- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:396.31-398.5
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
注解亚里士多德51b5,讨论“不是这个(否定)”与“是非这个(肯定)”的区别,解释混淆二者会导致将有效推论误判为无效,并阐述通过类比证明二者非同一性的过程。
" Διαφέρει δέ τι ἐν τῷ κατασκευάζειν ἢ ἀνασκευάζειν τὸ ὑπολαμβάνειν ταὐτὸν ἢ ἕτερον σημαίνειν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο.1" Πρὸς τὸ συλλογίζεσθαι καὶ κατασκευάζειν τι ἢ ἀνασκευάζειν τι δύνασθαι διὰ συλλογισμοῦ διαφέρειν φησὶ τὸ εἰδέναι διακρίνειν καὶ χωρίζειν τὰς προτάσεις τὰς ἀποφατικὸν μὲν ἐχούσας τὸ σχῆμα οὔσας δὲ καταφάσεις ἀπὸ τῶν ἀποφάσεων (λέγει δὲ περὶ προτάσεων, ἃς Θεόφραστος κατὰ μετάθεσιν λέγει· εἴρηκε δὲ καὶ αὐτὸς περὶ τούτων ἐν τῷ Περὶ ἑρμηνείας δεικνύς, ὅτι οὔκ εἰσι καταφάσεων ἀποφάσεις) ἤτοι διὰ τὸ οὕτως ἂν πολλάκις καὶ τὰ συλλογιστικὰ καὶ δεικτικά τινος ἀσυλλόγιστα ὑπολαμβάνειν2 ὡς ἐκ δύο ἀποφατικῶν συγκείμενα ἤ, ὡς ἐν πρώτῳ σχήματι ἢ τρίτῳ, τὴν ἐλάττονα πρότασιν ἀποφατικὴν ἔχοντα. τὸν γὰρ λόγον τὸν λέγοντα ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον, πᾶν τὸ οὐκ ἔμψυχον ἀναίσθητον ἢ ὅ τι ἂν ἀληθὲς ᾖ κατ’ αὐτοῦ κατηγορῆσαι’ συλλογιστικὸν ὄντα διὰ τὸ μὴ εἶναι ἀπόφασιν τὴν ‘ὁ λίθος ἐστὶν οὐκ ἔμψυχον’ ἀσυλλόγιστόν τις ὑπολήψεται, ἂν ὡς ἀποφάσεως αὐτῆς ἀκούσῃ. ἀσυλλόγιστος γὰρ συμπλοκὴ ἡ λέγουσα, ὅτι ὁ λίθος οὐκ ἔστιν ἔμψυχον, ἔπειτα τοῦ ἐμψύχου τι καθόλου κατηγορούμενον· ἔχει γὰρ ἀποφατικὴν τὴν ἐλάττονα ἐν πρώτῳ σχήματι. ἔτι οὐδὲ ὁ μέσος 〈ὁ〉 αὐτὸς ἐν ἀμφοτέραις ταῖς συμπλοκαῖς. καθόλου δὲ ἐδήλωσε, περὶ ὧν ποιεῖται τὸν λόγον, εἰπὼν τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο· περὶ ὧν καὶ ἐν τῷ Περὶ ἑρμηνείας φθάνει εἰρηκέναι, ὡς ἔφην, δι’ ὧν ἔδειξεν, ὅτι μόνῳ τῷ ‘ἔστι’ τοῦ ἀποφατικοῦ μορίου συνταττομένου ἀπόφασις γίνεται, ἐν αἷς προτάσεσι μὴ τρόπος προσκατηγορεῖται ὑπάρξεως, εἰ δὲ μὴ τῷ ‘ἔστι’ εἴη συντεταγμένον ἄλλῳ δέ τινι τῶν πρὸ τοῦ ‘ἔστι’ κειμένων, οὐκ ἀπόφασις ἀλλὰ κατάφασις γίνεται. περὶ τούτων δὴ καὶ νῦν διαστέλλει καὶ δείκνυσιν, ὅτι μὴ ταὐτὸν σημαίνει τὸ μὴ εἶναι λευκὸν τῷ εἶναι μὴ λευκὸν οὐδέ ἐστιν ἀπόφασις τοῦ ‘ἔστι λευκόν’ τὸ ‘ἔστιν οὐ λευκόν’ ἀλλὰ τὸ ‘οὐκ ἔστι λευκόν’. τοῦτο δὲ ποιεῖ, ἐπεὶ φαντασίαν ἀποστέλλουσιν ὡς οὖσαι αἱ τοιαῦται αἱ αὐταὶ ταῖς ἀποφάσεσιν· ὡς γὰρ ἀδύνατον Σωκράτη ἅμα ἀγαθὸν εἶναι καὶ μὴ εἶναι ἀγαθόν, οὕτω καὶ εἶναι ἀγαθὸν καὶ εἶναι μὴ ἀγαθόν. δείκνυσιν οὖν, ὅτι μήτε ταὐτὸν ἀλλήλαις αἱ οὕτως λαμβανόμεναι προτάσεις σημαίνουσι μήτε εἰσὶν ἀποφάσεις. ἡ δὲ δεῖξις δι’ ἀναλογίας, ἥτις ἐστὶ δεῖξις ὑποθετικὴ καὶ αὐτή. ἡ δὲ ἀναλογία τοιαύτη· λαβὼν ὁμοίως ἔχειν πρὸς ἀλλήλας τὴν ἔστι λευκὸν πρὸς τὴν ἔστιν οὐ λευκὸν καὶ τὴν δύναται βαδίζειν πρὸς τὴν δύναται μὴ βαδίζειν καὶ τὴν ἐπίσταται τὸ ἀγαθὸν πρὸς τὴν ἐπίσταται τὸ οὐκ ἀγαθόν. ὡς γὰρ ἔχει πρὸς τὴν ‘ἔστι λευκόν’ ἡ λέγουσα ‘ἔστιν οὐ λευκόν’, οὕτως ἔχει πρὸς μὲν τὴν ‘δύναται βαδίζειν’ ἡ λέγουσα ‘δύναται μὴ βαδίζειν’, πρὸς δὲ τὴν ‘ἐπίσταται τὸ ἀγαθόν’ ἡ ‘ἐπίσταται τὸ μὴ ἀγαθόν’. ἔδειξε δέ, ὅτι ὁμοίως ἔχουσι πρὸς ἀλλήλας, διὰ τοῦ λαβεῖν, ὅτι τῷ μὲν ‘ἐπίσταται τὸ ἀγαθόν’ ἴσον ἐστὶ τὸ ἔστιν ἐπιστάμενος τὸ ἀγαθόν (ἐμπεριέχεται γὰρ τὸ ‘ἔστι’ τῷ ‘ἐπίσταται’) τῷ δὲ ‘δύναται βαδίζειν’ τὸ ἔστι δυνάμενος βαδίζειν. ὡς οὖν ἐν τοῖς ‘ἔστιν ἐπιστάμενος τἀγαθόν’ καὶ ‘ἔστιν ἐπιστάμενος τὸ μὴ ἀγαθόν’ καὶ ‘ἔστι δυνάμενος βαδίζειν’ καὶ ἔστι δυνάμενος μὴ βαδίζειν (ἐν πάσαις γὰρ ταῖς ἀντιθέσεσι τὸ ‘ἔστιν’ προτέτακται), οὕτως ἔχει καὶ ἐπὶ τῆς ‘ἔστι λευκόν’ καὶ ‘ἔστιν οὐ λευκόν’· καὶ γὰρ ἐν ταύτῃ προτέτακται τὸ ‘ἔστιν’ ἐν ἀμφοτέραις.
“在确立或反驳中,认为‘不是这个’与‘是非这个’意指相同还是不同,会带来某种差异。” 他说,对于进行推论以及能够通过推论确立某事物或反驳某事物而言,懂得将那些具有否定形式但实际上是肯定的前提与否定命题区分并分离开来,是具有差异的(他所谈论的是泰奥弗拉斯托斯称为‘通过位移’的前提;他自己在《解释篇》中也谈到过这些前提,并指明它们并不是肯定的否定);即,因为否则人们往往会认为,哪怕是那些能构成推论且证明某事物的论证也是不能构成推论的,理由是它们仿佛是由两个否定前提组成的,或者像在第一格或第三格中那样具有否定的小前提。因为,对于“石头是非生物,凡非生物皆无感觉(或任何可以真实地加于其上的谓词)”这一论证,它本是能够构成推论的,但如果有人把“石头是非生物”听成否定命题——而它实际上并不是否定——就会认为它是不能构成推论的。因为如果一个结合声称“石头不是生物”,接着又有某种东西全称地加在“生物”上,这种结合是不能构成推论的;因为在第一格中它具有否定的小前提。此外,在两种结合中中项甚至不是同一个。通过说“不是这个以及是非这个”,他普遍地表明了他所论述的对象;关于这些,正如我说过的,他在《解释篇》中也已经论述过,并在其中表明:在那些没有附加陈述存在模态的前提中,只有当否定词与“是”结合在一起时才构成否定,但如果否定词不是与“是”结合,而是与置于“是”之前的某个词结合,构成的就不是否定而是肯定。现在他也正是就这些进行辨析,并表明“不是白”并不等同于“是非白”,而“是非白”也不是“是白”的否定,相反,“不是白”才是它的否定。他之所以这样做,是因为这类命题给人以仿佛与否定命题相同的表象;因为正如苏格拉底不可能同时既是善的又不是善的,同样他也不可能既是善的又是非善的。因此他指出,这样取定的诸前提既不相互意指相同的事物,也不是否定命题。这一证明是通过类比进行的,类比本身也是一种假言证明。该类比是这样的:他假定“是白”相对于“是非白”,与“能够行走”相对于“能够不行走”以及“知晓善”相对于“知晓非善”具有类似的关系。因为正如表述为“是非白”的命题相对于“是白”的关系一样,表述为“能够不行走”的命题相对于“能够行走”,以及“知晓非善”相对于“知晓善”,也是如此。他通过认定“知晓善”等同于“是知晓善者”(因为“是”已包含在“知晓”之中),而“能够行走”等同于“是能够行走者”,从而指明了它们彼此具有类似的关系。因此,正如在“是知晓善者”与“是知晓非善者”,以及“是能够行走者”与“是能够不行走者”中那样(因为在所有这些对立中,“是”都置于前面),在“是白”与“是非白”的情形中也是如此;因为在这种情形中,“是”在两者中同样都置于前面。
- 2.285τὸ μὴ εἶναι τόδε καὶ εἶναι μὴ τοῦτο
这是基于否定词 μή 的位置而构成的对比结构。在前者 τὸ μὴ εἶναι τόδε 中,否定词置于系词(εἶναι)之前,否定整个命题(构成否定命题);而在 εἶναι μὴ τοῦτο 中,否定词直接修饰述词项形成不定名词(‘非这个’),命题本身由于保有肯定系词(εἶναι)而仍是肯定命题。
- 2.285ἤτοι διὰ τὸ οὕτως ἂν πολλάκις καὶ τὰ συλλογιστικὰ καὶ δεικτικά τινος ἀσυλλόγιστα ὑπολαμβάνειν
介词 διά 支配带有潜在语气小词 ἄν 的冠词不定式(τὸ ... ὑπολαμβάνειν),用以解释前句中 διαφέρειν(带来差异)的理由或潜在后果,意为“否则人们往往会把能够构成推论的论证误认为是不能构成推论的”。
