- 底本
- Alexander, In Aristotelis Analyticorum Priorum Librum I Commentarium. Commentaria in Aristotelem Graeca II.1, ed. M. Wallies, Berlin: Reimer 1883, pp. 1-418. Transcribed by Humanitext from the page images.
- 翻译
- AI 生成(gemini-3.8-flash) — 机器翻译,可能包含错误
- 语言
- 日本語 · English · 简体中文 · 한국어
- CTS URN
- urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:37.26-39.15
- 输出
- Humanitext Reader · reader.humanitext.ai · 2026-11-23
对亚里士多德《前分析篇》25a37的注解。亚历山大梳理了“可能”的三种含义(必然、实然、潜能),指出肯定可能前提在所有含义下均以相同方式换位,随后分析了在必然与实然意义下否定可能前提的换位规则及归谬法反驳证明。
" Ἐπὶ δὲ τῶν ἐνδεχομένων, ἐπεὶ πολλαχῶς λέγεται τὸ ἐνδέχεσθαι." Τὴν τοῦ ἐνδεχομένου ὁμωνυμίαν ἔδειξεν ἡμῖν καὶ ἐν τῷ Περὶ ἑρμηνείας· καὶ γὰρ κατὰ τοῦ ἀναγκαίου τῷ ἐνδέχεσθαι χρώμεθα, ὅταν εἴπωμεν τὸ ζῷον ἐνδέχεσθαι κατὰ παντὸς ἀνθρώπου, καὶ κατὰ τοῦ ὑπάρχοντος, ἂν εἴπωμεν τὸ ὑπάρχον τινὶ ἐνδέχεσθαι ὑπάρχειν. ἐδήλωσε δὲ νῦν τὸ ὑπάρχον διὰ τοῦ μὴ ἀναγκαῖον εἰπεῖν, ἐπεὶ ταύτῃ τοῦ ἀναγκαίου διαφέρει τὴν εἰς τὸν παρόντα χρόνον ὕπαρξιν κοινὴν ἔχον πρὸς αὐτό. καὶ σημειωτέον τὴν λέξιν, ὅτι τὸ ὑπάρχον ἐνδεχομένως τῷ ὑπὸ τῆς ὑπαρχούσης προτάσεως σημαινομένῳ ταὐτόν ἐστιν. λέγεται δὲ καὶ κατὰ τοῦ δυνατοῦ τὸ ἐνδεχόμενον, ὃ μετ’ ὀλίγον, τί ποτε σημαίνει, ἐρεῖ λέγων “ὅσα δὲ τῷ ὡς ἐπὶ τὸ πολὺ καὶ τῷ πεφυκέναι λέγεται ἐνδέχεσθαι, καθ’ ὃν τρόπον διορίζομεν τὸ ἐνδεχόμενον”. ὁμωνύμου δὴ ὄντος τοῦ ἐνδεχομένου καὶ κατὰ τοσούτων κατηγορουμένου τὰς μὲν1 καταφατικὰς ἐνδεχομένας προτάσεις, καθ’ οὗ τὸ ἐνδέχεσθαι λαμβάνεται, ἄν τε κατὰ τοῦ ἀναγκαίου ἄν τε κατὰ τοῦ ὑπάρχοντος ἄν τε κατὰ τοῦ δυνατοῦ, ὁμοίως φησὶν ἀντιστρέφειν,2 τῇ μὲν καθόλου καταφατικῇ τὴν ἐπὶ μέρους καταφατικήν, ὁμοίως δὲ καὶ τῇ ἐπὶ μέρους καταφατικῇ καὶ αὐτῇ τὴν ἐπὶ μέρους καταφατικήν. καὶ δείκνυσι τοῦτο τοῖς προειρημένοις καὶ δεδειγμένοις προσχρώμενος· εἰ γὰρ τὸ Α παντὶ τῷ Β ἢ τινὶ ἐνδέχεται, καὶ τὸ Β τινὶ τῷ Α ἐνδέχοιτ’ ἄν· εἰ γὰρ μηδενὶ ἐνδέχοιτο, γίνεται καθόλου ἀποφατική, ἥτις ἐδείχθη ἀντιστρέφουσα ἑαυτῇ. εἰ μὲν οὖν τὸ δυνατὸν σημαίνοι τὸ ἐνδέχεσθαι, γίνεται τὸ ἀποφατικὸν λαμβανόμενον καὶ ὑποτιθέμενον καθόλου ἀναγκαῖον· τοιοῦτον γὰρ τὸ ‘οὐκ ἐνδέχεται τινί’, ὃ ἐδείχθη ἀντιστρέφον· εἰ δὲ τὸ ὑπάρχον, ὑπάρχουσα πάλιν γίνεται καθόλου ἀποφατικὴ ἡ ὑποτιθεμένη, ἣ καὶ αὐτὴ ἐδείχθη ἀντιστρέφουσα. καὶ εἰ ἀναγκαῖον δὲ εἴη τὸ σημαινόμενον ὑπὸ τοῦ ἐνδέχεσθαι παντὶ ἢ τινὶ τὸ Α τῷ Β, ἐδείχθη καὶ ἐπὶ τούτου, ὅτι τὸ ἀντικείμενον αὐτῷ ἀποφατικὸν καθόλου ἐνδεχόμενον οὕτως ἕξει, ὡς ποτε αὐτῷ μηδενὶ ὑπάρχειν· οὕτως γὰρ ἀληθὲς τὸ ἐνδεχόμενον· κεῖται δὲ ἡ ὑπάρχουσα ἀποφατικὴ ἀντιστρέφουσα· οὕτως γὰρ τὴν δεῖξιν ἐποιήσατο ἐπὶ τῆς ἀναγκαίας τῆς τε καθόλου καταφατικῆς καὶ τῆς ἐπὶ μέρους. ἐπὶ μὲν οὖν τῶν καταφατικῶν πασῶν ὁμοίως φησὶν ἕξειν τὰς ἀντιστροφάς· ἐπὶ δὲ τῶν ἀποφατικῶν οὐκέτι· ἀλλ’ ὅσα μὲν ἀναγκαίως μὴ ὑπάρχοντα ὑπὸ τοῦ ἐνδέχεσθαι σημαίνεται, ἢ ὅσα μὴ ἐξ ἀνάγκης ὑπάρχοντα (τὴν γὰρ ὑπάρχουσαν ἀποφατικὴν ἐδήλωσε διὰ τοῦ εἰπεῖν ἢ τῷ μὴ ἐξ ἀνάγκης ὑπάρχειν), τὰ μὲν τούτων σημαντικὰ ἐνδεχόμενα ὁμοίως ἀντιστρέφει εἰκότως· οὐδὲν γὰρ ἄλλο ἢ ὀνόματος ὑπαλλαγὴ γέγονεν ὑπ’ αὐτῶν, τὰ δὲ σημαινόμενα ταὐτά ἐστι τοῖς φθάνουσι δεδεῖχθαι. ἐπὶ δὲ τῶν οὕτως λεγομένων ἐνδεχομένων τῇ μὲν καθόλου ἀποφατικῇ ἡ καθόλου ἀποφατικὴ ἀντιστρέφει, τῇ δὲ ἐπὶ μέρους οὐδεμία. τῶν δὲ παραδειγμάτων τὸ μὲν τὸν ἄνθρωπον ἐνδέχεσθαι μὴ εἶναι ἵππον τῆς ἀναγκαίας ἀποφατικῆς ἐστι σημαντικόν, τὸ δὲ τὸ λευκὸν ἐνδέχεσθαι μηδενὶ ἱματίῳ ὑπάρχειν τῆς ὑπαρχούσης, καὶ αἱ ἀντιστροφαὶ αὐτῶν, ἃς παρέθετο, σαφεῖς. τὸ δὲ εἰ γὰρ τινὶ ἀνάγκη, καὶ τὸ λευκὸν ἱματίῳ τινὶ ἔσται ἐξ ἀνάγκης εἶπεν, ἐπεὶ ἔδει μὲν τῇ ἐνδεχομένῃ καθόλου ἀποφατικῇ τὴν ἐπὶ μέρους καταφατικὴν ἀναγκαίαν ἀντιθεῖναι, ἦν δὲ ἡ ὑπάρχουσα κατὰ τὴν λέξιν ἐνδεχομένη κειμένη· καὶ ἡ ἀντικειμένη δὴ αὐτῇ κατὰ τὴν λέξιν ἀναγκαῖον ἕξει, τὸ μέντοι σημαινόμενον ὑπ’ αὐτῆς ἐπὶ μέρους καταφατικὸν ὑπάρχον ἔσται· τοῦτο γὰρ ἀντίκειται τῷ καθόλου ἀποφατικῷ ὑπάρχοντι. κἂν τὸ κυρίως δὲ ἀναγκαῖον ἐπὶ μέρους καταφατικὸν ληφθῇ, δέδεικται καὶ αὐτὸ ἀντιστρέφον. ὁμοίως δέ, φησί, καὶ ἐπὶ τῆς ἐν μέρει ἀποφατικῆς, δῆλον ὅτι ἕξει· οὐδεμία γὰρ ἀντιστρέφει τῇ ἐπὶ μέρους ἐνδεχομένῃ ἀποφατικῇ, ὅταν ἢ τὸ ἀναγκαῖον ἢ τὸ ὑπάρχον σημαίνῃ.
“关于可能前提,既然‘可能是’是就多种意义而言的。” 他在《解释篇》中也向我们展示了“可能”的同名异义性;因为我们对必然者也使用“可能是”,比如当我们说动物可能属于每个人时;对实然者也是如此,如果我们说实然属于某物者可能属于。而他现在通过说“非必然”表明了实然者,因为正是在这一点上它不同于必然者,尽管它与必然者一样共有向现在时间的实然存在。并且应当注意这一措辞:可能地属于者与由实然前提所指明者是相同的。 “可能”也用于潜能者,关于这究竟指什么,他稍后在说“凡由于多半如此以及出于本性而被说成可能是的那些,即按照我们界定可能的方式”时将会讲到。既然“可能”是同名异义的,并且被陈述于如此多的事物,那么他说,无论“可能是”取自何者——无论是指必然者,还是指实然者,亦或是指潜能者——肯定可能前提都同样地换位:即特称肯定前提与全称肯定前提换位,同样地,特称肯定前提本身也与特称肯定前提换位。他通过利用前述以及已被证明的论断来证明这一点:因为如果A可能属于全部或某些B,那么B也可能属于某些A;因为如果它不可能属于任何〔A〕,就生成了全称否定前提,而该前提已被证明与自身换位。如果“可能是”指潜能者,那么所取并被假设的否定前提就成为全称必然前提;因为“不可能属于某些”就是这样的前提,而它已被证明换位;但如果它指实然者,被假设的前提就再次成为全称否定实然前提,而它本身也已被证明换位。即使“A可能属于全部或某些B”所指明的是必然者,在此情况下也已被证明:与其相对立的全称否定可能前提将具有在某时不属于其任何一者的性质;因为可能者在此意义上是真的;并且实然否定前提被定立为是换位的;因为他在必然全称肯定前提和特称肯定前提上就是这样进行证明的。因此他说,对于所有肯定前提,换位的情形都同样保持;但对于否定前提则不再如此。相反,凡由“可能是”指明为必然不属于者,或凡指明为非出于必然属于者(因为他通过说“或者通过非出于必然属于”表明了实然否定前提),指明这些的可能前提理所当然地同样换位;因为除名称的置换外,由它们并未发生任何别的事,而所指明的事物与先前已被证明者是相同的。在这样说的可能前提中,全称否定前提与全称否定前提换位,而特称前提则没有任何前提与其换位。在这些例子中,“人可能不是马”是指明必然否定前提,而“白可能不属于任何外套”则是指明实然否定前提,他所列举的它们的换位是明晰的。他之所以说“因为如果必然属于某些,白也将必然属于某些外套”,是因为原本必须将特称肯定必然前提与全称否定可能前提相对立,但根据措辞,所定立的实然前提却是可能前提;因此在措辞上与其相对立的前提也将带有必然性,然而由它所指明的却将是特称肯定实然前提;因为这正是与全称否定实然前提相对立的。即使取严格意义上的特称肯定必然前提,它本身也已被证明换位。他说“同样在特称否定前提上”,显然情形也是如此;因为特称否定可能前提无论指必然者还是实然者,都没有任何前提与其换位。
- 1.18τὸ δὲ εἰ γὰρ τινὶ ἀνάγκη, καὶ τὸ λευκὸν ἱματίῳ τινὶ ἔσται ἐξ ἀνάγκης εἶπεν, ἐπεὶ ἔδει μὲν
中性单数定冠词 τό 将整个引句(εἰ γὰρ τινὶ ἀνάγκη, καὶ τὸ λευκὸν ἱματίῳ τινὶ ἔσται ἐξ ἀνάγκης)名词化,作为主句动词 εἶπεν 的直接宾语。整句的骨干为“他之所以说[引文],是因为……(ἐπεὶ ...)”,由 ἐπεὶ 引导的原因从句解释了亚里士多德选用该措辞的理由。
- 1.18τὰς μὲν καταφατικὰς ἐνδεχομένας προτάσεις, καθ’ οὗ τὸ ἐνδέχεσθαι λαμβάνεται, ἄν τε κατὰ τοῦ ἀναγκαίου ἄν τε κατὰ τοῦ ὑπάρχοντος ἄν τε κατὰ τοῦ δυνατοῦ, ὁμοίως φησὶν ἀντιστρέφειν
在带不定式的宾格结构中,不定式 ἀντιστρέφειν 的逻辑主语宾格 τὰς μὲν καταφατικὰς ἐνδεχομένας προτάσεις 被前置(倒装),中间插入了条件状语从句(καθ’ οὗ ... τοῦ δυνατοῦ),与主句动词 φησὶν 及不定式相隔甚远。核心句式结构为 φησὶ τὰς καταφατικὰς ἐνδεχομένας προτάσεις ὁμοίως ἀντιστρέφειν(“他说肯定可能前提同样换位”)。
