← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§392.3-393.29

Baroco与Bocardo的不可还原性及向第三格的分析

亚历山大解释了第二格第四式(Baroco)因依赖归谬法而非换位而无法还原到第一格的原因,随后阐明了第三格与第一格之间的还原问题,指出了Bocardo的不可还原性以及第一格特称推论(Darii与Ferio)向第三格的分析过程。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.278

" Ὅταν δὲ τὸ κατηγορικόν, οὐκ ἀναλυθήσεται." Εἰπὼν περὶ τοῦ τρίτου ἐν τῷ δευτέρῳ σχήματι ὄντος ἐκ καθόλου ἀποφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος καὶ δείξας αὐτὸν ἀναγόμενον διὰ τῆς μείζονος προτάσεως ἀντιστραφείσης εἰς τὸν ἐν πρώτῳ σχήματι τέταρτον νῦν λέγει περὶ τοῦ τετάρτου συλλογισμοῦ τοῦ ἐν τῷ δευτέρῳ σχήματι· φησὶ δέ, ὅταν ᾖ τὸ καταφατικὸν πρὸς τῷ μείζονι ἄκρῳ, τὸ δὲ στερητικὸν πρὸς τῷ ἐλάττονι. οὕτως δὲ ἐχουσῶν ἐξ ἀνάγκης ἡ συζυγία συλλογιστική ἐστιν ἔχουσα τὴν ἑτέραν ἐπὶ μέρους τὴν δὲ ἑτέραν καταφατικὴν καθόλου· μείζων γὰρ αὕτη· ἀδύνατον γάρ, ὡς ἐδείχθη, ἐν δευτέρῳ σχήματι μὴ οὔσης τῆς μείζονος καθόλου συλλογισμὸν γίνεσθαι. γίνεται οὖν ἡ ἀποφατικὴ ἐπὶ μέρους. ἡ δὲ οὕτως ἔχουσα συζυγία καὶ ὁ ἐκ τοιούτων προτάσεων συλλογισμὸς ἐν δευτέρῳ σχήματι ἔχων ἐπὶ μέρους ἀποφατικὸν τὸ συμπέρασμα οὐκ ἀναχθήσεται εἰς τὸ πρῶτον σχῆμα, καίτοι τοῦ ἐπὶ μέρους ἀποφατικοῦ καὶ ἐν πρώτῳ δεικνυμένου σχήματι, ὅτι μὴ δείκνυται ὁ συλλογισμὸς οὗτος δι’ ἀντιστροφῆς ἀλλὰ διὰ μόνης τῆς εἰς ἀδύνατον ἀπαγωγῆς. ἡ δὲ ἀνάλυσις τῶν ἐξ ἄλλου σχήματος εἰς ἄλλο σχῆμα συλλογισμῶν δι’ ἀντιστροφῆς, ὡς ἔφαμεν, γίνεται. τὸ δὲ οὔτε γὰρ ἐπιδέχεται ἀντιστροφὴν τὸ Α Β εἴρηκεν, οὐχ ὅτι οὐδ’ ὅλως ἀντιστρέφει ἡ καθόλου (καθόλου γὰρ κεῖται καταφατικὴ ἡ Α Β, τῇ δὲ καθόλου καταφατικῇ ἡ ἐπὶ μέρους καταφατικὴ ἀντιστρέφει), ἀλλ’ ὅτι αὑτῇ οὐκ ἀντιστρέφει· αὗται γὰρ κυρίως ἀντιστρέφειν λέγονται αἱ αὑταῖς ἀντιστρέφουσαι. διὸ μάλιστα ἀντιστρέφειν δοκεῖ ἡ καθόλου ἀποφατικὴ ὑπάρχουσά τε καὶ ἀναγκαία καὶ ἡ ἐπὶ μέρους καταφατική· ἡ δὲ καθόλου καταφατική, εἰ καὶ ἔχει τινὰ ἑαυτῇ ἀντιστρέφουσαν, ἀλλ’ οὐ πρὸς αὑτὴν ἀντιστρέφει. διὰ τοῦτο δὴ εἶπεν ‘οὔτε γὰρ ἐπιδέχεται ἡ καθόλου καταφατικὴ ἀντιστροφήν, οὔτε εἰ καὶ γένοιτο ἀντιστροφὴ καὶ ληφθείη, ἣν ἐπιδέχεται ἡ καθόλου καταφατικὴ ἀντιστροφήν (ἐπιδέχεται δὲ τὴν τῆς ἐπὶ μέρους καταφατικῆς), συλλογιστικὴ ἔτι ἡ συζυγία’· γίνεται γὰρ ἐν πρώτῳ σχήματι συζυγία ἔχουσα ἐπὶ μέρους καταφατικὴν τὴν μείζονα τὴν Β Α, ἐπὶ μέρους δὲ ἀποφατικὴν τὴν ἐλάττονα 〈τὴν〉 Α Γ, ἥτις ἀσυλλόγιστός ἐστιν. δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ οὔτε γενομένης ἔσται συλλογισμὸς1 ἀντὶ τοῦ ‘οὔτε εἰ καὶ συγχωρηθείη τὴν καθόλου καταφατικὴν ἀντιστρέφειν αὑτῇ, οὐδ’ οὕτως ἔσται συλλογισμός’. καὶ γὰρ οὕτως ἀσυλλόγιστος ἡ συζυγία· ἔσται γὰρ ἐν πρώτῳ σχήματι ἡ μὲν μείζων πρότασις καθόλου καταφατικὴ ἡ Β Α, ἡ δὲ ἐλάττων ἐπὶ μέρους ἀποφατική· ἀδύνατον δὲ τῆς ἐλάττονος ἀποφατικῆς οὔσης συλλογισμὸν ἐν πρώτῳ γενέσθαι σχήματι.

“当肯定性的在[大项上]时,则不能被分析。” 在论述了第二格中由全称否定大前提与特称肯定小前提构成的第三式,并指明它通过换位大前提而被还原为第一格中的第四式之后,他现在讨论第二格中的第四个推论。他说:当肯定性的在大端项上,而否定性的在小端项上时。当它们如此分布时,该组合必然是推论性的,具有一个特称前提,另一个全称肯定前提;因为后者是大前提(正如已指明的那样,如果大前提不是全称的,在第二格中就不可能构成推论)。因此,否定前提便成为特称的。这样构成的组合以及第二格中由这些前提构成、带有特称否定结论的推论,将不能被还原到第一格中,尽管特称否定在第一格中也同样能被证明;这是因为该推论不是通过换位被证明的,而仅仅是通过归谬法被证明的。而正如我们所说,将推论从另一个格分析到另一个格是通过换位来完成的。至于他说“因为ΑΒ不接受换位”,并不是说全称[肯定]完全不可换位(因为ΑΒ被设定为全称肯定,而特称肯定可与全称肯定相对换位),而是指它不换位为自身同类的形式;因为那些换位为自身同类形式的命题才被严格地称为是换位的。因此,实然和必然的全称否定以及特称肯定最被认为具有换位性;而全称肯定即使有与其相对换位的前提,却不能换位为自身同类的命题。正因如此他才说:“因为全称肯定既不接受[自身的]换位,而且即使换位发生,并且取了全称肯定所接受的那种换位(它接受特称肯定的换位),该组合也不再是推论性的”;因为在第一格中产生的前提组合将把ΒΑ作为特称肯定大前提,把ΑΓ作为特称否定小前提,而这是非推论性的。人们也可以将“即使发生换位也不会构成推论”理解为:“即使承认全称肯定能换位为自身,即便如此也不会构成推论”。因为即便如此,该组合也是非推论性的;因为在第一格中大前提ΒΑ将是全称肯定,而小前提将是特称否定;但在小前提为否定时,在第一格中是不可能产生推论的。

§2.279

"Πάλιν οἱ ἐν τῷ τρίτῳ σχήματι οὐκ ἀναλυθήσονται πάντες εἰς τὸ πρῶτον, οἱ δὲ ἐν τῷ πρώτῳ πάντες εἰς τὸ τρίτον." Ὅτι μὲν οἱ ἐν τῷ τρίτῳ οὐκ ἀναλυθήσονται πάντες εἰς τὸ πρῶτον, αἴτιος ὁ ἕκτος συλλογισμὸς ἐν αὐτῷ ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς μείζονος οὐ δυνάμενος δι’ ἀντιστροφῆς δειχθῆναι ὥσπερ οὐδὲ ὁ τέταρτος ἐν τῷ δευτέρῳ σχήματι· καὶ γὰρ αὐτὸς διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μόνης ἐδείκνυτο, ὡς προϊὼν δηλώσει. τὸ δὲ εἰρημένον, ὅτι οἱ ἐν τῷ πρώτῳ πάντες εἰς τὸ τρίτον, οὐχ οὕτως εἴρηται,2 ὅτι ἁπλῶς πάντες (οὔτε γὰρ ὁ καθόλου καταφατικὸν ἔχων τὸ συμπέρασμα οὔτε ὁ καθόλου ἀποφατικὸν εἰς τὸ τρίτον ἀνάγονται σχῆμα), ἀλλὰ πάντες οὗτοι, ὅσοι δεικνύμενον ἔχουσι πρόβλημα, ὃ καὶ ἐν τῷ τρίτῳ σχήματι δείκνυται· περὶ γὰρ τούτων ὁ λόγος αὐτῷ. εἰσὶ δὲ οὗτοι οἱ δύο οἱ ἔχοντες ἐπὶ μέρους τὸ συμπέρασμα· ὁ μὲν γὰρ καταφατικόν, ὁ δὲ ἀποφατικόν· ταῦτα γὰρ καὶ ἐν τῷ τρίτῳ σχήματι τὰ συμπεράσματα δείκνυται. καὶ πρώτου γε τὴν ἀνάλυσιν ποιεῖται τοῦ ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους καταφατικὸν συνάγοντος· ἀντιστραφείσης γὰρ τῆς ἐλάττονος τῆς ἐπὶ μέρους καταφατικῆς τὸ τρίτον γίνεται σχῆμα καὶ συζυγία ἡ ταὐτὸν συνάγουσα τῷ κειμένῳ ἐν τῷ πρώτῳ σχήματι. καὶ τὸν ἐπὶ μέρους δὲ ἀποφατικὸν συνάγοντα ἐν πρώτῳ σχήματι ἀναλύει εἰς τὸ τρίτον κατὰ τὴν τῆς ἐπὶ μέρους καταφατικῆς πάλιν ἀντιστροφήν, ἥτις ἐστὶν ἐλάττων· ὁ γὰρ συλλογισμὸς οὗτος ἐκ καθόλου ἀποφατικῆς ἐστὶ τῆς μείζονος καὶ ἐπὶ μέρους καταφατικῆς τῆς ἐλάττονος, ἧς ἀντιστραφείσης πάλιν τὸ τρίτον σχῆμα γίνεται καὶ ἐν αὐτῷ συζυγία ἐπὶ μέρους ἀποφατικὸν δεικνύουσα.

“再者,第三格中的推论并非全部能被分析到第一格中,但第一格中的推论却全部能被分析到第三格中。” 至于第三格中的推论并非全部能被分析到第一格中,其原因在于该格中的第六个推论(由全称肯定小前提和特称否定大前提构成),它不能通过换位被证明,正如第二格中的第四式也不能一样;因为正如他随后将阐明的那样,它本身也是仅仅通过归谬法被证明的。然而所说的“第一格中的推论全部能被分析到第三格中”,并不是在无条件地指全部的意义上说的(因为无论是具有全称肯定结论的推论,还是具有全称否定结论的推论,都不能还原到第三格中),而是指凡是带有在第三格中也能被证明的课题的那些推论;因为他的论述正是关于这些推论的。这些是结论为特称的两个推论,一个是肯定,另一个是否定;因为这些结论在第三格中也能被证明。他首先对由全称肯定大前提和特称肯定小前提得出特称肯定的推论进行分析;因为当特称肯定的小前提被换位之后,就构成了第三格,并且构成了得出与第一格中所设定的相同结论的组合。而他又根据特称肯定(即小前提)的换位,将第一格中得出特称否定的推论分析到第三格中;因为这个推论是由全称否定大前提和特称肯定小前提构成的,将其换位之后,又构成了第三格以及在其中证明特称否定的组合。

语法注2 条
  1. 2.278δύναταί τις καὶ οὕτως ἀκοῦσαι τοῦ οὔτε γενομένης ἔσται συλλογισμὸς

    动词 ἀκούω 带由中性定冠词 τοῦ 引导的引用句作为属格补足语,并与 ἀντὶ τοῦ... 连用,构成“将[某句]理解为……之意”的句式。

  2. 2.279τὸ δὲ εἰρημένον, ὅτι οἱ ἐν τῷ πρώτῳ πάντες εἰς τὸ τρίτον, οὐχ οὕτως εἴρηται

    句首的 τὸ εἰρημένον(“所说的话”)带有同位语 ὅτι 从句,作为主格主语(或提示话题的关系宾格),与主句的被动语态动词 οὐχ οὕτως εἴρηται(“并不是以这种方式说的”)相呼应。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:392.3-393.29