← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§405.17-406.14

转置命题与简单命题的四项排列及其推随关系

亚历山大解释了亚里士多德在《前分析篇》51b36中引入的肯定、否定与转置命题四项(Α、Β、Γ、Δ)的排列顺序与对应关系,指出了该论述与《解释篇》相关讨论的呼应,并阐明了各项之间的推随关系。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.289

" Ἔχει δὲ τάξιν τήνδε πρὸς ἄλληλα· ἔστω τὸ εἶναι ἀγαθόν, ἐφ’ οὗ Α." Δείξας τὴν ‘ἔστιν οὐ λευκόν’ καὶ ‘ἔστιν οὐκ ἀγαθόν’ καὶ πάσας τὰς ὁμοίως ταύταις τὸ κατηγορούμενον ἐχούσας τὸ ‘ἔστιν οὐ τόδε’ ἄλλας οὔσας τῶν ἀποφάσεων τῶν ‘οὐκ ἔστι λευκὸν’ καὶ ‘οὐκ ἔστιν ἀγαθόν’ καὶ καθόλου ‘οὐκ ἔστι τοῦτο’ καὶ οὔσας καὶ αὐτὰς καταφάσεις, ὥσπερ καὶ 〈ἡ〉 ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν ἀγαθόν’ καὶ καθόλου ‘ἔστι τοῦτο’, καὶ οὔσας αὐτῶν ἀποφάσεις τὴν ‘οὐκ ἔστιν οὐ λευκὸν’ καὶ ‘οὐκ ἔστιν οὐκ ἀγαθὸν’ καὶ ὅλως τὰς ‘οὐκ ἔστιν οὐ τοῦτο’ (καθόλου γάρ, ἐν αἷς “τὸ ἔστι τρίτον προσκατηγορεῖται”, δύο ἀντιθέσεις γίνονται καὶ δύο ἀντιφάσεις, αἵ τε ἁπλαῖ καὶ αἱ ἐκ μεταθέσεως, ὡς ἐν τῷ Περὶ ἑρμηνείας ἔδειξεν), καὶ νῦν, τίνα τάξιν καὶ ἀκολουθίαν ἔχουσι πρὸς ἀλλήλας ἥ τε ἁπλῆ ἀντίφασις καὶ ἡ ἐκ μεταθέσεως, ὑπογράφει·1 καὶ ἔστι ταῦτα δεικνύμενα νῦν ὑπ’ αὐτοῦ, ὧν ἐμνημόνευσε μὲν καὶ ἐν τῷ Περὶ ἑρμηνείας, εἶπε δὲ εἰρῆσθαι περὶ τῆς τάξεως αὐτῶν ἐν τοῖς Ἀναλυτικοῖς διὰ τῆς λέξεως τῆς “ὅταν δὲ τὸ ἔστι τρίτον προσκατηγορῆται, ἤδη διχῶς λέγονται αἱ ἀντιθέσεις. λέγω δὲ οἷον ἔστι δίκαιος ἄνθρωπος· τὸ ἔστι τρίτον φημὶ συγκεῖσθαι ὄνομα ἢ ῥῆμα ἐν τῇ καταφάσει” ἕως τοῦ “ταῦτα μὲν οὖν, ὥσπερ ἐν τοῖς Ἀναλυτικοῖς λέγεται, οὕτω τέτακται”. ἃ δὴ ἐκεῖ φησιν ἐν τούτοις τετάχθαι,2 ταῦτα ἐνταῦθα διδάσκει τάσσων τε καὶ ὑπογράφων. τίθησι δὲ τὴν μὲν ἁπλῆν ἀντίφασιν ἐπὶ τῶν Α Β, καὶ ἐπὶ μὲν τοῦ Α τὴν κατάφασιν τὴν ‘ἄνθρωπος ἀγαθός ἐστιν’, ἐπὶ δὲ τοῦ Β τὴν ἀπόφασιν αὐτῆς τὴν ‘ἄνθρωπος οὐκ ἔστιν ἀγαθός’, καὶ τούτοις ὑποτάσσει τὴν ἐκ μεταθέσεως ἀντίφασιν, ὑπὸ μὲν τὸ Β, ἐφ’ οὗ ἦν ἡ ἀπόφασις, τάσσων τὸ Γ καὶ ἐπ’ αὐτοῦ τὴν κατάφασιν τὴν ἐκ μεταθέσεως τὴν λέγουσαν ‘ἄνθρωπός ἐστιν οὐκ ἀγαθός’, ὑπὸ δὲ τὸ Α, ἐφ’ οὗ ἦν ἡ ἁπλῆ κατάφασις, τιθεὶς τὸ Δ 〈καὶ〉 ἐπ’ αὐτοῦ τὴν ἐκ μεταθέσεως ἀπόφασιν τὴν ‘ἄνθρωπος οὐκ ἔστιν οὐκ ἀγαθός’, ὡς τετάχθαι ὑπὸ μὲν τὴν ἁπλῆν κατάφασιν τὴν ἀπόφασιν3 τὴν οὐχ ἁπλῆν ἀλλὰ ἐκ μεταθέσεως λεγομένην, ὑπὸ δὲ τὴν ἁπλῆν ἀπόφασιν τὴν κατάφασιν, οὐ τὴν ἁπλῆν ἀλλὰ τὴν ἐκ μεταθέσεως λεγομένην. μεθ’ ὃ διάγραμμα δείκνυσιν αὐτῶν τὴν πρὸς ἄλληλα σχέσιν τε καὶ ἀκολουθίαν, καὶ ὅτι ταῖς μὲν καταφάσεσιν αἱ συντεταγμέναι αὐταῖς ἀποφάσεις ἀκολουθοῦσιν, ἑκατέρα ἑκατέρᾳ, οὐκέτι δὲ ταῖς ἀποφάσεσιν αἱ καταφάσεις.

“它们彼此之间具有如下的顺序:设善为Α。” 在表明了“是不白的”和“是不善的”,以及一切与这些类似、具有“是非此的”作为谓词的命题,不同于否定命题“不是白的”和“不是善的”以及普遍而言的“不是此”,并且它们自身也是肯定命题,正如“是白的”和“是善的”以及普遍而言的“是此”一样,而它们的否定命题则是“不是不白的”和“不是不善的”以及总体的“不是非此的”(因为普遍而言,在“‘是’作为第三个要素被附加述谓”的命题中,会出现两组对立和两组矛盾,即简单的矛盾与来自转置的矛盾,正如他在《解释篇》中所表明的那样)之后,他现在勾勒出简单矛盾与来自转置的矛盾彼此之间具有怎样的顺序与推随关系。而现在由他所表明的这些,正是他在《解释篇》中也曾提及,并曾借助如下文句说明它们的顺序已在《分析篇》中论及的那些事情:“当‘是’作为第三个要素被附加述谓时,对立已经被以两种方式言说;我的意思是,例如‘人是正义的’;我主张‘是’作为第三个名词或动词在肯定命题中被组合”,直到“因此这些,正如在《分析篇》中所说的那样,被如此排列”。他当时在那里声称已在这些著作中排列的事情,在此处正是通过排列并勾勒它们而予以教授。他把简单的矛盾置于Α和Β上,在Α上放置肯定命题“人是善的”,在Β上放置其否定命题“人不是善的”,并使来自转置的矛盾从属于这些:在原先为否定命题的Β之下安排Γ,并在其上放置来自转置的肯定命题,即说“人是不善的”;在原先为简单肯定命题的Α之下放置Δ,并在其上放置来自转置的否定命题“人不是不善的”;以此使得在简单肯定命题之下排列着不是简单的而是来自转置的否定命题,而在简单否定命题之下排列着不是简单的而是来自转置的肯定命题。在此图式之后,他指明了它们彼此之间的关系与推随,以及与肯定命题相配合的否定命题各自分别推随肯定命题,但肯定命题却不再推随否定命题。

语法注3 条
  1. 2.289Δείξας τὴν ‘ἔστιν οὐ λευκόν’ καὶ ‘ἔστιν οὐκ ἀγαθόν’ … ὑπογράφει

    句首的不定过去分词 Δείξας 统摄一个由并列分词短语构成的庞大宾语结构(τὴν ... καὶ πάσας τὰς ... ἄλλας οὔσας ... καὶ οὔσας καὶ αὐτὰς καταφάσεις ... καὶ οὔσας αὐτῶν ἀποφάσεις ...)以及随后的插入解释句(καθόλου γάρ ... ἔδειξεν),作为时间修饰分词修饰主句动词 ὑπογράφει(主语为亚里士多德)。整句核心结构为:“在表明了……之后,他现在勾勒出……”。

  2. 2.289ἃ δὴ ἐκεῖ φησιν ἐν τούτοις τετάχθαι

    关系代词 ἃ 作为主节宾语 ταῦτα 的先行词,并在关系从句中作为不定式 τετάχθαι 的宾格主语。副词 ἐκεῖ(在那里,即《解释篇》)与介词短语 ἐν τούτοις(在这些之中,即《分析篇》)相对比,整体意为“他在《解释篇》中声称已在《分析篇》中排列的事情”。

  3. 2.289ὡς τετάχθαι ὑπὸ μὲν τὴν ἁπλῆν κατάφασιν τὴν ἀπόφασιν

    连词 ὡς 搭配完成时不定式 τετάχθαι 表示结果或意图达到的状态(“以此使得……排列在……”)。宾格名词 τὴν ἀπόφασιν(以及后半部分的 τὴν κατάφασιν)作为不定式 τετάχθαι 的逻辑主语,分别与标明位置的介词短语(ὑπὸ ... τὴν κατάφασιν 与 ὑπὸ ... τὴν ἀπόφασιν)相搭配。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:405.17-406.14