← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§390.20-392.2

各格之间的还原与Camestres向第一格的还原

亚里士多德探讨了在多个格中可证明的课题如何将推论从一个格还原到另一个格,亚历山大注释了基于换位的还原以及通过归谬法证明的式不可还原的原因,并详细阐述了第二格第二式(Camestres)向第一格(Celarent)的还原步骤。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.276

" Ὅσα δ’ ἐν πλείοσι σχήμασι δείκνυται τῶν προβλημάτων, ἂν ἐν θατέρῳ συλλογισθῇ, ἔστιν ἀνάγειν τὸν συλλογισμὸν εἰς θάτερον." Κεῖται, ὅτι τὰ μὲν τῶν προβλημάτων ἐν ἑνὶ δείκνυται μόνῳ σχήματι, ὡς τὸ καθόλου καταφατικόν (ἐν γὰρ τῷ πρώτῳ μόνῳ), τὰ δὲ ἐν δύο, ὡς τὸ καθόλου ἀποφατικὸν πάλιν· ἐν γὰρ τῷ πρώτῳ καὶ ἐν τῷ δευτέρῳ. ὁμοίως δὲ ἐν δύο καὶ τὸ ἐπὶ μέρους καταφατικόν· καὶ γὰρ 〈ἐν〉 τῷ πρώτῳ καὶ τῷ τρίτῳ. τὸ δ’ ἐπὶ μέρους ἀποφατικὸν [μὴ] ἐν τοῖς τρισίν. οὕτως τοίνυν ἔχοντος τούτου φησίν, ὅτι, ὅσα τῶν προβλημάτων διὰ πλειόνων δείκνυται σχημάτων, ἐὰν συλλογισθῇ ἔν τινι, δυνατὸν ἀναγαγεῖν τὸν συλλογισμὸν καὶ εἰς τὸ ἄλλο σχῆμα ἢ εἰς τὰ ἄλλα, ἐν ᾧ ἢ ἐν οἷς καὶ αὐτοῖς τὸ αὐτὸ πρόβλημα δείκνυται. οἷον εἰ εἴη ἐν πρώτῳ σχήματι τὸ καθόλου ἀποφατικὸν δεδειγμένον, ἔνεσται τὸν συλλογισμὸν τὸν γινόμενον ἀναγαγεῖν καὶ εἰς τὸ δεύτερον σχῆμα ἀντιστρέψαντας τὴν ἀποφατικὴν πρότασιν, ἐπειδὴ καὶ ἐν τούτῳ τῷ σχήματι τὸ πρόβλημα τοῦτο δείκνυται. ὁμοίως δέ, κἂν ἐν τῷ δευτέρῳ σχήματι δεδειγμένον ᾖ τὸ καθόλου ἀποφατικόν, ἔνεστι τὸν συλλογισμὸν εἰς τὸ πρῶτον ἀναγαγεῖν τῇ τῆς ἀποφατικῆς ἀντιστροφῇ. οὐ πάντας δὲ φησιν οἷόν τε εἶναι ἀνάγεσθαι τοὺς δεικνυμένους ἔν τινι σχήματι συλλογισμοὺς εἰς τὰ ἄλλα σχήματα, ἐν οἷς καὶ αὐτοῖς τὸ αὐτὸ πρόβλημα δείκνυται. λέγει δὲ τοῦτο περὶ τοῦ τετάρτου τοῦ ἐν δευτέρῳ σχήματι, ὃς ἐκ καθόλου καταφατικῆς τῆς μείζονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς ἐλάττονος ἐπὶ μέρους ἀποφατικὸν συνάγει, καὶ περὶ τοῦ ἕκτου τοῦ ἐν τῷ τρίτῳ σχήματι, ὃς καὶ αὐτὸς ἐκ καθόλου καταφατικῆς τῆς ἐλάττονος καὶ ἐπὶ μέρους ἀποφατικῆς τῆς μείζονος ἐπὶ μέρους ἀποφατικὸν συνάγει. δείκνυται μὲν γὰρ τὸ ἐπὶ μέρους ἀποφατικὸν πρόβλημα ἐν τοῖς τρισὶ σχήμασιν, ἀλλ’ οἱ προειρημένοι συλλογισμοὶ οὐ δύνανται εἰς ἄλλο σχῆμα ἀναχθῆναι τῷ τὴν μὲν ἀναγωγὴν καὶ τὴν ἀνάλυσιν τὴν ἔκ τινος σχήματος εἰς ἄλλο σχῆμα δι’ ἀντιστροφῆς1 γίνεσθαι, τούτων δὲ μηδέτερον δείκνυσθαι δύνασθαι δι’ ἀντιστροφῆς ἀλλ’ ἀμφοτέρους διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὡς ἐδείχθη. τοῦτο καὶ αὐτὸς προϊὼν γνώριμον ποιήσει. δείκνυσι δὲ πρῶτον ἐπιών, πῶς τοὺς ἐξ ἄλλου σχήματος συλλογισμοὺς ἔστιν ἀνάγειν εἰς ἄλλο σχῆμα, καὶ ἔστιν ἡ ἔφοδος, ἣν ποιεῖται, γνωρίμως λεγομένη. διὰ δὲ ταύτης τῆς ἐφόδου καὶ αὐτὸς προεῖπε μέλλων περὶ τῆς τῶν συλλογισμῶν εἰς τὰ σχήματα ἀναγωγῆς λέγειν, ὃ νῦν ἐστι γινόμενον ἰδεῖν· εἶπε γὰρ “συμβήσεται δ’ ἅμα καὶ τὰ πρότερον εἰρημένα ἐπιβεβαιοῦσθαι καὶ φανερώτερα εἶναι”.

“凡在多个格中被证明的课题,若在其中一个格中被推导出来,便有可能将该推论还原到另一个格中。” 已经确立的是:在诸课题中,有些仅在一个格中被证明,例如全称肯定(因为它仅在第一格中);有些则在两个格中被证明,例如又是全称否定(因为它在第一格和第二格中;同样地,特称肯定也在两个格中,因为它在第一格和第三格中);而特称否定则在全部三个格中。既然情况如此,他说,凡是通过多个格被证明的课题,若在某一格中被推导出来,便有可能将该推论也还原到另一个格或另几个格中,在其中同一课题同样能被证明。例如,若全称否定已经在第一格中被证明,通过换位否定前提,便有可能将所构成的推论也还原到第二格中,因为在这个格中该课题同样被证明。同样地,即使全称否定已经在第二格中被证明,通过否定前提的换位,也有可能将该推论还原到第一格。但他又说,并非所有在某一格中被证明的推论都能够还原到同一课题同样被证明的那些其他格中。他是关于第二格中的第四式(由全称肯定大前提和特称否定小前提得出特称否定结论)以及第三格中的第六式(同样由全称肯定小前提和特称否定大前提得出特称否定结论)说这番话的。因为特称否定的课题固然在三个格中都被证明,但前述推论却不能被还原到另一个格中,其原因在于:从一个格到另一个格的还原与分析是通过换位完成的,而这两个推论都不能通过换位来证明,却正如已指明的那样,两者都是通过归谬法被证明的。这一点他自己在接下来的论述中也将予以阐明。他在顺次推进时,首先展示了如何能够将来自一个格的推论还原到另一个格中,而他所采取的方法被清晰地阐明。通过这种方法,他在即将谈论将推论还原到诸格时自己也曾事先说过现在可以目睹其发生的事;因为他说过:“同时还会发生的是,先前所说的事情得到证实,并且变得更加显而易见。”

§2.277

"Ἐὰν δὲ τὸ κατηγορικὸν ᾖ πρὸς τῷ Β, τὸ δὲ στερητικὸν πρὸς τῷ Γ." Ὁ δεύτερος ἐν τῷ δευτέρῳ σχήματι ἦν ὁ τὴν μείζονα ἔχων καθόλου καταφατικὴν τὴν δὲ ἐλάττονα καθόλου ἀποφατικὴν δεικνύμενος διὰ δύο ἀντιστροφῶν τῆς τε ἀποφατικῆς προτάσεως καὶ τοῦ συμπεράσματος. δείκνυσι δέ, πῶς τοῦτον ἀνάξομεν εἰς τὸν ἐν τῷ πρώτῳ σχήματι καθόλου ἀποφατικόν. φησὶ δὲ δεῖν τὸν ἐλάττονα2 ὅρον πρῶτον τιθέναι ὡς μείζονα καὶ πρὸ τοῦ μείζονος, ὃν ἐν τῷ συμπεράσματι δεῖ κατηγορῆσαι, καὶ τὴν καθόλου ἀποφατικὴν πρότασιν [καὶ] ἀντιστρέψαντας αὐτῇ προσλαμβάνειν τὴν μείζονα πρότασιν τὴν καθόλου καταφατικὴν ὡς ἐλάττονα. οὕτω γὰρ ἔσται τὸ πρῶτον σχῆμα καὶ ἔσται συναγόμενον τὸ τὸν ἐλάττονα μηδενὶ τῷ μείζονι· ὃ συμπέρασμα ἀντιστρέψαντες (ἡ γὰρ καθόλου ἀποφατικὴ ἀντιστρέφει) ἕξομεν τὸ προκείμενον δεδειγμένον τὸ τὸν μείζονα μηδενὶ τῷ ἐλάττονι. ἦν δὲ μέσος μὲν ὁ Α ἐν τῷ συλλογισμῷ τῷ ἐν δευτέρῳ σχήματι, μείζων δὲ ὁ Β, πρὸς ᾧ ἡ καταφατικὴ ἡ καθόλου ἔκειτο, ἐλάττων δὲ ὁ Γ, πρὸς ὃν ἡ καθόλου ἀποφατική.

“如果肯定性的在Β上,而否定性的在Γ上。” 第二格中的第二式是大前提为全称肯定、小前提为全称否定,并通过否定前提与结论这两次换位而被证明的。他展示了我们如何将这一式还原为第一格中的全称否定。他说,应当把小项作为大项首先放置,且置于必须在结论中作为谓项被述说的大项之前,并在换位了全称否定前提之后,将全称肯定的大前提作为小前提附加于其上。因为这样就会构成第一格,并且将推导出小项不属于任何大项;将这个结论换位之后(因为全称否定是可换位的),我们便拥有了被证明的既定课题,即大项不属于任何小项。在第二格的推论中,中项是Α,全称肯定所置于的大项是Β,全称否定所置于的小项是Γ。

语法注2 条
  1. 2.276τῷ τὴν μὲν ἀναγωγὴν καὶ τὴν ἀνάλυσιν τὴν ἔκ τινος σχήματος εἰς ἄλλο σχῆμα δι’ ἀντιστροφῆς γίνεσθαι, τούτων δὲ μηδέτερον δείκνυσθαι δύνασθαι δι’ ἀντιστροφῆς

    带冠词与格 τῷ 引导了由 μέν...δέ 形成对比的两个带宾格不定式从句(τὴν μὲν ἀναγωγὴν ... γίνεσθαι 与 τούτων δὲ μηδέτερον δείκνυσθαι δύνασθαι),构成原因与格结构,用以解释前述主句动词短语 οὐ δύνανται εἰς ἄλλο σχῆμα ἀναχθῆναι(无法还原到另一个格)的原因。

  2. 2.277καὶ τὴν καθόλου ἀποφατικὴν πρότασιν [καὶ] ἀντιστρέψαντας αὐτῇ προσλαμβάνειν τὴν μείζονα πρότασιν τὴν καθόλου καταφατικὴν ὡς ἐλάττονα

    在依附于非人称表达 φησὶ δὲ δεῖν 的不定式结构中,分词 ἀντιστρέψαντας 采用宾格,作为不定式 προσλαμβάνειν 的逻辑主语(指代泛指的论证者)。与格代词 αὐτῇ 指代前文换位后的否定前提(τὴν καθόλου ἀποφατικὴν πρότασιν),并作复合动词 προσλαμβάνειν(附加上)的宾语。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:390.20-392.2