- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:398.5-398.38
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大阐述了亚里士多德如何通过与潜能及知识陈述的类比,证明“是非白”不是“是白”的矛盾否定命题而是可以与之同时为真的肯定命题,并指出了亚里士多德原文措辞的晦涩之处。
ὁμοίως ἄρα ἔχουσι πρὸς ἀλλήλας κατὰ τὴν τοῦ ‘ἔστιν’ θέσιν τε καὶ τάξιν. ἀλλὰ μὴν οὐκ ἔστιν ἐν ταῖς ‘δύναται βαδίζειν, δύναται μὴ βαδίζειν’ καὶ ‘ἐπίσταται τὸ ἀγαθὸν καὶ ἐπίσταται τὸ μὴ ἀγαθόν’ ἀντιφατικὴ ἀντίθεσις. οὔτε γὰρ τοῦ ‘δύναται βαδίζειν’ ἀπόφασις τὸ ‘δύναται μὴ βαδίζειν’ οὔτε τοῦ ‘ἐπίσταται τὸ ἀγαθόν’〈τὸ〉 ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’ ἀπόφασις. οὗ σημεῖον, ὅτι αὗται μὲν ἅμα ἀληθεῖς εἰσιν, ἥ τε ‘δύναται βαδίζειν’ καὶ ἡ ‘δύναται μὴ βαδίζειν’· τοιοῦτον γὰρ τὸ [μὴ] δυνατόν· ὁμοίως καὶ ἡ ‘ἐπίσταται τὸ ἀγαθόν’ τῇ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’, εἴ γε ἡ αὐτὴ ἐπιστήμη τῶν ἐναντίων. τὰς δὲ ἀποφάσεις ἀδύνατόν ἐστι ταῖς καταφάσεσι συναληθεύεσθαι. οὐδ’ ἄρα τῆς ‘ἔστι λευκόν’ ἀπόφασίς ἐστι τὸ ‘ἔστιν οὐ λευκόν’. τὸ μὲν ὡς ἐπ’ ἐκείνων οὕτως ἕξειν καὶ ἐπὶ τούτων τὴν δοκοῦσαν ἀντικεῖσθαι,1 εἰ ὁμοίως ἔχουσι πρὸς ἀλλήλας, δι’ ὑποθέσεως λαβὼν δείξας τε, ὅτι ὁμοίως ἔχουσι πρὸς ἀλλήλας διὰ τοῦ ἐν πάσαις αὐταῖς τὸ ‘ἔστιν’ ὁμοίως τετάχθαι, ἐν αἷς δὲ τὸ ‘ἔστι’ ὁμοίως τέτακται, ταύτας ὁμοίως πρὸς ἀλλήλας ἔχειν, καὶ ἐπενεγκὼν δυνάμει τὸ ‘πᾶσαι ἄρα αὗται ὁμοίως ἔχουσι πρὸς ἀλλήλας’, δείξας δὲ καὶ τὸ μὴ εἶναι ἀποφάσεις μήτε τὴν ‘δύναται μὴ βαδίζειν’ τῆς ‘δύναται βαδίζειν’ μήτε τὴν ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’ τῆς ‘ἐπίσταται τὸ ἀγαθόν’ διὰ τοῦ ταύτας μὲν ἅμα ἀληθεῖς εἶναι ταῖς καταφάσεσι, τὰς δὲ ἀντικειμένας μηκέτι (ἀσαφὴς δὲ ἡ λέξις ἐστίν, ὅτι δείξας ἐν τῷ δύνασθαι βαδίζειν καὶ ἐπίστασθαι τὸ ἀγαθὸν ἐμπεριεχόμενον δυνάμει τὸ ‘ἔστιν’ ἑξῆς προσέλαβεν ὥστε καὶ τὰ ἀντικείμενα, ὡς κάλλιον 〈ὄν〉 γε ταῦτα 〈τὰ〉 ἀντικείμενα λαβεῖν,2 περὶ ὧν λέγειν αὐτῷ προέκειτο, ἢ τὰ συναληθευόμενα, ἃ οὐκ ὄντα ἀντικείμενα φαντασίαν ἀντικειμένων παρέχει. ἦν δὲ ταῦτα τό τε ‘δύναται μὴ βαδίζειν’ καὶ τὸ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’), παραλιπὼν δὴ καὶ τὸ δεῖξαι εὐθέως, ὅτι καὶ τούτων ἑκάτερον τὸ μὲν ‘δύναται μὴ βαδίζειν’ ἴσον ἐστὶ τῷ ‘ἔστι δυνάμενος μὴ βαδίζειν’, τὸ δὲ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’ τῷ ‘ἔστιν ἐπιστάμενος τὸ μὴ ἀγαθόν’, οἷς ὅμοιόν ἐστι τὸ ‘ἔστιν οὐ λευκόν’, πρῶτον ἔλαβεν αὐτῶν τὰς κυρίως ἀποφάσεις τὰς οὐ δύναται βαδίζειν καὶ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’, καὶ ἔδειξεν, ὅτι καὶ ἡ ‘οὐ δύναται βαδίζειν’ ἴση ἐστὶ τῇ οὐκ ἔστι δυνάμενος βαδίζειν, ὁμοίως καὶ ἡ ‘οὐκ ἐπίσταται τὸ ἀγαθόν’ τῇ ‘οὐκ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν’, ἣν οὐκέτι παρέθετο ὡς δεδειχὼς αὐτὴν ἐν τῷ εἰπεῖν περὶ τῆς ‘οὐ δύναται βαδίζειν’, βουληθεὶς πάσας τὰς ἀντικεῖσθαι δοκούσας δεῖξαι, πῶς ἔχουσι πρὸς ἀλλήλας, καὶ ὅτι ὁμοίως συναληθεύουσι.
因此,它们根据“是”的位置与次序彼此处于类似的关系。然而,“能够行走/能够不行走”以及“知晓善/知晓非善”之中并没有矛盾对立。因为“能够不行走”既不是“能够行走”的否定,“知晓非善”也不是“知晓善”的否定。其证明在于,这些命题是同时为真的,即“能够行走”和“能够不行走”二者;因为潜能就是这样的;同样,如果相反事物的知识是相同的,“知晓善”也与“知晓非善”同时为真。但否定命题不可能与肯定命题同时为真。因此,“是非白”也不是“是白”的否定命题。他通过假定认为,正如在那些情形中一样,若它们彼此处于类似的关系,看似对立的命题在这些情形中也是如此;并且他通过在所有这些命题中“是”都被类似地安置,以及凡是“是”被类似安置的命题彼此都处于类似的关系,从而指明了它们彼此处于类似的关系,并潜在地推导出了“因此所有这些彼此处于类似的关系”;他又通过这些命题与肯定命题同时为真、而对立者则不再如此,从而指明了“能够不行走”既不是“能够行走”的否定,“知晓非善”也不是“知晓善”的否定(此处的表达之所以晦涩,是因为他在指出“能够行走”和“知晓善”中潜在地包含着“是”之后,接着便引进了对立命题,而本来更好的是取定他所打算论述的这些对立命题,而不是取定那些同时为真的命题——这些命题并非对立者,却提供了对立者的表象;它们就是“能够不行走”和“知晓非善”);随后,他省去了直接证明这两者中每一项也是如此——即“能够不行走”等同于“是能够不行走者”,“知晓非善”等同于“是知晓非善者”,而“是非白”与它们相似——而是首先取定了它们严格意义上的否定命题,即“不能够行走”和“不知晓善”,并证明了“不能够行走”也等同于“不是能够行走者”,同样“不知晓善”等同于“不是知晓善者”(关于后者他未再列出,因为在谈论“不能够行走”时已证明了它),这是因为他希望阐明所有看似对立的命题彼此处于怎样的关系,以及它们同样同时为真。
- 2.285τὸ μὲν ὡς ἐπ’ ἐκείνων οὕτως ἕξειν καὶ ἐπὶ τούτων τὴν δοκοῦσαν ἀντικεῖσθαι
句首的 τὸ ὡς ἐπ’ ἐκείνων οὕτως ἕξειν 是带冠词的不定式短语,以 τὴν δοκοῦσαν ἀντικεῖσθαι 为其逻辑主语,整体充当后续分词 λαβών 的直接宾语。整句为一个长篇复合句周期(period),在一连串分词(λαβών, δείξας, ἐπενεγκών, δείξας, παραλιπών)的铺垫之后,终于主句动词 πρῶτον ἔλαβεν ... καὶ ἔδειξεν。
- 2.285ὡς κάλλιον 〈ὄν〉 γε ταῦτα 〈τὰ〉 ἀντικείμενα λαβεῖν
这是由 ὡς 与补入的分词 ὄν 构成的独立对格结构,表达注解者对亚里士多德本应采取之策略的评述理由(“本来更好的是取定……”)。ταῦτα τὰ ἀντικείμενα 是不定式 λαβεῖν 的直接宾语,与后面的 ἢ τὰ συναληθευόμενα 相对比。
