← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§395.8-396.30

得出特称否定结论推论在第二与第三格的相互分析

亚历山大考察了第二格与第三格之间得出特称否定结论之推论的相互分析,说明含有全称否定前提的推论可通过换位两个前提进行分析,而含有特称否定前提的推论(Baroco与Bocardo)则无法通过换位分析,只能诉诸归谬法。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.283

" Τῶν δ’ ἐν τῷ μέσῳ σχήματι ἅτερος μὲν ἀναλύεται, ἅτερος δ’ οὐκ ἀναλύεται εἰς τὸ τρίτον." Τὸ ἐπὶ μέρους ἀποφατικὸν διχῶς μὲν ἐν δευτέρῳ σχήματι δείκνυται, τριχῶς δὲ ἐν τρίτῳ. δείκνυσιν οὖν καὶ ἐπὶ τούτων τῶν σχημάτων, πῶς τοὺς ταὐτὸν ἔχοντας συμπέρασμα συλλογισμούς, εἰ μὲν εἶεν ἐν δευτέρῳ σχήματι ἠρωτημένοι, ἀνάξομεν εἰς τὸ τρίτον, εἰ δ’ ἐν τρίτῳ, εἰς τὸ δεύτερον, ἐπειδὴ περὶ τῆς ἐκ τοῦ πρώτου εἰς ταῦτα τὰ σχήματα καὶ τούτων εἰς τὸ πρῶτον ἀναγωγῆς εἶπεν. λέγει δέ, ὅτι τῶν ἐν τῷ δευτέρῳ σχήματι δύο ἐπὶ μέρους ἀποφατικὸν συναγόντων τὸν μὲν ἕτερον ἀναλύομεν εἰς τὸ τρίτον σχῆμα, τὸν δὲ ἕτερον οὔ. τὸν μὲν γὰρ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἀναλύσομεν ἀμφοτέρας τὰς προτάσεις ἀντιστρέφοντες· καὶ γὰρ ἡ καθόλου ἀποφατικὴ ἀντιστρέφει αὑτῇ καὶ ἡ ἐπὶ μέρους καταφατικὴ ὁμοίως, ὥστε, εἰ κεῖται τὸ Α τῷ μὲν Β οὐδενὶ τῷ δὲ Γ τινί, ἔσται τὸ Β τῷ Α οὐδενί, τὸ Γ τῷ Α τινί· ἐν τρίτῳ σχήματι συζυγία ἐπὶ μέρους ἀποφατικὸν συνάγουσα. ὁ δὲ ἕτερος ὁ τὴν μείζονα ἔχων καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα ἐπὶ μέρους ἀποφατικήν, ὥσπερ οὐδὲ εἰς τὸ πρῶτον ἀνελύετο σχῆμα, οὕτως οὐδὲ εἰς τὸ τρίτον. δεῖ μὲν γὰρ ἀμφοτέρας ἀντιστραφῆναι, εἰ μέλλοι τις ἀναλύειν εἰς τὸ τρίτον σχῆμα συλλογισμὸν ἠρωτημένον ἐν δευτέρῳ σχήματι, τῶν δὲ κειμένων προτάσεων ἡ μὲν ἐπὶ μέρους ἀποφατικὴ οὐδ’ ὅλως ἀντιστρέφει, ἡ δὲ καθόλου καταφατικὴ ἀντιστραφεῖσα ἐπὶ μέρους γίνεται. αὐτὸς δὲ ταχέως εἶπεν τὴν αἰτίαν οὐδετέρα γὰρ τῶν προτάσεων ἐκ τῆς ἀντιστροφῆς καθόλου· δεῖ μὲν γάρ, εἰ μέλλοι συλλογισμὸς ἔσεσθαι, καθόλου τινὰ πρότασιν εἶναι, οὐ γίνεται δὲ καθόλου πρότασις ἀντιστραφείσης τῆς καθόλου καταφατικῆς, ἣν μόνην οἷόν τε ἀντιστρέψαι. καίτοι οὐδ’ εἰ αὕτη καθόλου ἀντιστρέφει, ἤδη ἐδύνατο ἡ ἀνάλυσις γενέσθαι εἰς τὸ τρίτον σχῆμα ἐκ τούτου 〈τῷ〉 δεῖν μὲν ἀμφοτέρας ἀντιστραφῆναι μὴ ἀντιστρέφειν δὲ τὴν ἑτέραν.1

“在中格的推论中,一个被分析,另一个则不被分析到第三格中。” 特称否定在第二格中以两种方式被证明,而在第三格中以三种方式被证明。因此,由于他已经论述了从第一格到这些格以及从这些格到第一格的还原,他也就这些格指明:对于具有相同结论的推论,如果它们是在第二格中被设立的,我们将如何把它们还原到第三格,而如果它们在第三格中,又如何还原到第二格。他说,在第二格中得出特称否定结论的两个推论中,我们把其中一个分析到第三格,而另一个则不。因为对于由全称否定大前提和特称肯定小前提构成的推论,我们将通过换位两个前提来进行分析;因为全称否定与自身换位,特称肯定同样如此,因此,如果设定Α不属于任何Β但属于某些Γ,那么Β将不属于任何Α,而Γ属于某些Α;这是第三格中得出特称否定结论的组合。而另一个具有全称肯定大前提和特称否定小前提的推论,正如它没有被分析到第一格那样,同样也没有被分析到第三格。因为如果有人要将第二格中设立的推论分析到第三格,两个前提都必须被换位,但是在已设定的前提中,特称否定根本不换位,而全称肯定换位后则变为特称。他自己简要地说明了原因,因为“换位所得的前提中没有一个是全称的”;因为如果要构成推论,必须有某个前提是全称的,但换位全称肯定前提——而这又是唯一能够被换位的前提——并不能产生全称前提。然而,即便这个前提能够全称地换位,从这个推论到第三格的分析也不能就此实现,这是由于两个前提都必须换位,而另一个前提却不换位。

§2.284

"Καὶ οἱ ἐκ τρίτου δὲ σχήματος ἀναλυθήσονται εἰς τὸ μέσον, ὅταν ᾖ καθόλου τὸ στερητικόν." Τριῶν ὄντων ἐν τρίτῳ σχήματι τῶν τὸ ἐπὶ μέρους ἀποφατικὸν συναγόντων, δύο μέν, οἳ ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος ἢ ἐπὶ μέρους, ἑνὸς δέ, ὃς ἦν ἐκ καθόλου μὲν καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους δὲ ἀποφατικῆς τῆς μείζονος, τῶν δὴ τριῶν τούτων τοὺς μὲν δύο φησὶν εἰς τὸ μέσον ἀναλύεσθαι σχῆμα τοὺς ἔχοντας τὸ καθόλου ἀποφατικὸν ἀντιστραφεισῶν ἀμφοτέρων τῶν προτάσεων. ἂν γὰρ ᾖ κείμενον τὸ Α τῷ Γ οὐδενί, τὸ Β τῷ Γ ἢ παντὶ ἢ τινί, ἀντιστραφεισῶν ἀμφοτέρων γίνεται ‘τὸ Γ τῷ Α οὐδενί, τὸ Γ τῷ Β τινί’ ἐν δευτέρῳ σχήματι συζυγία ἐπὶ μέρους ἀποφατικὸν συνάγουσα. τὸν δὲ τρίτον τὸν τὴν ἐπὶ μέρους ἀποφατικὴν ἔχοντα φησὶν οὐδ’ αὐτὸν ἀναχθήσεσθαι εἰς τὸ δεύτερον, ὥσπερ οὐδὲ ὁ ἐν δευτέρῳ ἐκ τῆς ἐπὶ μέρους ἀποφατικῆς εἰς τὸ τρίτον ἀνήγετο. καὶ ἡ αὐτὴ αἰτία· δεῖ μὲν γὰρ ἀμφοτέρας ἀντιστραφῆναι, τούτων δὲ ἡ μὲν οὐδ’ ὅλως ἀντιστρέφει, ἡ δὲ ἀντιστραφεῖσα ἐπὶ μέρους γίνεται· μὴ οὔσης δὲ καθόλου προτάσεως ἀδύνατον συλλογισμὸν γενέσθαι. ἀμφότερα δὲ ἔδειξέ σοι, ὅτι οὗτοι οἱ συλλογισμοὶ οἱ τὴν ἐπὶ μέρους ἀποφατικὴν ἔχοντες οὐκ ἀναλύονται εἰς ἄλλο σχῆμα, ἐπὶ μὲν τοῦ ἐν δευτέρῳ σχήματι αἰτιασάμενος τὸ τὴν καθόλου καταφατικήν, εἰ ἀντιστραφείη, ἐπὶ μέρους γίνεσθαι, ἧς ἐπὶ μέρους γενομένης καὶ ἀντιστρεφομένης τῆς ἑτέρας καὶ μὴ ἀντιστρεφομένης2 ἀσυλλόγιστος ἡ συζυγία τῷ ἀμφοτέρας ἐπὶ μέρους γίνεσθαι, ἐπὶ δὲ τοῦ ἐν τρίτῳ, ὅτι μὴ οἷόν τε τὴν ἐπὶ μέρους ἀποφατικὴν ἀντιστρέψαι, ἃ ἀμφότερα αἴτια καθ’ ἑκάτερον τῶν συλλογισμῶν ἐστι τοῦ μὴ δύνασθαι αὐτοὺς εἰς θάτερον ἀναχθῆναι σχῆμα. ὅτι δὲ οὐδ’ εἰς τὸ πρῶτον ἀνάγονται σχῆμα οὗτοι, ἔδειξέ τε ἔμπροσθεν, καὶ νῦν ὑπέμνησε δὲ ἡμᾶς, καὶ ὅτι τῶν ἄλλων, καὶ τῶν ἐν δευτέρῳ σχήματι καὶ τῶν ἐν τρίτῳ, συλλογισμῶν ἀναλυομένων εἰς τὸ πρῶτον σχῆμα δι’ ἀντιστροφῶν καὶ τὴν πίστιν τοῦ συνάγειν παρ’ ἐκείνου λαμβανόντων οὗτοι μόνοι οἱ δύο διὰ μὲν ἀντιστροφῶν οὐκ ἀνήγοντο εἰς τὸ πρῶτον σχῆμα, ἐδείκνυντο δὲ συνάγοντες διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς.

“而来自第三格的推论,当否定性前提是全称时,也将被分析到中格。” 在第三格中得出特称否定结论的推论有三个:两个由全称否定大前提以及全称肯定或特称肯定小前提构成,一个由全称肯定小前提和特称否定大前提构成;在这三个推论中,他说具有全称否定的那两个,在两个前提都被换位时被分析到中格。因为如果设定Α不属于任何Γ,Β属于所有或某些Γ,在两者都被换位时就得出“Γ不属于任何Α,Γ属于某些Β”,这是第二格中得出特称否定结论的组合。但是对于具有特称否定的第三个推论,他说它本身也不会被还原到第二格,正如第二格中由特称否定构成的推论未被还原到第三格一样。原因也是相同的:因为两个前提都必须被换位,但其中一个根本不换位,而另一个换位后变为特称;而在没有全称前提的情况下,推论是不可能成立的。他向你指出了这两方面的理由,说明这些具有特称否定的推论不能被分析到另一个格:就第二格中的推论而言,他归咎于全称肯定如果被换位就会变为特称(而在这个前提变为特称之后,无论另一个前提被换位还是不被换位,该组合都由于两个前提都变为特称而不能成为推论);就第三格中的推论而言,他归咎于特称否定不可能被换位;这两者在各自的推论中都是它们不能被还原到另一个格的原因。而这些推论甚至不能被还原到第一格,他此前已经指明,现在又提醒了我们;并且指明,第二格和第三格中的其他推论都是通过换位被分析到第一格,并由此获得其得出结论的凭据,唯独这两个推论没有通过换位被还原到第一格,而是仅仅通过归谬法被证明得出结论的。

语法注2 条
  1. 2.283ἐκ τούτου 〈τῷ〉 δεῖν μὲν ἀμφοτέρας ἀντιστραφῆναι μὴ ἀντιστρέφειν δὲ τὴν ἑτέραν

    由补入的与格冠词〈τῷ〉所统辖的并列不定式短语 δεῖν μὲν... μὴ ἀντιστρέφειν δέ 构成了表示原因的与格结构(“由于……”)。它为前面的反事实判断 οὐδ’ εἰ... ἤδη ἐδύνατο ἡ ἀνάλυσις γενέσθαι 提供理由:即便全称肯定命题能够全称地换位,但由于另一前提(特称否定)无法换位,还原分析依然不能成立。

  2. 2.284ἧς ἐπὶ μέρους γενομένης καὶ ἀντιστρεφομένης τῆς ἑτέρας καὶ μὴ ἀντιστρεφομένης

    此句包含连续叠置的属格独立结构。首先以 ἧς ἐπὶ μέρους γενομένης(“当该前提[全称肯定]变为特称时”)作为时间或条件前提,随后的 καὶ ἀντιστρεφομένης τῆς ἑτέρας καὶ μὴ ἀντιστρεφομένης(“无论另一前提被换位还是不被换位”)则构成了表示让步的对偶条件。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:395.8-396.30