- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:39.16-40.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大注解了亚里士多德在25b14中作为潜能引入的可能前提,解释了为何在推论以及技艺和科学中唯有“多半如此”和“出于本性”者是有用的,并阐明了此种可能前提下否定换位的特殊规则。
" Ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται." Ἦν τρίτον ὑπὸ τοῦ ἐνδεχομένου σημαινόμενον τὸ δυνατόν, ὃ νῦν, τί ποτέ ἐστιν, λέγων εἶπεν ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται. παρέθετο δὲ μόνον τοῦτο τοῦ ἐνδεχομένου, τὸ ὡς ἐπὶ τὸ πολὺ καὶ τὸ πεφυκός (τὸ γὰρ πεφυκὸς ὡς ἐπὶ τὸ πολύ), ὅτι μόνον τοῦτο πρὸς συλλογιστικὴν χρείαν ἐστὶ χρήσιμον. ἔστι μὲν γὰρ τοῦ δυνατοῦ καὶ τὸ ἐπ’ ἴσης καὶ τὸ ἐπ’ ἔλαττον, ἀλλὰ ἄχρηστοι οἱ ἐπὶ τῆς τοιαύτης ὕλης συλλογισμοί· οὐδεμία γὰρ οὔτε τέχνη οὔτε ἐπιστήμη τῷ τοιούτῳ ἐνδεχομένῳ καὶ δυνατῷ χρῆται· ἐπὶ γὰρ τῆς τοιαύτης ὕλης οὐδὲν ἧττον ἢ μᾶλλον τοῦ δεικνυμένου συλλογιστικῶς ὑπάρχειν τὸ ἀντικείμενόν ἐστιν·1 ἐπὶ δέ γε τοῦ ἐπ’ ἔλαττον καὶ μᾶλλον τοῦ συναγομένου τὸ ἀντικείμενον, ὡς καὶ αὐτὸς ἐν τοῖς περὶ τῶν ἐνδεχομένων συλλογισμοῖς ἐρεῖ. περὶ δὴ μόνου ποιεῖται τὸν λόγον τοῦ ἐνδεχομένου καὶ δυνατοῦ τοῦ ὡς ἐπὶ τὸ πλεῖστον καὶ τοῦ πεφυκότος τε καὶ κατὰ φύσιν, ὃ καὶ αὐτὸ ὡς ἐπὶ τὸ πλεῖστόν ἐστιν, ἐπειδὴ ἐκ τῶν τοιούτων καὶ δείκνυταί τινα τῶν κατὰ φύσιν γινομένων, καὶ εἰσί τινες τέχναι περὶ τὸ οὕτως ἐνδεχόμενον, ὡς αἱ στοχαστικαί· λαβὼν γὰρ ὁ ἰατρὸς τὸ τὸν οὕτως νοσοῦντα ὡς ἐπὶ τὸ πλεῖστον ὑπὸ πλήθους ἐνοχλεῖσθαι καὶ τὸ τὸν ὑπὸ τοῦ πλήθους ἐνοχλούμενον ὡς ἐπὶ τὸ πλεῖστον διὰ φλεβοτομίας θεραπεύεσθαι συνάγει τὸ τὸν οὕτως νοσοῦντα ἐνδέχεσθαι ὑπὸ φλεβοτομίας θεραπευθῆναι,2 ὃ λαβὼν χρῆται τῇ φλεβοτομίᾳ. διὸ καὶ ἔστιν ἐν συλλογιστικῇ χρείᾳ. ἐπὶ δὴ τούτου τοῦ λεγομένου οὕτως ἐνδέχεσθαι οὐκέτι ὁμοίως φησὶν ἕξειν τὰς ἀποφατικὰς ἀντιστροφάς, ὡς ἐδείχθησαν ἔχουσαι ἐπί τε τοῦ ἀναγκαίου καὶ τοῦ ὑπάρχοντος· ἐπὶ μὲν γὰρ ἐκείνων ἡ καθόλου ἀποφατικὴ ἀντέστρεφεν ἑαυτῇ, τῇ δὲ ἐπὶ μέρους ἀποφατικῇ οὐκ ἦν τις ἀντιστρέφουσα, ἐπὶ δὲ τούτων τὴν μὲν καθόλου ἀποφατικὴν ἐνδεχομένην οὔ φησιν ἀντιστρέφειν πρὸς ἑαυτήν, ἀλλὰ δῆλον ὅτι πρὸς τὴν ἐπὶ μέρους (τοῦτο γὰρ βούλεται), τὴν δὲ ἐπὶ μέρους ἀποφατικὴν ἀντιστρέφειν ἑαυτῇ, ἀνάπαλίν πως ἢ ὡς ἐπ’ ἐκείνων τῶν τρόπων εἶχον. τὴν δὲ αἰτίαν τῆς τοιαύτης ἀντιστροφῆς φησι φανερὰν ποιήσειν, ἐπειδὰν περὶ τῶν ἐξ ἐνδεχομένων προτάσεων γινομένων συλλογισμῶν λέγῃ·
“凡由于多半如此以及出于本性而被说成〔是可能〕的那些。” 由“可能”所指明的第三者是潜能者,关于这究竟是什么,他现在说着指明道:“凡由于多半如此以及出于本性而被说成〔是可能〕的那些。”而他在可能者中仅列举了这一种——即多半如此者和出于本性者(因为出于本性者即是多半如此的)——是因为唯有这种对于推论的需要是有用的。因为潜能者固然也包括机会均等者和较少发生者,但关于此类质料的推论却是无用的;因为无论任何技艺或任何科学都不使用这样的可能者和潜能者;因为在此类质料上,相反的情形比起在推论中被表明为属于者毫不逊色甚至更多;而在较少发生者上,相反的情形比起被推导出的结论甚至更多,正如他本人在讨论可能前提的推论时也将谈到的那样。因此,他仅就多半如此的、出于本性且合乎本性的可能者和潜能者(这本身也是多半如此的)进行论述,因为根据此类前提,某些合乎本性而生成的事物确实被证明,并且也存在某些关于以此种方式可能者的技艺,例如推测性技艺;因为医生取“患此病者多半受充血困扰”以及“受充血困扰者多半通过放血而治愈”,便推导出“患此病者可能通过放血而治愈”,取了这一结论他便使用放血疗法。因此它在推论需要中是适用的。于是在以此种方式被说成是可能的事物上,他说否定的换位不再像在必然者和实然者上被证明所具有的那样保持相同;因为在那些情形中,全称否定前提与自身换位,而对于特称否定前提则没有任何前提与其换位,但在这些情形中,他说全称否定可能前提不与自身换位,而是显然与特称否定前提换位(因为这正是他的本意),而特称否定前提则与自身换位,这在某种程度上与在那些模态中的情形恰好相反。并且他说,当他讨论由可能前提构成的推论时,他将使这种换位的原因显明出来。
- 1.19οὐδὲν ἧττον ἢ μᾶλλον τοῦ δεικνυμένου συλλογιστικῶς ὑπάρχειν τὸ ἀντικείμενόν ἐστιν
主语是 τὸ ἀντικείμενον(相反的事态),谓语是 οὐδὲν ἧττον ἢ μᾶλλον … ἐστιν(毫不逊色甚至更多)。短语 τοῦ δεικνυμένου συλλογιστικῶς ὑπάρχειν 是受比较级 ἧττον / μᾶλλον 支配的比较属格,意为“比起在推论中被表明属于者”。
- 1.19λαβὼν γὰρ ὁ ἰατρὸς τὸ τὸν οὕτως νοσοῦντα ὡς ἐπὶ τὸ πλεῖστον ὑπὸ πλήθους ἐνοχλεῖσθαι καὶ τὸ τὸν ὑπὸ τοῦ πλήθους ἐνοχλούμενον ὡς ἐπὶ τὸ πλεῖστον διὰ φλεβοτομίας θεραπεύεσθαι συνάγει τὸ τὸν οὕτως νοσοῦντα ἐνδέχεσθαι ὑπὸ φλεβοτομίας θεραπευθῆναι
分词 λαβών 的直接宾语是由 καί 连接的两个带有中性定冠词 τό 的宾格不定式短语(分别代表小前提与大前提)。主动词 συνάγει 的宾语同样是带有定冠词的宾格不定式短语 τὸ τὸν οὕτως νοσοῦντα ἐνδέχεσθαι...(结论)。全句的句法骨架为:“医生取[前提A]与[前提B],便推导出[结论C]”。
