- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:401.14-402.30
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了《前分析篇》51b32中关于“换位肯定命题”的界定及“无论如何”这一限定语的含义,并介绍了主张必须否定整个命题的斯多亚学派否定论及其论证。
" Εἰ οὖν κατὰ παντὸς ἡ φάσις ἢ ἡ ἀπόφασις ἀληθής, εἰ μὴ ἔστιν ἀπόφασις, δῆλον ὡς κατάφασις ἄν πως εἴη." Τὸ λεγόμενον τοιοῦτον ἂν εἴη· 〈εἰ〉 πᾶσα πρότασις καὶ πᾶς λόγος ἀποφαντικὸς ἀληθεύεται κατά τινος ἢ ὡς κατάφασις ὢν ἢ ὡς ἀπόφασις, ἀληθεύεται δὲ καὶ τὰ οὕτως λεγόμενα κατά τινων καὶ οὐχ ὡς ἀπόφασις, δῆλον ὡς κατάφασις ἂν εἴη. τὸ δὲ πως προσέθηκεν, ὅτι μὴ ὅμοια ταῦτα ταῖς ἁπλαῖς τε καὶ κυρίως καταφάσεσιν. ἐκεῖναι μὲν γὰρ τιθέασί τι, οἷον ἡ λέγουσα ‘ἔστι λευκόν’ καὶ ἡ λέγουσα ‘ἔστιν ἀγαθόν’, αὗται δὲ αἱ οὕτως λεγόμεναι αἱ ἐκ μεταθέσεως τὸ εἶναι κατηγοροῦσαι τῶν ὑποκειμένων καὶ κατὰ τοῦτο καταφάσεις οὖσαι ἀναιροῦσιν αὐτῶν τὸ κατηγορούμενον, ὃ καὶ ἀποφάσκουσι τρόπον τινά· τοιαῦται γὰρ αἱ ‘ἔστιν οὐ λευκόν’ [εἶναι] καὶ ‘ἔστιν οὐκ ἀγαθόν’, εἶναι μὴ τοιοῦτον τὸ ὑποκείμενον λέγουσαι. δύναται καὶ τοιοῦτον εἶναι τὸ εἰ οὖν κατὰ παντὸς ἡ φάσις ἢ ἡ ἀπόφασις·1 εἰ κατὰ πάσης προτάσεως καὶ κατὰ παντὸς ἀποφαντικοῦ λόγου ἀληθεύεται τὸ ἢ καταφατικὸν αὐτὸν ἢ ἀποφατικὸν εἶναι, τὰ δ’ οὕτως λεγόμενα ὄντες ἀποφαντικοὶ λόγοι καὶ προτάσεις οὐκ εἰσιν ἀποφάσεις (ἐδείχθη γὰρ τοῦτο· εἰ γὰρ μὴ τοῦ κειμένου, οὐδ’ ἄλλου τινός), καταφάσεις ἂν εἶεν. ἐπεὶ οὖν πάσης καταφάσεως ἀπόφασίς ἐστιν, καὶ τῶν οὕτως λεγομένων ‘ἔστιν οὐ τοῦτο’ ἀποφάσεις ἔσονται αἱ λέγουσαι ‘οὐκ ἔστιν οὐ τοῦτο’, τῆς μὲν ‘ἔστιν οὐ λευκόν’ ἡ ‘οὐκ ἔστι λευκόν’, τῆς δ’ ‘ἔστιν οὐκ ἀγαθόν’ ἡ ‘οὐκ ἔστιν οὐκ ἀγαθόν’, καὶ ἐπὶ τῶν ἄλλων αἱ ὁμοίως ἔχουσαι. Ἀριστοτέλης μὲν οὖν τῆς ‘Σωκράτης ἐστὶ λευκός’ καταφάσεως ἀπόφασιν λέγει τὴν ‘Σωκράτης οὐκ ἔστι λευκός’, οὐ τὴν ‘Σωκράτης ἐστὶν οὐ λευκός. εἰσὶ δέ, οἷς δοκεῖ μηδέπω μηδὲ ἡ οὕτως λαμβανομένη ἀπόφασις εἶναι. μὴ γὰρ ὀφείλειν τὸ ἀποφατικὸν πρὸ τοῦ ‘ἔστι’ μηδὲ πρὸ τοῦ κατηγορουμένου τίθεσθαι μόνου, ἀλλ’ εἶναι ἀπόφασιν τὴν τὸ ἀποφατικὸν πρὸ πάσης τῆς καταφάσεώς τε καὶ προτάσεως ἔχουσαν κείμενον· τῆς γὰρ ‘Σωκράτης ἐστὶ λευκός’ ἀπόφασιν εἶναι τὴν ‘οὐχὶ Σωκράτης ἐστὶ λευκός’ ἀλλ’ οὐ τὴν ‘Σωκράτης οὐκ ἔστι λευκός’. φασὶ γὰρ διττὸν εἶναι τὸ μὴ περιπατεῖν Καλλίαν, ὁτὲ μὲν ὅλῳ τῷ περιπατεῖν Καλλίαν προστεθειμένου τοῦ ἀποφατικοῦ μορίου, ὃ καὶ ἀπόφασιν εἶναι, ὁτὲ δὲ μόνῳ τῷ περιπατεῖν προστεθειμένου, ὅ φασιν οὐδὲν ἧττον καταφατικὸν εἶναι λόγον [Καλλίας οὐ περιπατεῖ]. πιστοῦνται δὲ τοῦτο τῷ ἅμα μὲν δύνασθαι ψευδῆ ποτε εἶναι2 τό τε ‘Καλλίας περιπατεῖ’ καὶ τὸ ‘Καλλίας οὐ περιπατεῖ’, μηδέποτε δὲ τὰ ἀντικείμενα ἀντιφατικῶς ἅμα γίνεσθαι ψευδῆ. μὴ γὰρ ὄντος Καλλίου οὐδὲν ἧττόν φασι τῆς ‘Καλλίας περιπατεῖ’ ψευδῆ εἶναι τὴν ‘Καλλίας οὐ περιπατεῖ’· ἐν ἀμφοτέραις γὰρ αὐταῖς εἶναι τὸ σημαινόμενον ‘ἔστι τις Καλλίας, τούτῳ δὲ ὑπάρχει ἢ τὸ περιπατεῖν ἢ τὸ μὴ περιπατεῖν’. τὸ μέντοι ‘οὐ Καλλίας περιπατεῖ’ οὐδέποτε δύναται ψεύδους οὔσης τῆς καταφάσεως τῆς ‘Καλλίας περιπατεῖ’ ψεῦδος εἶναι καὶ αὐτό. ἔτι τοῦ μὴ δεῖν οὕτως τὴν ἀπόφασιν ποιεῖσθαι πίστιν καὶ τοιαύτην προφέρουσιν· οὗτος περιπατεῖ, οὗτος οὐ περιπατεῖ δεικνυμένου θήλεος· ἄμφω γὰρ πάλιν τὰ οὕτως λαμβανόμενα ψευδῆ γίνεσθαί φασιν, εἴτε περιπατοίη τὸ δεικνύμενον εἴτε μή. ὁμοίως τούτοις ἔχειν καὶ τὰ τοιαῦτά φασι· Καλλίας ὁ γραμματικὸς περιπατεῖ, Καλλίας ὁ γραμματικὸς οὐ περιπατεῖ· καὶ γὰρ ταῦτα ἄμφω ψευδῆ μὴ ὄντος γραμματικοῦ τοῦ Καλλίου. ὧν τὸ μὲν “κατὰ παρέμφασιν μοχθηράν”, τὸ δὲ δεύτερον “κατὰ παράληψιν” λέγουσιν.3 οὐκέτι μέντοι ἄμφω ψευδῆ γίνεσθαι, εἰ πρὸ πάσης τῆς προτάσεως τεθείη τὸ ἀποφατικόν. τοῦ δὲ κατὰ τούτων ἅμα γίνεσθαι ψευδῆ τὰ οὕτως ἀντιτιθέμενα αἴτιόν φασι τὸ αὐτό· οὕτως γὰρ τὸν λέγοντα ‘οὗτος οὐ περιπατεῖ’ ἴσον λέγειν τῷ ‘ἔστιν ὁ δεικνύμενος οὗτος, ὃς οὐ περιπατεῖ’.
“因此,如果关于一切事物,陈述或否定命题二者之一为真,且如果它不是否定命题,显然它在某种意义上会是一个肯定命题。” 所说的内容大概是这样:〈如果〉每一个命题以及每一断言性陈述,要么作为肯定命题、要么作为否定命题关于某物为真,而如此表述的命题也是关于某些事物为真的,却并非作为否定命题,那么显然它会是一个肯定命题。至于他之所以加上“在某种意义上”,是因为这些命题并不类似于那些简单且本义上的肯定命题。因为那些命题设定了某物,例如说“是白”的命题和说“是善”的命题;而这些如此表述的换位命题,在将存在述谓于其基底并在这一方面作为肯定命题的同时,又从基底中取消了被述谓之物,并在某种意义上也否定了它;因为“是[非白]”与“是非善”正是如此,它们表明基底不是那样的。另外,“因此,如果关于一切事物,陈述或否定命题[为真]”也有可能是这样的意思:如果关于每一个命题和每一断言性陈述而言,它自身要么是肯定命题、要么是否定命题这一点皆为真,而如此表述的命题作为断言性陈述和命题并非否定命题(因为这一点已被表明;因为如果不是所设定之命题的否定命题,也不是任何其他命题的否定命题),那么它们就会是肯定命题。因此,既然对每一个肯定命题都存在一个否定命题,那么对于如此表述的“是非此物”,也将存在着表述为“不是非此物”的否定命题:对于“是非白”是对立的“不是白”[或“不是非白”],对于“是非善”是对立的“不是非善”,在其他情形中也是类似相应的命题。亚里士多德固然将肯定命题“苏格拉底是白”的否定命题称为“苏格拉底不是白”,而非“苏格拉底是非白”。然而有些人认为,即使按这种方式所取的命题也根本还不是否定命题。因为[他们认为]否定词不应当仅仅置于“是”之前或谓项之前,相反,否定命题应当是将否定词置于整个肯定命题乃至整个命题之前的命题;因为他们认为,“苏格拉底是白”的否定命题应当是“并非苏格拉底是白”,而不是“苏格拉底不是白”。因为他们主张,卡利亚斯不散步是双重的:一种是否定小词附加于“卡利亚斯散步”这一整体之上,这确实是一个否定命题;另一种是否定小词仅仅附加于“散步”之上,他们称这同样是一个肯定性陈述[“卡利亚斯不散步”]。他们用以下事实来确证这一点,即“卡利亚斯散步”与“卡利亚斯不散步”有时能够同时为假,而矛盾对立的命题则绝不会同时变假。因为当卡利亚斯不存在时,他们说“卡利亚斯不散步”丝毫不亚于“卡利亚斯散步”地为假;因为在这两者之中所意指的皆是“存在着某个卡利亚斯,散步或不散步属于此人”。然而,“并非卡利亚斯散步”在肯定命题“卡利亚斯散步”为假时,自身绝不可能也是假的。此外,为了证明不应当如此构成否定命题,他们还提出了这样的论据:在指向一个女性时说“这〔男人〕散步”、“这〔男人〕并不散步”;因为他们说,按这种方式所取的两者都会再次变假,无论被指点者是否散步。他们说,以下这类情形与这些完全相同:“文法学家卡利亚斯散步”、“文法学家卡利亚斯不散步”;因为在卡利亚斯不是文法学家时,这两者也皆为假。在这些之中,他们将前者称为“由于不良附带含义”,而将后者称为“由于预设”。然而,如果将否定词置于整个命题之前,两者就不再变假了。对于在这些情形中如此对立的命题同时变假的原因,他们说是同一个;因为如此说“这〔男人〕并不散步”的人,等同于在说“存在着这个被指点的〔男人〕,而他不散步”。
- 2.288εἰ οὖν κατὰ παντὸς ἡ φάσις ἢ ἡ ἀπόφασις
亚历山大对此句提出了两种句法解释:第一种将 κατὰ παντὸς 视作关于事物或基底,即对于任何基底,肯定或否定二者之一为真;第二种则将其视作关于命题本身(εἰ κατὰ πάσης προτάσεως... ἀληθεύεται τὸ ἢ καταφατικὸν αὐτὸν ἢ ἀποφατικὸν εἶναι),意为“关于每一个命题而言,其自身或为肯定或为否定这一点皆为真”,此时 κατά 表示论及的对象(“关于”)。
- 2.288πιστοῦνται δὲ τοῦτο τῷ ἅμα μὲν δύνασθαι ψευδῆ ποτε εἶναι
带冠词的不定式短语 τῷ ... δύνασθαι 构成表示原因或手段的工具与格,充当主动词 πιστοῦνται(“他们确证”)的论据。在不定式结构内部,由 μέν 和 δέ 并列了两个对立分句(ἅμα μὲν δύνασθαι... μηδέποτε δὲ ... ἅμα γίνεσθαι)。
- 2.288ὧν τὸ μὲν “κατὰ παρέμφασιν μοχθηράν”, τὸ δὲ δεύτερον “κατὰ παράληψιν” λέγουσιν
关系代词 ὧν 是部分属格,指代前文提到的两个例子(对女性使用阳性指示代词的例子,以及文法学家卡利亚斯的例子)。相互对照的 τὸ μέν 与 τὸ δεύτερον 充当 λέγουσιν 的宾语,并带有各自的谓语性介词短语。
