- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:2.33-4.14
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大反驳了因逻辑包含无用探讨而将其视为哲学部分的论点,揭示其荒谬性,否定了与几何学的比照,并阐明了哲学观照的真正对象与益处。
εἰ δὲ μὴ πᾶσαν λέγοιεν τὴν λογικὴν πραγματείαν πρὸς τὴν εὕρεσίν τε καὶ σύστασιν τῶν κατὰ φιλοσοφίαν ζητουμένων τὴν ἀναφορὰν ἔχειν1 ἢ τῶν κατ’ ἄλλην ἐπιστήμην ἢ τέχνην τινὰ θεωρουμένων τε καὶ ζητουμένων, ἀλλ’ εἶναί τινα ἐν αὐτῇ θεωρούμενά τε καὶ ζητούμενα, ἃ πρὸς οὐδέν ἐστι χρήσιμα, πρῶτον μὲν συγχωρήσουσιν εὐλόγως ὑπὸ τῶν ἀρχαίων, οἳ μέχρι τῆς χρείας προήγαγον τὴν λογικὴν πραγματείαν, ὄργανον αὐτὴν ἀλλὰ μὴ μέρος λέγεσθαι. εἶτα δὲ καὶ κατ’ αὐτοὺς τὸ μὲν χρήσιμον αὐτῆς ἐστιν ὄργανον, τὸ δὲ οὐ χρήσιμον ἔσται μέρος ὄν. εἰ δὲ τὸ χρήσιμον βέλτιόν τε καὶ πλείονος σπουδῆς τε καὶ πραγματείας ἄξιον, καὶ κατ’ αὐτοὺς ἔσται τὸ μὲν βέλτιον τῆς λογικῆς μόριον ὄργανον φιλοσοφίας τε καὶ τῶν ἄλλων ἐπιστημῶν τε καὶ τεχνῶν, τὸ δὲ ἐλάττονος σπουδῆς ἄξιον μέρος. καίτοι τὸ ὄργανον ἐν πᾶσι τοῦ ὡς μέρους ἔργου δευτέραν χώραν ἔχει. ἔτι εἰ σπουδάζοιτο ὡς γυμνάσιον τῆς διανοίας πρὸς τὴν εὕρεσιν τῶν ἐν τοῖς μέρεσι τῆς φιλοσοφίας ζητουμένων, καὶ οὕτως ἂν τὴν τοῦ ὀργάνου χώραν ἔχοι. εἰ δὲ διὰ τὴν τῆς ἐν αὐτοῖς ἀληθείας γνῶσιν, μόριον ἂν γίγνοιτο τῆς θεωρητικῆς· ἐκείνης γὰρ ἡ γνῶσις τέλος. τί δὲ τὸ καλὸν ἔχουσα ἡ τῶν ἀχρήστων κατὰ τὴν λογικὴν μέθοδον θεωρία σπουδῆς ἂν ἀξιοῖτο ὡς οὖσα τῆς φιλοσοφίας μέρος; τὰ γὰρ σπουδῆς ἀξιούμενα δεόντως ἢ ἐπ’ ἄλλα τινὰ τὴν ἀναφορὰν ἔχει, ἅ ἐστι δι’ αὑτὰ αἱρετά, ἢ ἐν αὑτοῖς ἔχει τὸ τῆς σπουδῆς ἄξιον· οὐ γὰρ ἡ παντὸς καὶ ἡ τοῦ τυχόντος γνῶσις φιλοσοφίας ἀξία (ἔνια γοῦν ἄμεινον ἀγνοεῖσθαι), ἀλλ’ ἡ τῶν θείων τε καὶ τιμίων, ταῦτα δέ ἐστιν, ὧν ἡ φύσις δημιουργὸς τέχνη τις οὖσα θεία· τὸ γὰρ θεωρεῖν καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος δῆλον ὡς ἔστι περὶ τὴν τῶν θείων ὄψιν τε καὶ γνῶσιν· σημαίνει γὰρ τὸ ὁρᾶν τὰ θεῖα.2 διὸ καὶ τὴν θεωρητικὴν φιλοσοφίαν ἐπιστήμην φαμὲν εἶναι θείων τε καὶ τῶν φύσει γινομένων καὶ συνεστώτων· ἡ γὰρ τῶν τοιούτων γνῶσις δι’ αὐτὴν σπουδῆς ἀξία. ἔνθα δὲ τὰ θεωρούμενα μήτε ἐπ’ ἄλλα τὴν ἀναφορὰν ἔχει μήτε ἐν αὑτοῖς τερπνόν τι καὶ τίμιον, ἡ τούτων γνῶσις οὖσα παντάπασι περιττὴ οὐδ’ ἂν οἰκεία φιλοσοφίας εἴη οὖσα ματαιοπονία τις· παντὸς γὰρ μᾶλλον οἰκεῖον φιλοσόφου τὸ μηδὲν εἰκῇ ὥσπεροῦν μὴ πράττειν οὕτως δὲ μηδὲ θεωρεῖν, ἀλλ’ ἔχειν ὅρον ὁμοίως τῇ πράξει καὶ τὴν θεωρίαν. οὐ γὰρ ὅμοια τὰ κατὰ γεωμετρίαν, ὡς οἴονταί τε καὶ παραβάλλουσι, τῷ τῆς διαλεκτικῆς ἀχρήστῳ μέρει· πρῶτον μὲν γὰρ οὐδὲ γεωμετρία τῆς κυρίως λεγομένης φιλοσοφίας μέρος, ὥς φασιν αὐτοί· ἔπειτα δὲ ἀστρολογία μόριόν πως οὖσα τῆς γεωμετρίας περὶ θείων τε καὶ φυσικῶν οὐσιῶν ποιεῖται τὴν θεωρίαν, ὧν ἡ γνῶσις ἐν αὑτῇ τὸ καλὸν καὶ τίμιον ἔχει. πρὸς δὲ τούτοις πάμπολλά ἐστι τῶν ἀπὸ γεωμετρίας πρὸς φιλοσοφίαν χρήσιμα, δι’ ἃ εἰκότως σπουδάζεται· τό τε γὰρ μὴ περὶ αἰσθητῶν μόνων τὸν λόγον ποιεῖσθαι ἀλλὰ περὶ τῶν ἐκπεπτωκότων τε τὴν αἴσθησιν καὶ νοητῶν χρησιμώτατον τῇ κατὰ φιλοσοφίαν θεωρίᾳ, εἴ γε αἱ ἀσώματοί τε καὶ νοηταὶ οὐσίαι πρῶταί τε καὶ τιμιώτεραι τῶν αἰσθητῶν, ὧν ὁ φιλόσοφος θεωρητικός. ἔτι ἡ γεωμετρία ἐκ νέων προσεθίζει περὶ γραμμῶν καὶ ἐπιπέδων καὶ στερεῶν ἰδίᾳ περὶ ἑκάστου διδάσκουσα τὸν λόγον ποιεῖσθαι, ὧν οὐδέν ἐστιν αἰσθητόν· τό τε 〈γὰρ〉 διαιρεῖν ἀπ’ ἀλλήλων τῷ λόγῳ δύνασθαι τὰ διαφέροντα μὲν ἀλλήλων κατ’ οὐσίαν τῇ μέντοι ὑποστάσει τε καὶ ὑπάρξει μὴ δυνάμενα χωρὶς ἀλλήλων εἶναι ἀναγκαιότατον πρὸς τὴν φιλόσοφον θεωρίαν·3 τάς τε γὰρ ἀρχὰς τῶν φύσει συνισταμένων, αὗται δέ εἰσιν ὕλη τε καὶ εἶδος, οὕτως λαμβάνει· ἀχώριστα γὰρ τῇ ὑποστάσει ταῦτα ἀλλήλων καὶ οὐ δυνάμενα θάτερον αὐτῶν εἶναι χωρὶς θατέρου.
但如果他们主张,并非关于逻辑的全部研究都关涉到依据哲学所探讨的事物、或依据其他某种科学或技艺所考察和探讨的事物的发现与建构,而是在其中存在着某些被考察和探讨、却对任何事物都毫无用处的东西,那么首先,他们就会承认,那些将逻辑研究推进到实用限度的古代人,合理地将其称为工具而非部分。 其次,即便按照他们自己的学说,其中有用的部分将是工具,而无用的部分则将作为部分而存在。 而如果说有用的东西更为优越,且值得投入更多的专注和探讨,那么按照他们的说法,逻辑中较为优越的片段将成为哲学以及其他科学和技艺的工具,而只配得到较少专注的片段反倒成了部分。 然而在所有事情上,工具相对于作为部分的工作而言,向来处于次要的地位。 此外,即使它是作为理智的操练,为了发现在哲学的各个部分中被探讨的事物而受到重视,即便如此,它也仍将占据工具的地位。 另一方面,如果它是为了认识其中的真理而受到重视,它就将成为理论部分的一个片段;因为认识乃是理论部分的终点。 但在逻辑方法中考察无用的事物,究竟具有何种美善(价值),以至于它作为哲学的一部分而值得受到重视呢? 因为正当地值得受到重视的事物,要么是关涉到由于自身而值得选择的其他某些事物,要么是在自身中就拥有值得重视的价值。因为并非对一切事物或偶然事物的认识都配得上哲学(某些事物甚至不知晓为好),唯独对神圣和尊贵之物的认识才配得上,而这些事物乃是自然——作为某种神圣的技艺——所创造的产物。事实上,“观照(考察)”这一词,从其名称本身就清楚地表明它是关涉对神圣之物的注视与认识的;因为它的含义就是“观看神圣之物”。 因此我们也说,理论哲学乃是关于神圣之物以及由自然产生和构成之物的科学;因为关于这类事物的认识,因其自身就值得受到重视。 然而,凡是被考察的事物既不关涉其他事物,自身内部也没有任何令人愉悦和尊贵之物的地方,关于它们的认识就是完全多余的,甚至不属于哲学,而是一种徒劳无益的劳作;因为对于哲学家来说,最恰切不过的莫过于绝不无端地去考察,正如绝不无端地去行动一样,而是在行动与考察中同样设定界限。 事实上,几何学中的事物并不像他们所设想和比照的那样,类似于辩证术中无用的部分。 因为首先,正如他们自己所说,连几何学都不是严格意义上所说的哲学的部分;其次,天文学在某种意义上虽是几何学的片段,它所考察的却是神圣的和自然的实体,关于这些实体的认识自身就包含着美善与尊贵。 除这些之外,几何学中还有非常多的东西对哲学是有用的,因而受到合理的重视。因为不仅关于可感觉之物展开论述,而且关于脱离感觉的、可理知之物展开论述,对于依据哲学的考察而言是极其有用的,只要非身体的且可理知的实体比起可感觉的实体更加首要且更加尊贵,而哲学家正是这些实体的观照者。 此外,几何学自幼就通过教导人们就线、面、体各自独立地展开论述来使我们习惯,而这些没有一个是可感觉的。因为能够用理性在思想上将那些在本质上彼此不同、但在实在的成立和存在上却无法脱离彼此而存在的事物相互区分开来,对于哲学考察而言是极其必然的。事实上,由自然构成之物的本原——即质料与形式——也是以这种方式被把握的;因为它们在实在的成立上是不可分离的,两者之中没有一个能够离开另一个而存在。
- 1.0εἰ δὲ μὴ πᾶσαν λέγοιεν τὴν λογικὴν πραγματείαν πρὸς τὴν εὕρεσίν τε καὶ σύστασιν τῶν κατὰ φιλοσοφίαν ζητουμένων τὴν ἀναφορὰν ἔχειν
由 εἰ 与希求法(λέγοιεν)构成的假设从句,引出对手的反论,充当下文一系列将来时直陈式归结从句(συγχωρήσουσιν、ἔσται 等)的前提。
- 1.0τὸ γὰρ θεωρεῖν καὶ ἀπ’ αὐτοῦ τοῦ ὀνόματος δῆλον ὡς ἔστι περὶ τὴν τῶν θείων ὄψιν τε καὶ γνῶσιν· σημαίνει γὰρ τὸ ὁρᾶν τὰ θεῖα.
基于古代通俗词源学的论证,将 θεωρεῖν 视作 θεῖα(神圣之物)与 ὁρᾶν(观看)的复合。句法上 τὸ θεωρεῖν 为前置主语,由 δῆλον [ἐστιν] ὡς... 构成谓语从句。
- 1.0τό τε 〈γὰρ〉 διαιρεῖν ἀπ’ ἀλλήλων τῷ λόγῳ δύνασθαι τὰ διαφέροντα μὲν ἀλλήλων κατ’ οὐσίαν τῇ μέντοι ὑποστάσει τε καὶ ὑπάρξει μὴ δυνάμενα χωρὶς ἀλλήλων εἶναι ἀναγκαιότατον πρὸς τὴν φιλόσοφον θεωρίαν
带冠词的不定词短语 τό ... δύνασθαι 作全句主语,其补足语为不定词 διαιρεῖν 及其复杂的复合分词宾语(τὰ διαφέροντα ... μὴ δυνάμενα...),谓语为 ἀναγκαιότατον [ἐστι]。
