ τῶν καταφάσεων πρὸς τὰς ἀποφάσεις διὰ τὸ διαφόρως λαμβάνεσθαι τὸ κατηγορούμενον γίνεται. τῷ μέντοι Β, τοῦτ’ ἔστι τῇ ἁπλῇ ἀποφάσει, οὐκέτι πάντως ἀκολουθεῖ τὸ Γ, τοῦτ’ ἔστιν ἡ κατάφασις ἡ ἐκ μεταθέσεως· ἡ μὲν γὰρ ἀπόφασις ἡ ἁπλῆ ἡ λέγουσα ‘οὐκ ἔστι ξύλον λευκόν’ ἀληθὴς δύναται εἶναι καὶ ἐπὶ ξύλου καὶ ἐπὶ μὴ ξύλου καὶ ἐπὶ πάντων, ἃ μὴ ἐστι λευκά· οὕτως δὲ καὶ ἐπὶ τῶν μὴ ὄντων ὅλως· οὐδὲ γὰρ ταῦτα λευκά. ἡ δὲ Γ ἡ κατάφασις ἡ ἐκ μεταθέσεως ἡ λέγουσα ‘ἔστι ξύλον οὐ λευκόν’ ἐπὶ ὡρισμένων ἀληθεύει· ἐπὶ γὰρ μόνων ξύλων τῶν μὴ λευκῶν ἐστιν ἀληθές· τίθησι γὰρ τὸ εἶναι ξύλον· διὰ τοῦτο γὰρ καὶ κατάφασις οὖσα ἐδείχθη. διὸ ὅταν ἐπὶ μὴ ξύλου ἀληθὴς ἡ ἀπόφασις, οὐκ ἀκολουθήσει αὕτη ἡ ἐκ μεταθέσεως κατάφασις· ὃ γὰρ ὅλως μή ἐστι ξύλον, τοῦτο οὐδὲ ξύλον οἷόν τε εἶναι μὴ λευκόν, ὃ σημαίνει ἡ ἐκ μεταθέσεως κατάφασις ἡ εἶναι ξύλον οὐ λευκὸν λέγουσα.
“因此要么Α要么Β属于一切,并且〔两者〕不属于任何同一者;要么Γ要么Δ〔属于一切〕,并且〔两者〕不属于任何同一者。凡Γ所属于的,Β必然属于其全部。” 因为Α与Β处的简单矛盾的这一部分或另一部分属于一切,并且两者不同时属于任何事物;因为矛盾不可能同时共存。同样地,Γ与Δ处的非简单矛盾的这一部分或另一部分再次属于一切,并且两者不可能同时属于同一者;因为这也是矛盾,而且一切矛盾的本性是相同的。凡非简单肯定命题——即我们所说的来自转置的肯定命题,处于Γ处,即“人是不善的”——所属于的,且凡其被真实述说的,在其之上必然也有处于Β处的简单否定命题,即说“人不是善的”,而Γ正被安排在Β之下。因为凡“是不白的”或“是不善的”为真的事物,在其之上“不是白的”和“不是善的”也必然为真;因为任何事物不可能同时既是白的又是未白(不白)的。如果处于“是不白的”所在的Γ处,不可能使说“是白的”的简单肯定命题Α为真,那么在其之上其否定命题Β将为真,该否定命题论及它说它不是白的;因为对于一切,曾设定要么是Α要么是Β。至于他并非将“是白的”和“是不白的”作为命题来接受,而是作为命题中的谓词来接受,他是通过说“木头是不白的”和“木头是白的”来阐明的。因为这些以及此类命题才是连同谓词一起具有主词项的完整命题,而主词项是他习惯于略去的,因为在所提出的四个命题中,主词是相同的,而命题的差异与不同——肯定命题彼此之间的、否定命题之间的、以及肯定命题与否定命题之间的差异——乃是由于谓词被以不同方式接受而产生的。然而,对于Β,即简单否定命题,Γ(即来自转置的肯定命题)却不再完全推随;因为说“木头不是白的”的简单否定命题,在木头上、在非木头上以及在一切不是白的事物上都能为真;对于全然不存在的事物同样如此;因为这些也不是白的。但是,说“木头是不白的”的来自转置的肯定命题Γ,则在确定受限的事物上为真;因为它仅在不白的木头上为真;因为它设定了是木头;正是由于这一原因,它才被表明为是肯定命题。因此,当否定命题在非木头上为真时,这一来自转置的肯定命题将不会推随;因为凡全然不是木头的事物,甚至也不可能是说它是不白的木头的那种来自转置的肯定命题所意指的不白的木头。
- 2.290ὃ γὰρ ὅλως μή ἐστι ξύλον, τοῦτο οὐδὲ ξύλον οἷόν τε εἶναι μὴ λευκόν
主句出现了倒置(hyperbaton),表语名词 ξύλον 被直接置于否定连接词 οὐδέ 之后,与不定式 εἶναι 及其修饰语 μὴ λευκόν 分隔。在句法结构上相当于 τοῦτο οὐχ οἷόν τέ ἐστιν εἶναι ξύλον μὴ λευκόν(“这甚至也不可能是不白的木头”)。
- 2.290αὗται γὰρ καὶ αἱ τοιαῦται ὅλαι προτάσεις αἱ ἔχουσαι μετὰ τοῦ κατηγορουμένου τὸν ὑποκείμενον ὅρον, ὃν εἴωθε παραλείπειν, ὅτι ὁ μὲν ὑποκείμενος
在 αὗται γὰρ... 小句中省略了系动词 εἰσίν。随后的 ὅτι 从句(ὅτι ὁ μὲν ὑποκείμενος...)为原因状语从句(“因为……”),用于解释前文的 ὃν εἴωθε παραλείπειν(即他为何习惯于略去主词项)。
