← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§393.30-395.7

第三格各式通过换位还原为第一格

亚历山大解释了第三格各推论形式(Darapti、Datisi、Disamis、Felapton、Ferison)如何通过换位小前提等方式被分析并还原到第一格,指明唯独包含特称否定的第六式(Bocardo)不能通过换位进行还原,并说明第一格与第三格相互分析中均需换位小前提的规则(51a1–51a22)。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.280

" Τῶν δ’ ἐν τῷ τελευταίῳ σχήματι εἷς μόνος οὐκ ἀνάγεται." Δείξας τοὺς ἐν τῷ πρώτῳ τοὺς τὸ ἐπὶ μέρους συνάγοντας δύο συλλογισμοὺς ἀναγομένους εἰς τὸ τρίτον σχῆμα λέγει πάλιν περὶ τῶν ἐν τῷ τρίτῳ σχήματι, καὶ τοὺς μὲν πέντε τῶν ἐν τούτῳ τῷ σχήματι φησί τε καὶ δείκνυσιν εἰς τὸ πρῶτον ἀναγομένους σχῆμα (καὶ γὰρ καὶ ἐδείχθησαν ὄντες συλλογιστικοὶ τοῦτον τὸν τρόπον), τὸν δὲ ἕκτον μηκέτι, δι’ ἣν εἰρήκαμεν αἰτίαν. πρῶτον δὲ ἀνάγει τὸν ἐκ δύο καθόλου καταφατικῶν. ἐπεὶ γὰρ αἱ καταφατικαὶ αἱ καθόλου ἀντιστρέφουσι πρὸς τὰς ἐπὶ μέρους, κατηγορουμένων τοῦ τε Α καὶ τοῦ Β κατὰ παντὸς τοῦ Γ 〈ἂν〉 ἀντιστρέψωμεν τὴν Β Γ, ἔσται τὸ Γ τινὶ τῷ Β· ἔκειτο δὲ καὶ τὸ Α παντὶ τῷ Γ· γίνεται ἐν πρώτῳ σχήματι τὸ Α τινὶ τῷ Β, ὃ ἦν δεικνύμενον καὶ διὰ τῆς ἐκκειμένης συζυγίας τῆς ἐν τρίτῳ σχήματι. τὸ δὲ οὐκοῦν ἐπεὶ ἀντιστρέφει τὸ Γ πρὸς ἑκάτερον ἴσον ἐστὶ τῷ ‘ἐπεὶ ἀμφότεραι αἱ προτάσεις οὖσαι καθόλου καταφατικαὶ ἀντιστρέφουσι, δυνησόμεθα, ἣν ἂν θελήσωμεν αὐτῶν ἀντιστρέψαι, ἀναγαγεῖν τὸν συλλογισμὸν ἐπὶ τὸ πρῶτον σχῆμα’. εἶτα ἑξῆς ἀνάγει τὸν ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐν τρίτῳ σχήματι ἀντιστρέψας πάλιν τὴν ἐπὶ μέρους καταφατικήν. τρίτον ἀνάγει τὸν ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος,1 δι’ ἀντιστροφῆς μὲν καὶ τοῦτον τῆς ἐπὶ μέρους καταφατικῆς προτάσεως, ἐπειδὴ δὲ ἦν οὗτος διὰ δύο ἀντιστροφῶν δεικνύμενος (καὶ γὰρ τὸ συμπέρασμα ἀντεστρέφετο αὐτοῦ πρὸς τῇ ἐπὶ μέρους προτάσει· οὕτως γὰρ ἐδείκνυτο τὸ προκείμενον), φησίν, ὅτι πρῶτον καὶ μείζονα ὅρον ληπτέον τὸν Β. ἐπεὶ γὰρ ἡ Β Γ πρότασίς ἐστι καθόλου, δεῖ δὲ ἐν πρώτῳ σχήματι τὴν μείζονα καθόλου εἶναι, φησὶ δεῖν ταύτην [τὴν] μείζονα ποιεῖν πρότασιν καὶ τὴν Α Γ ἐπὶ μέρους οὖσαν καταφατικὴν ἐλάττονα· ἧς ἀντιστραφείσης ἔσται τὸ Β παντὶ τῷ Γ, τὸ Γ τινὶ τῷ Α, καὶ συναχθήσεται τὸ Β τινὶ τῷ Α συμπέρασμα, ὃ ἀντιστρέψαντες οὕτως ἕξομεν τὸ προκείμενον δεδειγμένον συμπέρασμα, ὃ ἦν καὶ διὰ τῆς προκειμένης τοῦ τρίτου σχήματος συζυγίας δεδειγμένον. ἐπὶ τούτοις τέταρτον ἀναλύει στερητικὸν ἐπὶ μέρους συνάγοντα τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς Α Γ καὶ καθόλου καταφατικῆς τῆς ἐλάττονος τῆς Β Γ· ἀντιστραφείσης γὰρ τῆς καταφατικῆς τὸ πρῶτον γίνεται σχῆμα καὶ ταὐτὸν συμπέρασμα. πέμπτον ἀναλύει τὸν ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος τῆς Α Γ καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος τῆς Β Γ, ὁμοίως καὶ τοῦτον τῇ τῆς καταφατικῆς ἀντιστροφῇ.

“在最后格中的推论中,唯独一个不能被还原。” 在指明了第一格中得出特称结论的两个推论可被还原到第三格之后,他又论及第三格中的推论,并且断言并指明:这一格中的五个推论可以被还原到第一格(因为它们正是以这种方式被证明是推论性的),而第六个则不再如此,这是由于我们已经说明的原因。他首先还原由两个全称肯定前提构成的推论。因为全称肯定命题可以换位为特称[肯定],当Α和Β都述说全量之Γ时,如果我们换位ΒΓ,Γ就将属于某些Β;而Α原先被设定属于全量之Γ;在第一格中就得出Α属于某些Β,而这正是通过在第三格中列出的组合所证明的。而“因此,既然Γ与每一项都换位”这句话等同于:“既然两个前提作为全称肯定都可以换位,无论我们希望换位它们中的哪一个,我们都能够将该推论还原到第一格”。随后,他按次序通过再次换位特称肯定小前提,还原了第三格中由全称肯定大前提和特称肯定小前提构成的推论。第三,他还原由全称肯定小前提和特称肯定大前提构成的推论;虽然这个推论也是通过换位特称肯定前提来实现的,但由于这个推论曾是通过两次换位被证明的(因为除了特称前提之外,它的结论也同样被换位;因为被提出的论题就是这样被证明的),他说必须把Β取作第一项和较大项。因为既然前提ΒΓ是全称的,而在第一格中大前提必须是全称的,他说必须使这个前提成为大前提,而使特称肯定的ΑΓ成为小前提;当它被换位后,Β就将属于全量之Γ,Γ属于某些Α,并且将得出结论Β属于某些Α;我们将其换位之后,就这样得到了被提出的、已获证明的结论,而该结论此前也是通过第三格所提出的组合被证明的。在此之后,第四,他分析了由全称否定大前提ΑΓ和全称肯定小前提ΒΓ得出特称否定结论的推论;因为当肯定前提被换位之后,就构成了第一格并得出相同的结论。第五,他分析了由全称否定大前提ΑΓ和特称肯定小前提ΒΓ构成的推论,同样是通过肯定前提的换位来实现的。

§2.281

"Ἐὰν δὲ ἐν μέρει ληφθῇ τὸ στερητικόν." Ἐνταῦθα λέγει περὶ τοῦ ἕκτου, ἐν ᾧ τὸ ἀποφατικὸν ἐπὶ μέρους ἐστίν. οὔ φησι δὲ τοῦτον εἰς τὸ πρῶτον ἀναλυθήσεσθαι καὶ ἀναχθήσεσθαι σχῆμα, ὅτι ἡ μὲν ἐπὶ μέρους ἀποφατικὴ οὐκ ἀντιστρέφει, ἐὰν δὲ ἡ καθόλου καταφατικὴ ἀντιστραφῇ, αἱ δύο ἐπὶ μέρους ἔσονται προτάσεις, δι’ ἀντιστροφῆς δὲ ἡ ἀνάλυσις.

“但如果否定性的命题被取作局部的。” 在此他论述第六个推论,其中否定前提是特称的。他说这个推论不能被分析和还原到第一格,因为特称否定不接受换位,而如果全称肯定被换位,两个前提都将成为特称的,而分析必须通过换位来进行。

§2.282

"Φανερὸν δὲ καὶ ὅτι πρὸς τὸ ἀναλύειν εἰς ἄλληλα τὰ σχήματα ἡ πρὸς τῷ ἐλάττονι ἄκρῳ πρότασις ἀντέστραπται." Εἰς ἄλληλα λέγει νῦν ἐπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου·2 καὶ γὰρ οἱ ἐν τῷ πρώτῳ εἰς τοὺς ἐν τρίτῳ καὶ οἱ ἐν τῷ τρίτῳ εἰς τοὺς ἐν πρώτῳ διὰ τῆς ἐλάττονος καταφατικῆς οὔσης ἀντιστρεφομένης γίνονται. οὐκ εἶχε δὲ οὕτως ἐπὶ τοῦ πρώτου καὶ δευτέρου· οἱ γὰρ ἐν ἐκείνοις εἰς ἀλλήλους ἀνήγοντο τῆς μείζονος ἀντιστρεφομένης τῆς καθόλου ἀποφατικῆς.

“显而易见,为了把各格相互分析,小端项上的前提被换位了。” 他现在就第一格和第三格的情况说“相互”;因为第一格中的推论变为第三格中的推论,以及第三格中的推论变为第一格中的推论,都是通过作为肯定的小前提被换位而实现的。但在第一格和第二格的情况下却并非如此;因为那些〔格〕中的推论是通过换位全称否定的大前提而相互还原的。

语法注2 条
  1. 2.280τρίτον ἀνάγει τὸν ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς μείζονος

    整句的句法骨架始于 τρίτον ἀνάγει τὸν ἐκ...(第三,他还原由……构成的推论),中间插入原因从句 ἐπειδὴ δὲ ἦν... δεικνύμενος,随后引出间接引语 φησίν, ὅτι πρῶτον καὶ μείζονα ὅρον ληπτέον τὸν Β(他说必须把Β取作第一项和大项)。该句解释了将 Disamis 还原为第一格(Darii)时需要互换大前提和小前提并在最后换位结论的逻辑要求。

  2. 2.282Εἰς ἄλληλα λέγει νῦν ἐπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου

    介词短语 ἐπὶ τοῦ πρώτου καὶ τοῦ τρίτου 在此表示“关于/在……的情况下”,用以限制亚里士多德经文中的短语 εἰς ἄλληλα(相互)在此处的适用范围特指第一格与第三格这一组合。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:393.30-395.7