- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:400.18-401.13
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大解释了亚里士多德在《前分析篇》51b25–28中的论证:指出“是非等”以主体的存在为前提,而“不是等”对非存在之物也为真;并通过“是非白木料”与“不是白木料”因真值条件不同而不能同时为真,说明不定谓词命题本质上属于肯定命题而非否定命题。
" Οὐδὲ τὸ εἶναι μὴ ἴσον καὶ μὴ εἶναι ἴσον· τῷ μὲν γὰρ ὑπόκειταί τι." Δείξας καὶ διὰ τῆς ἀναλογίας τῆς πρὸς τὸ ‘δύναται βαδίζειν καὶ δύναται μὴ βαδίζειν’ καὶ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν μὴ ὂν τὸ αὐτὸ τὸ εἶναι μὴ ἀγαθὸν τῷ μὴ εἶναι ἀγαθόν,1 τῇ ἀποφάσει, καὶ καθόλου τὸ εἶναι μὴ τόδε ἕτερον ὂν τοῦ μὴ εἶναι τόδε, νῦν καὶ ἄλλο τι προστίθησι, δι’ οὗ δείκνυσιν, ὅτι μὴ ταὐτά ἐστιν ἀλλήλοις τό τε εἶναι μὴ τόδε καὶ τὸ μὴ εἶναι τόδε. τῷ μὲν γὰρ ‘ἔστιν οὐ τόδε’ ὑπόκειταί τι· ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ εἶναι μέν τι λέγει καὶ κατηγορεῖ τινος τὸ εἶναι, οὐ μὴν ἴσον αὐτό φησιν εἶναι. ὁ γὰρ λέγων ‘ἔστιν οὐκ ἴσον’ τιθείς τι εἶναι τὸ ἴσον αὐτοῦ χωρίζει· κατὰ ὡρισμένου γάρ τινος ἡ τοιαύτη κατηγορία καὶ ὑποκειμένου· οὐ γὰρ ἀληθὲς κατὰ τοῦ μηδ’ ὅλως ὄντος κατηγορῆσαι τὸ ‘ἔστιν οὐκ ἴσον’. τῷ δὲ ‘οὐκ ἔστιν ἴσον’ οὐδὲν ὑπόκειται ὡρισμένον, ὅτι καὶ ἐπὶ ὄντος καὶ μὴ ὄντος λέγεσθαι δύναται· τὸ γὰρ ‘οὐκ ἔστιν ἴσον’ οὐκ ἐπὶ ὄντων μόνον ἀληθεύεται ἢ ποσῶν, οἷον τῶν ἀνίσων, ἀλλὰ καὶ ἐπὶ μὴ ὄντων πάντων· ἐπὶ παντὸς γὰρ μὴ ὄντος ἀληθὲς τὸ μὴ εἶναι αὐτὸ ἴσον. διὸ τὸ μὲν ἴσον ἢ οὐκ ἴσον ἐπὶ παντὸς διαιρεῖ τὸ ἀληθές τε καὶ ψεῦδος ὄντος τε ὁμοίως καὶ μὴ ὄντος· ἀντίφασις γάρ ἐστιν. ἴσον δὲ καὶ ἄνισον, ᾧ ὅμοιον τὸ ‘ἔστιν οὐκ ἴσον’, οὐκ ἐπὶ παντὸς διαιρεῖ τό ἀληθές τε καὶ τὸ ψεῦδος, ἀλλ’ ἐπὶ ὄντων τε καὶ ποσῶν.
“是非等与不是等也[非同一];因为对于前者而言存在着某种基底。” 在通过与“能够行走与能够不行走”以及知晓善与知晓非善的类比,也表明了是非善与作为否定命题的不是善并非同一,且普遍而言是非此物与不是此物是不同的之后,现在他又补充了另一个论据,借此表明是非此物与不是此物彼此并非同一。因为对于“是非此物”而言,存在着某种基底;因为说“是非等”的人,确实是在说某物存在,并把存在述谓于某物,却绝非说它是等。因为说“是非等”的人,在设定某物存在的同时,将等从它之中分离出去;因为这样的述谓乃是针对某种确定的事物即基底而作出的;因为针对根本不存在之物述谓“是非等”是不真的。但对于“不是等”而言,并不存在任何确定的基底,因为它既能就存在之物说,也能就非存在之物说;因为“不是等”不仅在存在之物或数量上(如不等之物)为真,而且在所有非存在之物上皆为真;因为对于任何非存在之物而言,它自身不是等皆为真。因此,“等或不是等”无论在存在之物上还是在非存在之物上,同样在一切事物上划分真与假;因为它是矛盾对立。但等与不等(“是非等”与此相似),则并非在一切事物上划分真与假,而仅在存在之物与数量上划分。
"Ἔτι τὸ ἔστιν οὐ λευκὸν ξύλον καὶ οὐκ ἔστι λευκὸν ξύλον οὐχ ἅμα ὑπάρχει." Ὅτι μήτε ταὐτά ἐστι μήτε ταὐτὰ σημαίνει τά τε τὸ ἀποφατικὸν τῷ εἶναι ἔχοντα προσκείμενον καὶ τὰ μὴ τούτῳ ἔχοντα συντεταγμένον αὐτό, δείκνυσι καὶ ἐκ τοῦ μὴ ἅμα αὐτὰ ἀληθῆ εἶναι προχειρισάμενος προτάσεις οὕτως ἐχούσας τήν τε ἔστιν οὐ λευκὸν ξύλον καὶ τὴν οὐκ ἔστι λευκὸν ξύλον. ἡ μὲν γὰρ λέγουσα ἔστιν οὐ λευκὸν ξύλον· ἀληθής ἐστιν ἐπὶ ξύλου μὴ λευκοῦ· τίθησι γὰρ εἶναι τὸ ξύλον· ἡ δὲ λέγουσα οὐκ ἔστι ξύλον λευκὸν ἀληθὴς εἶναι δύναται καὶ μὴ ὄντος ξύλου. δείξας δὲ διὰ τούτων, ὅτι μὴ ταὐτόν ἐστι τὸ ‘ἔστιν οὐ τοῦτο’ τῷ ‘οὐκ ἔστι τοῦτο’, μὴ ὂν δὲ τούτῳ ταὐτὸν ὄντι ἀποφατικῷ τὸ ‘ἔστιν οὐ τοῦτο’ οὐδ’ ἀπόφασις ἂν εἴη,2 ἀπ’ αὐτοῦ ἐπιφέρει καὶ δείκνυσιν, ὅτι κατάφασίς ἐστιν πᾶν τὸ οὕτως λεγόμενον, καί φησιν
“此外,‘是非白木料’与‘不是白木料’并不同时属于。” 否定词附加于“是”之上的命题,与否定词不与“是”结合在一起的命题,既非同一也非意指同一事物,这一点他也通过它们不同时为真表明了出来,他所选取的情形正是这样两个命题,即“是非白木料”与“不是白木料”。因为说“是非白木料”的命题,在非白的木料上为真;因为它设定了木料存在;而说“不是白木料”的命题,即使在木料不存在时也能够为真。通过这些表明了“是非此物”与“不是此物”并非同一之后,又由于“是非此物”既然与这个作为否定命题的命题并非同一,它甚至根本不会是否定命题,于是他以此为依据进一步推出并表明,凡如此表述者皆是肯定命题,并说:
- 2.286Δείξας καὶ διὰ τῆς ἀναλογίας τῆς πρὸς τὸ ‘δύναται βαδίζειν καὶ δύναται μὴ βαδίζειν’ καὶ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν μὴ ὂν τὸ αὐτὸ τὸ εἶναι μὴ ἀγαθὸν τῷ μὴ εἶναι ἀγαθόν
分词短语 μὴ ὂν τὸ αὐτὸ τὸ εἶναι μὴ ἀγαθὸν τῷ μὴ εἶναι ἀγαθόν(“是非善与不是善并非同一”)与后文的 καὶ καθόλου τὸ εἶναι μὴ τόδε ἕτερον ὂν τοῦ μὴ εἶναι τόδε 并列,充当分词 Δείξας 所表示之“表明”内容的补充从属成分。整个句子的主动词为后方的 προστίθησι。
- 2.287μὴ ὂν δὲ τούτῳ ταὐτὸν ὄντι ἀποφατικῷ τὸ ‘ἔστιν οὐ τοῦτο’ οὐδ’ ἀπόφασις ἂν εἴη
μὴ ὂν 为情况分词(表原因或条件),与主语 τὸ ‘ἔστιν οὐ τοῦτο’ 一致。与格代词 τούτῳ 指代前文提及的“不是此物”(οὐκ ἔστι τοῦτο),并由同格分词短语 ὄντι ἀποφατικῷ(“作为否定命题的”)加以修饰。主句采用了 ἄν 加希求法的潜在语气(οὐδ’ ἀπόφασις ἂν εἴη)。
