← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§399.1-400.17

通过第二格证明不定肯定命题与否定命题的不同

评注亚里士多德《前分析篇》第1卷第46章(51b5)。亚历山大阐述了关于潜能与知识的命题与带有系词表达式的等价关系,并通过第二格三段论证明不定肯定命题不同于真正的否定命题,能够与肯定命题相容,从而证明“不是白”与“是非白”并非同一意义。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.285#3

μνημονεύσας δὲ τῆς κυρίως ἀποφάσεως καὶ δείξας, ᾗ ἴσον δύναται,1 μετὰ ταῦτα παρέθετο καί, περὶ ἧς προέκειτο λέγειν αὐτῷ, τῆς δοκούσης καὶ αὐτῆς ἀντικεῖσθαι, εἰπὼν καὶ ἔστι δυνάμενος βαδίζειν καὶ μὴ βαδίζειν, ἴσον λέγων τῷ ‘καὶ αὗται ἴσον δύνανται καὶ ταὐτὸν σημαίνουσιν, ἥ τε ‘ἔστι δυνάμενος βαδίζειν’ 〈τῇ ‘δύναται βαδίζειν’ καὶ ἡ ‘ἔστι δυνάμενος μὴ βαδίζειν〉 τῇ ‘δύναται μὴ βαδίζειν’. οὐ μὴν ἀργῶς οὐδὲ ἀχρήστως ἐμνημόνευσε καὶ τῆς ἀποφάσεως, ἀλλ’ ὑπὲρ τοῦ δεῖξαι, ὅτι καὶ αὗται, ἥ τε ‘οὐ δύναται βαδίζειν’ καὶ ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’ ὅμοιαί εἰσι τῇ ‘οὐκ ἔστι λευκόν’· ὡς γὰρ ἐν τῇ ‘οὐκ ἔστι λευκόν’ τῷ ‘ἔστι’ συντέτακται τὸ ἀποφατικὸν πρὸ αὐτοῦ κείμενον, οὕτως καὶ ἐν ταῖς ‘οὐ δύναται βαδίζειν’ καὶ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’. ὥστ’, ἂν ὦσιν ἀποφάσεις αὗται, ἡ μὲν τοῦ ‘δύναται βαδίζειν’ ἡ δὲ τοῦ ‘ἐπίσταται τὸ ἀγαθόν’, ἀπόφασις ἔσται καὶ ἡ ‘οὐκ ἔστι λευκόν’ τῆς ‘ἔστι λευκόν’ ὁμοίως ἐκείναις ἔχουσα, ἀλλ’ οὐχ ἡ ‘ἔστιν οὐ λευκόν’. εἰπὼν δὲ τὸ γὰρ ἐπίσταται τὸ ἀγαθὸν τοῦ ἔστιν ἐπιστάμενος τὸ ἀγαθὸν οὐδὲν διαφέρει, οὐδὲ τὸ δύναται βαδίζειν τοῦ ἔστι δυνάμενος βαδίζειν, εἶτα ἐν μέσῳ παραθέμενος τὸ ὅτι καὶ ἐπὶ τῶν ἀντικειμένων τούτοις ἀποφατικῶς ὁμοίως τὸ ‘ἔστι’ περιέχεται δυνάμει (τὸ γὰρ ‘οὐ δύναται βαδίζειν’ ἴσον ἐστὶ τῷ ‘οὐκ ἔστι δυνάμενος βαδίζειν’) ἐπὶ τὴν ἑτέραν πρότασιν τοῦ δύνασθαι μετῆλθε τὴν ἐν τῇ ἀναλογίᾳ εἰλημμένην, ἥτις ἦν ‘δύναται μὴ βαδίζειν’, καὶ δείκνυσιν, ὅτι καὶ ἐν ταύτῃ τὸ ‘ἔστι’ περιέχεται καὶ ἔστιν ἴσον τὸ ‘δύναται μὴ βαδίζειν’ τῷ ‘ἔστι δυνάμενος μὴ βαδίζειν ὁ αὐτός’. οὕτως εἶπεν ἢ μὴ βαδίζειν χωρὶς τοῦ ‘δύναται’. τοῦτο δὴ ἴσον καὶ αὐτό ἐστι τῷ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’· οὕτως γὰρ ὅμοιον ἂν δειχθήσεται τῷ ‘ἔστιν οὐ λευκόν’. ὃ δείξας ἐπιφέρει τὸ ταῦτά γε δὴ ἅμα ὑπάρχει τῷ αὐτῷ ἴσον λέγων τῷ ‘ἀλλὰ μὴν ταῦτά γε ἅμα ὑπάρχειν οἷά τε τῷ αὐτῷ, τό τε δύνασθαι βαδίζειν καὶ τὸ δύνασθαι μὴ βαδίζειν καὶ πάλιν τὸ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθόν’. καὶ τοῦ γε ἅμα ὑπάρχειν αὐτὰ τὴν αἰτίαν παρέθετο εἰπὼν ὁ γὰρ αὐτὸς δύναται βαδίζειν καὶ μὴ βαδίζειν, καὶ ὁ ἐπιστήμων τοῦ ἀγαθοῦ καὶ τοῦ μὴ ἀγαθοῦ ἐστιν. πιστωσάμενος δὲ τὴν πρότασιν 〈τὴν〉 ταῦτά γε ἅμα ὑπάρξει τῷ αὐτῷ προσλαμβάνει αὐτῇ ἑτέραν πρότασιν τὴν ἡ φάσις δὲ καὶ ἀπόφασις οὐχ ὑπάρχουσιν αἱ ἀντικείμεναι ἅμα τῷ αὐτῷ· ἐξ ὧν ἐν δευτέρῳ σχήματι συνάγεται τὸ τὰς προειρημένας προτάσεις μὴ ἀντικεῖσθαι ἀλλήλαις ὡς φάσιν καὶ ἀπόφασιν. ὃ συμπέρασμα μηκέτι προσθεὶς ὡς γνώριμον μέτεισιν ἐπὶ τὸ προκείμενον καὶ δείκνυσιν, ὅτι μὴ ταὐτὸν σημαίνει τό τε ‘οὐκ ἔστι λευκόν’ καὶ τὸ ‘ἔστιν οὐ λευκόν’, οὐδ’ ἐστὶν ἀπόφασις ὅλως τὸ ‘ἔστιν οὐ λευκόν’, καὶ λέγει ὡς οὖν οὐ ταὐτόν ἐστι τὸ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ τὸ ἐπίστασθαι τὸ μὴ ἀγαθόν (ἐδείχθη γὰρ τὸ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν συναληθευόμενον τῇ καταφάσει τῇ ἐπίστασθαι λεγούσῃ τὸ ἀγαθόν· οὐκέτι δὲ συναληθεύειν οἷόν τε τῇ καταφάσει τὴν ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’), οὕτως οὐδὲ εἶναι μὴ ἀγαθὸν ταὐτὸν καὶ μὴ εἶναι ἀγαθὸν ἢ εἶναι μὴ λευκὸν καὶ μὴ εἶναι λευκόν. ὁ γὰρ αὐτὸς λόγος ἐπὶ πάντων τῶν ὁμοίων καὶ ἀνάλογον ἐχόντων πρὸς ἄλληλα· καθόλου γὰρ οὐ ταὐτόν ἐστι τὸ μὴ εἶναι τόδε τῷ εἶναι μὴ τῷδε. ἐπὶ δὲ τῶν ἀνάλογον ἂν θάτερα ᾖ ἕτερα,2 καὶ τὰ ἕτερα. ἀνάλογον δ’ ὄντων τοῦ τ’ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν καὶ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν καὶ τοῦ εἶναι λευκὸν καὶ εἶναι μὴ λευκὸν 〈καὶ μὴ εἶναι λευκὸν〉 τὸ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν ἄλλο ἐστὶ τοῦ μὴ ἐπίστασθαι τὸ ἀγαθόν. τὸ μὲν γὰρ ἐπίστασθαι τὸ μὴ ἀγαθὸν τῷ ἐπίστασθαι τὸ ἀγαθὸν συνυπάρχει ἐπὶ τοῦ αὐτοῦ, τὸ δὲ μὴ ἐπίστασθαι τὸ ἀγαθὸν οὐχ οἷόν τε ἀληθὲς εἶναι, ἐφ’ οὗ ἀληθὲς τὸ ἐπίστασθαι τἀγαθόν. καὶ τὸ εἶναι ἄρα μὴ λευκὸν ἄλλο ἐστὶ τοῦ μὴ εἶναι λευκόν.

在提及了严格意义上的否定命题并指明它等同于何者之后,在此之后,他又通过说“并且是能够行走与不行走者”,引进了他所打算论述的、其自身看似也对立的命题,其意等于说“这两者也具有同等效力并意指同一事物,即‘是能够行走者’[等同于‘能够行走’,‘是能够不行走者’]等同于‘能够不行走’”。当然,他绝非毫无意义或毫无用处地顺便提及了否定命题,而是为了表明这些命题,即“不能够行走”和“不知晓善”,也与“不是白”相似;因为正如在“不是白”中,置于“是”之前的否定词与“是”结合在一起,在“不能够行走”与“不知晓善”中也是如此。因此,如果这些分别作为“能够行走”和“知晓善”的否定命题,那么同样处于与它们类似关系的“不是白”也将是“是白”的否定命题,而“是非白”则不是。在他说过“因为知晓善与是知晓善者毫无差别,能够行走与是能够行走者也毫无差别”之后,接着在中间插入指出,在那些与这些命题以否定方式对立的命题中,“是”同样也潜在地包含着(因为“不能够行走”等同于“不是能够行走者”),随后他转向了类比中所取定的潜能的另一个命题,即“能够不行走”,并表明在此命题中“是”也包含在内,且“能够不行走”等同于“同一者是能够不行走者”。因此,他在省略了“能够”的情况下说了“或者不行走”。这本身确实也等同于“是能够不行走者”;因为唯有这样,它才会被表明与“是非白”相似。在表明了这一点之后,他接着补充道“这些至少同时属于同一事物”,其意等于说“然而这些至少能够同时属于同一事物,即能够行走与能够不行走,以及知晓善与知晓非善”。并且,他指明了它们同时属于的理由,说“因为同一者能够行走也能够不行走,并且既是善的知晓者也是非善的知晓者”。在确证了“这些至少将同时属于同一事物”这一命题之后,他又为此增补了另一个前提:“但相互对立的肯定与否定不能同时属于同一事物”;由此在第二格中推导出,前述命题并不作为肯定与否定彼此对立。他将这个结论视为已知之事而不再加以补充,而是转向眼前的论题,指明“不是白”与“是非白”并不意指同一事物,“是非白”根本就不是否定命题;他说,正如不知晓善与知晓非善并非同一(因为知晓非善已被证明与表明知晓善的肯定命题同时为真,而“不知晓善”则不能再与该肯定命题同时为真),同样,是非善与不是善,或者是非白与不是白,也不是同一的。因为同样的论理适用于所有相似并彼此处于类比关系的事物;由于普遍而言,不是此物与是非此物并非同一。在处于类比关系的事物中,若一组彼此不同,另一组也彼此不同。既然知晓善、知晓非善、不知晓善,与是白、是非白、[不是白]处于类比关系,那么知晓非善与不知晓善就是不同的。因为知晓非善在同一事物上与知晓善共存,而在知晓善为真的事物上,不知晓善不可能为真。因此,是非白与不是白也是不同的。

语法注2 条
  1. 2.285ᾗ ἴσον δύναται

    关系代词 ᾗ 为与格,作形容词 ἴσον 所要求的补足语,其宾格先行词(如作 δείξας 宾语的 ἐκείνην 等指示代词)被省略。整句意为“它在效力上与之等同的那一事物”。

  2. 2.285ἂν θάτερα ᾖ ἕτερα, καὶ τὰ ἕτερα

    关于类比关系(τὰ ἀνάλογον)的凝练表达。条件分句中的 θάτερα(即 τὰ ἕτερα)指代所比较的两组中的“其中一组”,表语 ἕτερα 意为“彼此不同的”。在归结分句中省略了谓语 ἕτερα ἔσται(也将是不同的),καὶ τὰ ἕτερα 则表示“另一组也[将是不同的]”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:399.1-400.17