- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:389.6-390.19
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
亚历山大根据亚里士多德《前分析篇》50a32–39指出,归谬法与基于协议的假言论证不同,无需事先协议即可通过矛盾的必然性确立结论(并以对角线为例说明),进而探讨了其他依假定得出结论的论证形式及其性质。
" Διαφέρουσι δὲ τῶν προειρημένων." Λέγει τὴν διαφοράν, ᾗ διαφέρουσιν οἱ δι’ ἀδυνάτου τῶν ἐξ ὁμολογίας. ἀμφότεροι μὲν γὰρ ἐξ ὑποθέσεως, ἀλλ’ ἐπ’ ἐκείνων μέν, εἰ μὴ πρῶτον ὁμολογία γένοιτο, ὡς ἐπὶ τοῦ δεικνυμένου ἔχει, οὕτως δὲ καὶ ἐπὶ τοῦ προκειμένου ἔσεσθαι δεδειγμένον,1 οὐ πάντως δειχθέντος ἐκείνου τοῦτο κατεσκεύασται· οὐ γὰρ 〈ἔδειξεν〉 ὁ δείξας, ὅτι μὴ πάντων τῶν ἐναντίων ἡ αὐτὴ δύναμίς ἐστιν, ἐξ ἀνάγκης ἑπόμενον τὸ ‘οὐδὲ ἐπιστήμη’, εἰ μὴ προσυνέθετο περὶ αὐτοῦ. ἐπὶ δὲ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς μηδεμιᾶς ὁμολογίας γενομένης τῇ δείξει τοῦ ἀδυνάτου τίθεται τὸ ἀντικείμενον αὐτῷ διὰ τὴν τῆς ἀντιφάσεως ἀνάγκην.
“然而它们与前述的不同。” 他说明了通过不可能性的论证与基于协议的论证何以不同。因为两者固然都是依假定的,但在后者中,除非首先达成协议,即正如在被证明的命题上所成立的那样,在既定课题上也同样将被证明,否则就算那一命题被证明,这一课题也绝没有被确立;因为证明了并非所有对立事物的能力都是同一种的人,若非事先就此达成协议,并未展示出“知识也不是同一种”是必然随之而来的。而在归谬法中,即便未达成任何协议,通过对不可能之事的证明,由于矛盾的必然性,与假定相反对的命题便得以确立。
"Οἷον τεθείσης τῆς διαμέτρου συμμέτρου τὸ τὰ περιττὰ ἴσα εἶναι τοῖς ἀρτίοις." Παραδείγματι πάλιν τούτῳ κέχρηται τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, οὗ τὴν δεῖξιν ἐν τοῖς ἔμπροσθεν, ἥτις ἐστίν, εἰρήκαμεν. εἰπὼν δὲ περὶ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς, ὅτι καὶ μὴ προδιομολογησάμενοι συγχωροῦσι διὰ τὸ φανερὸν εἶναι τὸ ψεῦδος, τοῦ πῶς φανερόν ἐστι τὸ ψεῦδος τὸ ἑπόμενον τῇ ὑποθέσει παρέθετο παράδειγμα τοῦτο τὸ ὑποτεθείσης τῆς διαμέτρου συμμέτρου εἶναι τῇ πλευρᾷ ἕπεσθαι τὸ τὰ περιττὰ τοῖς ἀρτίοις ἴσα εἶναι, οὐχ ὡς φανερῶς καὶ γνωρίμως ἑπομένου τούτου τῇ ὑποθέσει, ἀλλ’ ὡς δεικνυμένου μὲν διὰ συλλογισμοῦ, ὅτι ἕπεται, φανερῶς δ’ ὄντος ἀτόπου2 καὶ ἀναιροῦντος τὴν ὑπόθεσιν, ᾗ εἵπετο· ἧς ἀναιρεθείσης διὰ τὴν τοῦ ἑπομένου ἀτοπίαν τὸ ἀντικείμενον αὐτῆς τίθεται, ὃ ἦν προκείμενον. πῶς δὲ ἕπεται τῷ ‘ἂν ἡ διάμετρος σύμμετρος ᾖ τῇ πλευρᾷ’ τὰ περιττὰ τοῖς ἀρτίοις εἶναι ἴσα, διὰ τῶν πρώτων, ὡς εἶπον, ἐδείξαμεν.
“例如在对角线被设定为可通约时,奇数等于偶数。” 他再次使用了归谬法的这个例子,我们在前文中已经说明了其证明是怎样的。在论及归谬法即使人们事先并未达成协议,也由于错误是显而易见的而表示赞同之后,关于跟随假定而来的错误如何显而易见,他举出了这个例子:即在对角线被假定为与边可通约时,便随之产生奇数等于偶数的结论;这并不是说这一结论显而易见且为人熟知地跟随假定而来,而是说,虽然它是通过三段论被展示为随之而来的,但它本身显然荒谬,并消除了它所跟随的那个假定。在假定由于结论的荒谬而被消除之后,作为既定课题的、与它相反对的命题便得以确立。至于奇数等于偶数如何跟随“若对角线与边可通约”而来,正如我所说,我们在前文中已经展示过了。
"Πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, οὓς ἐπισκέψασθαι δεῖ καὶ ἐπισημῆναι καθαρῶς." Εἰπὼν περὶ τῶν ἐξ ὁμολογίας καὶ τῶν διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς λέγει καὶ ἄλλους πολλοὺς ἐξ ὑποθέσεως περαίνεσθαι, περὶ ὧν ὑπερτίθεται μὲν ὡς ἐρῶν ἐπιμελέστερον, οὐ μὴν φέρεται αὐτοῦ σύγγραμμα περὶ αὐτῶν· Θεόφραστος δ’ αὐτῶν ἐν τοῖς ἰδίοις Ἀναλυτικοῖς μνημονεύει, ἀλλὰ καὶ Εὔδημος καί τινες ἄλλοι τῶν ἑταίρων αὐτοῦ. λέγοι δ’ ἂν τούς τε διὰ συνεχοῦς, ὃ καὶ συνημμένον λέγεται, καὶ τῆς προσλήψεως ὑποθετικοὺς καὶ τοὺς διὰ τοῦ διαιρετικοῦ τε καὶ διεζευγμένου ἢ καὶ τοὺς διὰ ἀποφατικῆς συμπλοκῆς. εἰ ἄρα οὗτοι ἕτεροι τῶν προειρημένων, παρὰ τοὺς εἰρημένους εἶεν ἂν καὶ οἱ ἐξ ἀναλογίας καὶ οὓς λέγουσι κατὰ ποιότητα, τοὺς ἀπὸ τοῦ μᾶλλον καὶ ἧττον καὶ ὁμοίως, καὶ εἴ τινες ἄλλαι τῶν ἐξ ὑποθέσεως διαφοραὶ προτάσεών εἰσι, περὶ ὧν ἐν ἄλλοις εἴρηται. ἐκεῖνο δὲ ἄξιον ἐκ τῆς λέξεως ἐπισημήνασθαι, ὅτι συλλογισμοὺς μὲν ἁπλῶς οὐ λέγει τοὺς ὑποθετικοὺς εἶναι, περαίνειν μέντοι αὐτοὺς λέγει, ὥσπερ προειρήκαμεν ἤδη, εἰπὼν πολλοὶ δὲ καὶ ἕτεροι περαίνονται ἐξ ὑποθέσεως, καὶ τὸ ὅλον ἐξ ὑποθέσεως συλλογισμούς· τοῦτο γάρ ἐστι τὸ τοὺς τοιούτους συλλογισμούς. εἶεν δ’ ἂν περαίνοντες μὲν μόνον, ὧν ἡ πρόσληψις οὐ διὰ συλλογισμοῦ τίθεται, ἐξ ὑποθέσεως δὲ συλλογισμοὶ οἱ τὴν πρόσληψιν ἔχοντες εἰλημμένην διὰ συλλογισμοῦ· ὥστε ἀνάπαλιν κατ’ αὐτόν, ἢ ὡς οἱ νεώτεροι ἀξιοῦσιν,3 [ἢ] οἱ ὑποθετικοὶ λόγοι περαντικοὶ μὲν οὐ συλλογισμοὶ δέ, ὥσπερ φθάνομεν εἰρηκότες, συλλογισμοὶ δ’ οἱ κατηγορικοί. διὸ καὶ ὁ διὰ τριῶν λέγοιτο [δ’] ἂν κατ’ αὐτὸν λόγος περαντικός, ἀλλ’ οὐ συλλογιστικός.
“还有许多其他的也是依假定得出结论的,必须对它们进行考察并清晰地指明。” 在谈论了基于协议的论证和通过归谬法的论证之后,他说还有许多其他的论证也是依假定得出结论的。关于这些论证,他推延下来,仿佛将要更细致地论述,但他关于它们的著作并未流传下来;不过特奥弗拉斯托斯在自己的《分析篇》中提到了它们,欧德谟以及他的其他一些同伴也是如此。他指的可能是通过连续命题——这也被称为连结命题——与附加摄取的假言论证,以及通过区分命题与选言命题的论证,或者还有通过否定连结的论证。如果这些确实不同于前述的论证,那么除了已提及的之外,可能还有基于类比的论证,以及人们所说的根据性质的论证——即从较多、较少和同等出发的论证——以及若还有其他依假定前提的区分——关于它们在别处已有论述。然而从文词中值得注意的是:他并没有直截了当地说假言论证是三段论,却正如我们先前已经说过的,在说了“还有许多其他的也是依假定得出结论的”之后,他说它们是得出结论的,而总的来说也是“依假定的三段论”;因为这就是“这类三段论”的意思。那些附加摄取不是通过三段论被确立的论证,大概仅仅是得出结论的;而通过三段论获得附加摄取的论证,则是依假定的三段论。因此,按照他的看法,与近代人的主张相反,假言论证正如我们先前所说的那样,是得出结论的却不是三段论,而直言论证才是三段论。为此,按照他的看法,通过三项的论证也可以被称为是得出结论的,而不是三段论式的。
- 2.273ὡς ἐπὶ τοῦ δεικνυμένου ἔχει, οὕτως δὲ καὶ ἐπὶ τοῦ προκειμένου ἔσεσθαι δεδειγμένον
解释协议(ὁμολογία)内容的间接引语从句。结构保持 ὡς... οὕτως... 的相关对应,ἔσεσθαι 作无人称将来完成时态使用(“将处于已被证明的状态”),统摄有关既定课题(ἐπὶ τοῦ προκειμένου)的情形。
- 2.274οὐχ ὡς φανερῶς καὶ γνωρίμως ἑπομένου τούτου τῇ ὑποθέσει, ἀλλ’ ὡς δεικνυμένου μὲν διὰ συλλογισμοῦ, ὅτι ἕπεται, φανερῶς δ’ ὄντος ἀτόπου
由表示方式/理由的 ὡς 统领的独立属格分词结构(ἑπομένου, δεικνυμένου, ὄντος)构成并列。在 ἀλλ’ ὡς 之后的子句中,形成了两重对比:其随之而来(ὅτι ἕπεται)是通过三段论展示的(δεικνυμένου),而其结论本身则是显然荒谬的(φανερῶς δ’ ὄντος ἀτόπου)。
- 2.275ὥστε ἀνάπαλιν κατ’ αὐτόν, ἢ ὡς οἱ νεώτεροι ἀξιοῦσιν
副词 ἀνάπαλιν 后接表示比较的 ἢ,构成“按照他的看法,与近代人(如斯多亚学派)的主张相反”之意。κατ’ αὐτόν 表明了以亚里士多德的观点为基准。
