← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§402.30-404.7

主词名词不预设存在与动词的作用

针对斯多亚学派认为处于主词位置的名词固有地蕴涵存在设定的观点,亚里士多德注解家亚历山大举出关于生成中事物的肯定命题以及过去、未来时态的陈述,论证名词本身并不意指存在,存在与时态是由与之结合的动词所表明的。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.288#2

τὸ αὐτὸ καὶ ἐπὶ τῆς μοχθηρᾶς παραλήψεώς φασι γίνεσθαι· καὶ γὰρ ἐπ’ ἐκείνης τὸν λέγοντα ‘Καλλίας ὁ γραμματικὸς οὐ περιπατεῖ’ ἴσον λέγειν τῷ ‘ἔστι τις Καλλίας γραμματικός, ὃς οὐ περιπατεῖ’. ἔτι φασὶν ἀληθοῦς ὄντος τοῦ ‘Σωκράτης περιεπάτησεν’ οὐδὲν ἧττον ἀληθῆ εἶναι καὶ τὴν ‘Σωκράτης οὐ περιεπάτησε’· καὶ γὰρ περιεπάτησε καὶ οὐ περιεπάτησεν. ἀδύνατον δὲ ὥσπερ συμψεύδεσθαι τὰ ἀντικείμενα οὕτως δὲ καὶ ἀληθῆ εἶναι. ἀλλ’ ὅτι γε τὸ λεγόμενον ὑπ’ αὐτῶν ψεῦδός ἐστι καὶ οὐ σημαίνει τὸ ὄνομα ἐν ταῖς προτάσεσιν, ὅταν χωρὶς τοῦ ἀποφατικοῦ λαμβάνηται, τὸ εἶναι τὸ ὀνομαζόμενον, μάλιστα δῆλον ἐκ τῶν καταφάσεων, αἳ κατὰ τῶν γινομένων ἔτι καὶ μηδέπω ὄντων κατηγοροῦνται. ἀληθὲς μὲν γὰρ τὸ ἐπὶ τῆς οἰκοδομουμένης οἰκίας εἰπεῖν ‘οἰκία οἰκοδομεῖται’ καὶ ἐπὶ τῆς γινομένης ἔτι χλαμύδος τὸ ‘χλαμὺς ὑφαίνεται’· οὐκ ἀληθὲς δὲ οὔτε τὸ ‘ἔστι τις οἰκία, ἥτις οἰκοδομεῖται’ ἐπὶ τῆς οἰκοδομουμένης ἔτι, οὔτε τὸ ‘ἔστι τις χλαμύς, ἥτις ὑφαίνεται’ ἐπὶ τῆς ὑφαινομένης ἔτι. πῶς γὰρ ἂν εἴη ἤδη τὸ γινόμενον ἔτι; μάχεται γὰρ τὸ εἶναί τι τῷ γίνεσθαι αὐτό. ὥστε οὐ σημαίνει τὸ ὄνομα τὸ ἐν ταῖς καταφάσεσι τὸ εἶναι τοῦτο. εἰ δὲ μὴ ἐν ταῖς καταφάσεσιν, οὐδ’ ἂν ἐν ταῖς ἀποφάσεσι τοῦτο σημαίνοι ταῖς οὐκ ἐχούσαις πρὸ τοῦ ὀνόματος τὸ ἀποφατικὸν μόριον κείμενον. ἔτι εἰ διὰ τοῦτο ψευδής ἐστιν, ἣν λέγομεν ἀπόφασιν, ἡ λέγουσα ‘Σωκράτης οὐ ζῇ’, ὅτι σημαίνει τὸ ‘ἔστι τις Σωκράτης, ὃς οὐ ζῇ’, διὰ τὸ αὐτὸ τοῦτο ψευδὴς ἔσται καὶ ἡ λέγουσα ‘Σωκράτης ἀπέθανεν’· ἔσται γὰρ κἀκείνη σημαίνουσα τὸ ‘ἔστι Σωκράτης, ὃς ἀπέθανε’. τὸ δὲ λέγειν, ὅτι τὸ ‘Σωκράτης ἀπέθανε’ διττόν ἐστιν, ἓν μέν, ὃ σύγκειται ἐξ ὀνόματος μὲν τοῦ ‘Σωκράτης’ ῥήματος δὲ τοῦ ‘ἀπέθανεν’, ὃ καὶ ψεῦδός ἐστιν, ἄλλο δέ, ὃ ἐγκέκλιται ὅλον ἀπὸ τοῦ ‘Σωκράτης ἀποθνήσκει’, ὃ καὶ ἀληθές ἐστιν, οὐχ ὑγιῶς λέγουσι. τὰ γὰρ κατὰ τοὺς χρόνους ἐγκλινόμενα τὰ ῥήματά ἐστιν, ὃ δὲ μὴ χρόνου ἐστὶ σημαντικόν, οὐδ’ ἐγκλίνεται κατὰ χρόνον· τοιαῦτα δὲ τὰ ὀνόματα. ὥστε οὐδ’ εἴ τι σύγκειται ἐξ ὀνόματος καὶ ῥήματος, τοῦθ’ ὅλον ἐγκλινόμενον ἂν κατὰ χρόνον εἴη κυρίως διὰ τὸ θάτερον τῶν ἐν τῇ συνθέσει ἀνέγκλιτον εἶναι. ἔτι τὸ ‘Σωκράτης ἀπέθανεν’, εἰ ὅλον ἦν ἐγκλινόμενον, οὐκ ἂν ἦν ἀποφαντικόν· τὸ γοῦν Σωκράτη τεθνάναι οὐκ ἔστιν ἀποφαντικὸς λόγος, ὅτι ὅλου ἡ ἔγκλισις δοκεῖ γεγονέναι.1 τὸ δὲ ‘Σωκράτης ἀπέθανεν’ ἀποφαντικὸς λόγος, ὅτι τὸ μὲν ἕτερον μένει, τὸ ὄνομα, ἐγκέκλιται δὲ μόνον θάτερον, τὸ ῥῆμα. οὐ ταὐτὸν μὲν οὖν σημαίνει τὸ ‘Σωκράτης’ ἔν τε τῷ ‘ἀποθνήσκει’ καὶ ἐν τῷ ‘ἀπέθανεν’· ἐπὶ μὲν γὰρ τοῦ ‘Σωκράτης ἀποθνήσκει’ τοῦ ὄντος Σωκράτους ἐστὶ δηλωτικόν, ἐπὶ δὲ τοῦ ‘Σωκράτης ἀπέθανεν’ κατ’ ἀναφορὰν λέγεται· σημαίνει γὰρ τότε τὸ ‘Σωκράτης’ τοῦτον, ὃς ἦν Σωκράτης, οὐχ ὃς ἔστιν. καὶ διὰ τοῦτο ἀληθὴς ἡ πρότασις ἡ ‘Σωκράτης ἀπέθανεν’· ὃν γὰρ ἐσήμαινε τὸ ‘Σωκράτης’ ὄνομα, οὗτος ἀπέθανεν. τοιοῦτον δέ ἐστι καὶ τὸ ‘τεχθήσεταί μοι υἱός’ (οὐ γὰρ ὃς ἔστιν υἱός, ἀλλ’ ὃς ἔσται) καὶ τὸ ‘ἔσται μοι οἰκία’· οὐ γὰρ τοῦτο λέγομεν, ὅτι ἐστὶν οἰκία, ἥτις ἔσται· ἀλλ’ οὐδ’ ἀπό τινος ἐγκέκλιται. οὕτως μὲν λαμβανομένου τοῦ ὑποκειμένου ἀληθεύεται ἑκάστη τῶν προειρημένων προτάσεων. οὐ μὴν ὁ λέγων τὴν πρότασιν ἐν τῷ τὸ ὄνομα λέγειν προσδιορίζει τοῦτο, ὅτι ἄλλως ἔχοντος τοῦ ὑποκειμένου ὅρου ἐν τῇ προτάσει ἀληθὴς ἡ πρότασις γίνεται, ἢ οὕτως ἔχειν λαμβάνεται. εἰ μὲν οὖν τινι τῶν ὑποκειμένων μὴ ὑπάρχοι τὸ κατηγορούμενον, οὕτως· εἰ δὲ δῆλον ὅτι μὴ ἔστιν, ἐκείνως. τὸ γὰρ ὄνομα αὐτὸ καθ’ αὑτὸ λεγόμενον [ὑπ’ αὐτοῦ] οὔτε τὸ εἶναι σημαίνει οὔτε τὸ μὴ εἶναι· τὸ γὰρ σημαινόμενον ὑπ’ αὐτοῦ οὔτε τὸ μὴ εἶναι προσσημαίνει οὔτε τοῦ ὄντος μᾶλλον ἢ γεγονότος ἢ ἐσομένου δηλωτικόν ἐστι καθ’ αὑτό, ἀλλ’ αὐτὸ τοῦτο μόνον σημεῖόν ἐστι πράγματος, ὃ εἰ ἢ ἔστιν ἢ ἦν ἢ ἔσται τὸ συντασσόμενον αὐτῷ δηλοῖ.2

他们说,在不良预设的情形中也会发生同样的事情;因为在那种情形中,说“文法学家卡利亚斯并不散步”的人,同样等同于在说“存在着某个文法学家卡利亚斯,他不散步”。此外他们还主张,在“苏格拉底散步了”为真时,“苏格拉底没有散步”也同样为真;因为他既散步了,又没有散步。然而,正如对立命题不可能同时变假一样,它们也不可能同时为真。 然而,他们所说的话是虚假的,而且命题中的名词在不带否定小词被采用时,并不意指被命名之物的存在,这一点从那些述谓于尚在生成之中且尚未存在之物的肯定命题中看得最为清楚。因为关于正在建造中的房屋,说“房屋正在被建造”是真实的,关于尚在制作中的斗篷,说“斗篷正在被编织”也是真实的;但关于尚在建造中的[房屋],说“存在着某个正在被建造的房屋”并不真实,关于尚在编织中的[斗篷],说“存在着某个正在被编织的斗篷”也并不真实。因为尚在生成之中的事物怎么可能已经存在呢?因为某物的存在与它的生成是相互抵触的。因此,肯定命题中的名词并不意指此物的存在。而如果在肯定命题中不意指存在,那么在名词之前未置否定小词的否定命题中,它也不会意指这一点。 再者,如果被我们称为否定命题的、表述为“苏格拉底并不活着”的命题,仅仅因为意指“存在着某个并不活着的苏格拉底”而为假,那么出于这完全相同的原因,表述为“苏格拉底死去了”的命题也将为假;因为那也将意指“存在着死去了的苏格拉底”。至于他们主张“苏格拉底死去了”具有双重含义——其一是由名词“苏格拉底”和动词“死去了”合成的,这确实是假的;其二是由“苏格拉底正在死去”整个屈折而来的,这确实是真的——他们这样说是不健全的。因为按时态屈折的是动词,而不表示时间的事物则不会按时态屈折;而名词正是如此。因此,即使某物是由名词和动词合成的,由于复合结构中的其中一方是不可屈折的,这整个复合结构也绝不可能本义上按时态屈折。 此外,“苏格拉底死去了”如果是整体屈折的,就不会是断言性陈述;至少“苏格拉底死去”并不是断言性陈述,因为这似乎是整体发生了屈折。而“苏格拉底死去了”之所以是断言性陈述,是因为其中的一方即名词保持不变,而只有另一方即动词发生了屈折。因此,“苏格拉底”在“正在死去”与在“死去了”中所意指的并不是同一个东西;因为在“苏格拉底正在死去”中,它是指现存的苏格拉底,而在“苏格拉底死去了”中,它则是通过指涉而被言说的;因为此时“苏格拉底”意指曾经是苏格拉底的这个人,而不是现存的人。正因如此,“苏格拉底死去了”这一命题才是真实的;因为“苏格拉底”这一名词所意指的那个人已经死去了。“将有一个儿子为我出生”(因为这不是指现在是儿子的人,而是指将来会是儿子的人)以及“我将有一所房子”也是如此;因为我们并不是说“存在着一所将要存在的房子”;而且它们也不是从某物屈折而来的。当主词被如此理解时,上述各个命题都是真的。然而,陈述命题的人在言说名词时,并不由此具体规定:命题之所以为真,究竟是因为命题中的主词处于另一种状态,还是因为它被视为如此存在。因此,如果被述谓之物不属于基底中的某一个,就会是这样;如果显然不存在,就会是那样。因为名词自身被单独言说时,既不意指存在,也不意指不存在;因为它所意指的内容既不附加意指不存在,它自身关于存在之物所表示的也不多于关于过去或未来之物所表示的,它本身仅仅是事物的符号,而至于该事物是存在、曾经存在还是将来存在,则是由与它结合在一起的词来表明的。

语法注2 条
  1. 2.288τὸ Σωκράτη τεθνάναι οὐκ ἔστιν ἀποφαντικὸς λόγος, ὅτι ὅλου ἡ ἔγκλισις δοκεῖ γεγονέναι

    带冠词的宾格不定式短语 τὸ Σωκράτη τεθνάναι(“苏格拉底死去”)充当主语。ὅλου 是依附于 ἔγκλισις 的客观属格,意为“整个[命题]发生了屈折”。此处论证的是:一旦整个命题发生屈折而变成不定式短语(名词化),它就不再是断言性陈述(ἀποφαντικὸς λόγος)。

  2. 2.288ὃ εἰ ἢ ἔστιν ἢ ἦν ἢ ἔσται τὸ συντασσόμενον αὐτῷ δηλοῖ

    此处出现了语序倒装(hyperbaton)。指代先行词 πράγματος 的关系代词 ὃ 被提前作为间接疑问从句 εἰ ἢ ἔστιν ἢ ἦν ἢ ἔσται 的主语,而主句的主语分词短语 τὸ συντασσόμενον αὐτῷ(“与它结合的事物”,即动词)以及主动词 δηλοῖ 则被置于句末。整句结构意为“该事物是存在、曾经存在还是将来存在,是由与它结合的词来表明的”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:402.30-404.7