- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:404.7-405.16
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大分析了过去时态命题以及不以主词存在为前提的命题,证明肯定命題与否定命题都不意指主词的存在。在此基础上,他驳斥了反对在单称否定命题中将否定小词与谓词结合的异议。
οὕτως τοίνυν καὶ τὸ ‘ἔζησε Σωκράτης ἢ ἀπέθανεν ἢ ἐφιλοσόφησε’ πάντα πρὸς ἀναφορὰν λέγεται τῷ τὰ προστιθέμενα τῷ ὀνόματι δηλοῦν, ὅτι τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος πρότερον ἦν.1 διὸ ἐπεὶ ἕκαστον τούτων ἀληθές, ψεῦδος τὸ ἀντικείμενον τὸ ‘οὐκ ἀπέθανεν’ ἢ ‘οὐκ ἔζησεν’ ἢ ‘οὐκ ἐφιλοσόφησεν’. ἔτι δὲ ἀληθὲς μέν ἐστι τὸ ‘ἔστι τὸ ὄν’, ἀδιανόητον δὲ τὸ ‘ὂν κατὰ τοῦτο ἔστιν’. εἰ δὲ μὴ τούτῳ ἴσον ἔσται τὸ ‘ἔστι τὸ ὄν’, οὐδὲ ‘τὸ μὴ ὂν οὐκ ἔστιν’ ἴσον ἔσται τῷ ‘ἔστι τὸ μὴ ὄν, ὃ μὴ ἔστιν’. οὐδ’ ὅλως γὰρ ἡ κατάφασις τοῦτο λέγει, ὅτι ἔστι τόδε, ᾧ τόδε ὑπάρχει, οὐδὲ ἐφ’ ὧν κατ’ αὐτὸ τὸ εἶναι γίνεται ἡ κατηγορία, ὡς ἐπὶ τοῦ ‘τὸ ὂν ἔστιν’ καὶ ‘οὗτος ζῇ’ καὶ ‘οὗτος ἔστι’ καὶ ‘θεοί εἰσιν’· πάντα γὰρ ταῦτα καὶ τὰ τοιαῦτα ἀληθῆ μὲν οὕτω λεγόμενα, μεταλαμβανόμενα δὲ ἄτοπα καὶ ἀδιανόητα. ἔτι ἀληθὲς μὲν τὸ εἰπεῖν ‘τὸ ἔστι ἔστι’, παντελῶς δὲ ἀδύνατον τὸ εἰπεῖν, ὅτι ἔστι τι ἔστιν, ᾧ ὑπάρχει τὸ ‘ἔστι’. καὶ ἀληθὲς μὲν τὸ ἀδύνατον ἀδύνατον εἶναι, ψεῦδος δὲ τὸ ‘ἔστι τι ἀδύνατον, ᾧ ὑπάρχει τὸ ἀδύνατον αὐτὸ εἶναι’. καὶ ἀναγκαῖον μὲν πάντα τὰ τρέχοντα κινεῖσθαι, οὐκέτι δὲ ἀναγκαῖον τὸ εἶναί τινα τρέχοντα, ὃς κινεῖται ἐξ ἀνάγκης. καὶ ἀναγκαῖον μὲν πάντα τὸν τρωθέντα καρδίαν ἀποθανεῖν, οὐκ ἀναγκαῖον δὲ τὸ εἶναί τινα τὴν καρδίαν τετρωμένον. καὶ γὰρ εἰ τὰ ὀνόματα ἐν ταῖς προτάσεσι τοῦτο σημαίνει, καὶ καθ’ αὑτὰ λεγόμενα τὸ αὐτὸ ἂν σημαίνοι. οὕτως δὲ καὶ πᾶς ὁ ὄνομα λέγων πρότασιν ἂν λέγοι καταφατικήν. ἔτι 〈εἰ〉 ὁ λέγων ‘Σωκράτης περιπατεῖ’ ἴσον λέγει τῷ ‘ἔστι τις Σωκράτης, κἀκεῖνος περιπατεῖ’, καὶ ὁ λέγων ‘Σωκράτης οὐκ ἔστι’ λέγοι ἂν ἴσον τῷ ‘ἔστι τις Σωκράτης, κἀκεῖνος οὐκ ἔστιν’, ὅπερ ἀδιανόητον. καὶ τὸ μὲν ‘Σωκράτης οὐκ ἔστιν’ ἀληθές, τὸ δὲ εἶναί τινα Σωκράτη, ὃς οὐκ ἔστι, ψεῦδος. καὶ τὸ ‘οὗτος δὲ περιπατεῖ’ καὶ ‘οὗτος οὐ περιπατεῖ’ ἄμφω δοκεῖ ψευδῆ εἶναι θήλεος ὄντος τοῦ δεικνυμένου διὰ τὸ ἀνοίκειόν τε τῆς παρεμφάσεως καὶ τὸ δοκεῖν τὸν λέγοντα ‘οὗτος οὐ περιπατεῖ’ ἴσον λέγειν τῷ ‘ὁ ἀνὴρ οὗτος διὰ τοῦ ‘οὗτος’ ἐστὶν ὁ δεικνύμενος, ὃς οὐ περιπατεῖ’. ταῦτα δ’ οὐκ ἂν ἔλεγον, εἰ συνίεσαν οἱ λέγοντες, τί σημαίνει ἡ ἀπόφασις· σημαίνει γὰρ τὸ ᾧ λέγεται τοῦτο ὑπάρχειν,2 μὴ ὑπάρχειν. λοιπὸν εἴτε ἔστι τοῦτο, εἴτε καὶ μή, ἀμφοτέρως τυγχάνει. εἴτε γὰρ ἔστιν, ᾧ λέγεται τόδε τι ὑπάρχειν, ἡ ἀπόφασίς φησι μὴ ὑπάρχειν αὐτῷ, εἴτε μὴ ἔστι, καὶ οὕτω λέγει μὴ ὑπάρχειν αὐτῷ ἡ ἀπόφασις, οὐ προσσημαίνουσα ἢ τὸ εἶναι ἢ τὸ μὴ εἶναι τοῦ ὑποκειμένου. οὐδὲ οὕτω μὲν λεγομένη ἀληθής, ἐκείνως δὲ οὔ, ἀλλ’ ἀμφοτέρως ἀληθής, εἰ ἡ κατάφασις ψευδής. ὥστε καὶ εἰ περιπατεῖ, ἀλλὰ τῷ ‘οὗτος’ οὐχ ὑπάρχει, ᾧ φησιν ὑπάρχειν τὸ περιπατεῖν, εἴ γε μὴ τὸ δεικνύμενον οὗτός ἐστι. τὸ αὐτὸ καὶ ἐπὶ τοῦ ‘οὗτος ὁ γραμματικὸς περιπατεῖ’ μὴ ὄντος αὐτοῦ γραμματικοῦ· καὶ γὰρ εἰ περιπατεῖ, αὐτὸ μὲν ψεῦδος τὸ τῆς καταφάσεως, ἀληθὲς δὲ τὸ ‘οὗτος ὁ γραμματικὸς οὐ περιπατεῖ’· ᾧ γάρ φησιν ὑπάρχειν τὸ περιπατεῖν, ἐκείνῳ οὐχ ὑπάρχει. τὸ δὲ ‘Σωκράτης περιεπάτησε’ καὶ ‘Σωκράτης οὐ περιεπάτησεν’ ἄμφω ἐστὶν ἀληθῆ οὐκ ἐν τῷ αὐτῷ χρόνῳ, ὥστ’ οὐκ ἀντικείμενα· οὐ γὰρ τοιοῦτον ἡ ἀντίφασις. καὶ οὐδέν γε μᾶλλον ἅμα ἀληθὲς τὸ ‘Σωκράτης περιεπάτησε’ καὶ τὸ ‘Σωκράτης οὐ περιεπάτησε’· καθ’ ὧν γὰρ τὸ ἀόριστον ὄνομα, τούτων τις περιεπάτησεν.3 οὐχ ὑγιεῖς δὴ αἱ ἐνστάσεις αἱ πρὸς τὸ δεῖν τὸ ἀποφατικὸν ἐν ταῖς τῶν καθ’ ἕκαστα ἀποφάσεσι τῷ κατηγορουμένῳ συντάσσεσθαι γινόμεναι.
因此同样地,“苏格拉底生活过”或“死去了”或“从事过哲学”,所有这些都是通过指涉而被言说的,因为附加在名词上的词语表明名词所意指的事物此前曾经存在。因此,既然这些命题中每一个都是真的,那么与之对立的“没有死去”或“没有生活过”或“没有从事过哲学”就是假的。此外,虽然“存在之物存在”是真的,但“某存在物依此而存在”则是不可理解的。如果“存在之物存在”不等同于此,那么“非存在之物不存在”也不等同于“存在着某个非存在物,它不存在”。因为肯定命题根本没有在说:存在着某物,而这个属性属于它,甚至在那些述谓是依据“存在”本身进行的情形中也不是如此,正如在“存在之物存在”、“这个人活着”、“这个人存在”以及“诸神存在”中那样;因为所有这些以及诸如此类的命题在如此言说时都是真的,但一旦被换言转述,就变得荒谬且不可理解了。再者,说“‘存在’存在”是真的,但说“存在着某个‘存在’,‘存在’属于它”则是完全不可能的。并且,不可能之事是不可能的,这是真的,但“存在着某个不可能的事物,其自身不可能属于它”则是假的。而且,所有奔跑的事物都在运动是必然的,但存在着某个必然运动的奔跑者却不再是必然的。同样,每个心脏受创的人都会死去是必然的,但存在着某个心脏受创的人却不是必然的。因为如果名词在命题中意指这一点,那么它们被单独言说时也将意指相同的事情;但如果是这样,每个说出名词的人就都将是在说出一个肯定命题了。 此外,如果说“苏格拉底散步”的人等同于在说“存在着某个苏格拉底,而且那个人散步”,那么说“苏格拉底不存在”的人也将等同于在说“存在着某个苏格拉底,而且那个人不存在”,而这是不可理解的。而且,“苏格拉底不存在”是真的,但存在着某个不存在的苏格拉底则是假的。同样,当被指者是女性时,“这个男人散步”与“这个男人不散步”似乎双双为假,这是由于伴随表示的不恰当,以及说“这个男人不散步”的人似乎等同于在说“这个男人是通过‘这个男人’所指出的那个人,他不散步”。但说这些话的人如果明白否定命题意指什么,就不会这样说了;因为否定命题意指:被说成具有此属性的事物,并不具有此属性。因此,无论此物存在还是不存在,两种情况下都是如此。因为无论被说成具有某属性的事物存在与否,否定命题都同样说它不具有此属性,而并不附加意指主词的存在或不存在。它也并非在这样言说时为真而在那样言说时为假,相反,只要肯定命题为假,它在两种情况下都是真的。因此,即便她在散步,但散步并不属于“这个男人”(即他所声称散步属于的那个人),只要被指者并不是这个男人。在某人不是文法学家时的“这个文法学家散步”上也是同理;因为即使他在散步,肯定命题本身是假的,而“这个文法学家不散步”则是真的;因为在他声称散步属于的那个人身上,散步并不属于他。至于“苏格拉底散步了”和“苏格拉底没有散步”双双为真,并不是在同一时间,因此它们并不是对立命题;因为矛盾并不是这样的。并且,“苏格拉底散步了”与“苏格拉底没有散步”也绝不更是同时为真;因为在该不定名词所适用的那些人中,有人散步了。因此,针对单称否定命题中否定小词必须与谓词结合这一要求的异议,并不是健全的。
- 2.288τῷ τὰ προστιθέμενα τῷ ὀνόματι δηλοῦν, ὅτι τὸ σημαινόμενον ὑπὸ τοῦ ὀνόματος πρότερον ἦν
带冠词不定式 τῷ δηλοῦν 用作表示原因的与格,τὰ προστιθέμενα τῷ ὀνόματι(附加在名词上的词语)为其逻辑主语。它表明并不是名词本身表示存在,而是附加的动词等成分表示了过去的真实存在。
- 2.288σημαίνει γὰρ τὸ ᾧ λέγεται τοῦτο ὑπάρχειν, μὴ ὑπάρχειν
动词 σημαίνει 的宾语是不定式短语“τὸ ... μὴ ὑπάρχειν”(……不属于)。在此结构内部,关系分句“ᾧ λέγεται τοῦτο ὑπάρχειν”(被说成具有此属性的事物)充当与格补足语依附于 μὴ ὑπάρχειν,而代词 τοῦτο 则是不定式 ὑπάρχειν 的主语。
- 2.288καθ’ ὧν γὰρ τὸ ἀόριστον ὄνομα, τούτων τις περιεπάτησεν
关系代词 ὧν 指向前行词 τούτων,介词短语 καθ’ ὧν 中省略了动词 ἐστι 或 λέγεται,意为“在该不定名词所适用的那些人中”。不定名词(τὸ ἀόριστον ὄνομα)指带有否定词的“非苏格拉底(οὐ Σωκράτης)”;若将否定词加在主词上构成“非苏格拉底散步了”,由于该词所适用的某个人散步了,两命题反而会同时为真。
