← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§387.22-389.5

附加前提的引入方式与归谬法的不可还原性

亚历山大根据附加前提的多样摄取方式(包括特奥弗拉斯托斯的分类)解释了亚里士多德补充“或许”的理由,随后通过一个具体三段论论证了为何归谬法论证同样无法还原为诸格。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.272#2

τιθέναι μὲν οὖν αὐτὸν ἀναγκαῖον, οὐ μὴν διὰ συλλογισμοῦ1 ἀλλὰ διὰ τὴν ὁμολογίαν τὴν ἐξ ἀρχῆς. τὸ δὲ ὅτι 〈μὴ〉 μία δύναμις τῶν ἐναντίων ἔστιν ἀναγαγεῖν·2 διὰ συλλογισμοῦ γὰρ ἐκεῖνο ἐδείχθη, ὡς ἡμεῖς ἐφθάκαμεν δεδειχέναι. καὶ τούτου ἀνάλυσις ἄν εἴη τοῦ ὅτι μὴ μία δύναμις ἐστίν. τούτῳ δ’ εἴρηκεν ὡς ἴσον τὸ ὅτι δὲ οὐ μία δύναμις, ἔστιν. λείποι δ’ ἄν τῇ λέξει καὶ τὸ ‘τῶν ἐναντίων’. Τὸ δ’ ἴσως προσέθηκεν, ὅτι μὴ πάντως τοῦτο διὰ συλλογισμοῦ δείκνυται, ἀλλ’ ἔνεστι καὶ αὐτὸ ὡς ἐναργὲς δι’ ὑποθέσεως καὶ διὰ συνθήκης λαβεῖν, οἷον εἴ τις πάλιν βουλόμενος λαβεῖν, ὅτι ὑγιεινοῦ καὶ νοσώδους οὐχ ἡ αὐτὴ δύναμις, ὑπόθοιτο εἰπὼν ‘εἰ τῶν ἀντικειμένων οὐ μία ἐστὶν καὶ ἡ αὐτὴ δύναμις, οὐδὲ ὑγιεινοῦ καὶ νοσώδους’, εἶτα ἐπὶ τῶν ἀντικειμένων τὸν λόγον ποιήσαιτο (ὁ γὰρ συλλογισμὸς ἔσται περὶ τὸ μὴ εἶναι τῶν ἀντικειμένων δύναμιν μίαν, ἀλλ’ οὐ πρὸς τὸ τοῦ ὑγιεινοῦ καὶ νοσώδους μὴ εἶναι δύναμιν μίαν), ἢ ὡς αὐτὸς δοκεῖ δεδειχέναι, ‘εἰ τῶν ἐναντίων ἡ αὐτὴ δύναμις, ἅμα ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες’, εἶτα ὡς ἐναργὲς προσλάβοι ‘ἀλλὰ μὴν οὐχ οἷόν τε ἅμα τὸ αὐτὸ ὑγιεινόν τε καὶ νοσῶδες εἶναι’. καὶ γὰρ ἡ τοιαύτη δεῖξις ἐξ ὑποθέσεως μέν, οὐ μὴν διὰ συλλογισμοῦ, ὃ ἔοικε καὶ αὐτὸς τεθεικέναι, ὡς εἶπον, διὰ τοῦ οἷον εἰ τοῦ ὑγιεινοῦ καὶ νοσώδους· ἅμα γὰρ ἔσται τὸ αὐτὸ [τὸ] ὑγιεινὸν καὶ νοσῶδες. εἰ γὰρ διὰ τούτου δεικνύοιτο τὸ μὴ εἶναι μίαν τῶν ἐναντίων δύναμιν, οὐ διὰ συλλογισμοῦ ἂν δεικνύοιτο, ἀλλὰ καὶ αὐτὸ ἐξ ὑποθέσεως. οὔτε γὰρ εἰ ὡς ἐναργὲς λαμβάνοιτο μὴ εἶναι ἅμα τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες, οὔτε εἰ δι’ ἐπαγωγῆς πιστὸν γένοιτο καὶ μὴ διὰ συλλογισμοῦ τὸ προσλαμβανόμενον, εἴη ἄν διὰ συλλογισμοῦ γεγονυῖα ἡ δεῖξις τοῦ μὴ εἶναι μίαν τῶν ἐναντίων ἐπιστήμην, ἀλλ’ ἐξ ὑποθέσεως μόνον· διὸ οὐδὲ ἀναλύσεως ὁ τοιοῦτος δεήσεται λόγος συλλογιστικῆς. ἐπεὶ οὖν αὐτὸς διὰ τοιούτου ἔδειξε, διὰ τοῦτο προσέθηκε τῷ οὗτος γὰρ ἦν συλλογισμὸς τὸ ἴσως. ὅτι δὲ μὴ πᾶν τὸ μεταλαμβανόμενον διὰ κατηγορικοῦ δείκνυται συλλογισμοῦ, ἀλλ’ ἔστι πολλάκις καὶ διὰ τὴν ἐνάργειαν τιθέμενον, ἐκ τοῦ προειρημένου παραδείγματος δῆλον· τὸ γὰρ μὴ δύνασθαι συνυπάρχειν ὑγείαν καὶ νόσον ὄντα ἐναντία ὡς ἐναργὲς προσλαμβάνεται ἀλλ’ οὐχ ὡς δεδειγμένον διὰ συλλογισμοῦ. καὶ Θεόφραστος δὲ ἐν τῷ πρώτῳ τῶν Προτέρων ἀναλυτικῶν λέγει τὸ προσλαμβανόμενον ἢ δι’ ἐπαγωγῆς τίθεσθαι ἢ καὶ αὐτὸ ἐξ ὑποθέσεως ἢ δι’ ἐναργείας ἢ διὰ συλλογισμοῦ. τοὺς δὴ τοιαύτην καὶ οὕτω ποιουμένους τὴν πρόσληψιν λόγους περαίνειν μὲν Ἀριστοτέλης λέγει καὶ δεικνύναι αὐτὸ 〈τὸ〉 προκείμενον, οὐ μὴν διὰ συλλογισμοῦ εἶναι. τὸ δὲ εἶτα διαλεχθείη, ὅτι οὐκ ἔστι πᾶσα δύναμις τῶν ἐναντίων ὡς ἴσον εἴρηκε τῷ ‘εἰ διαλεχθείη καὶ δείξειεν, ὅτι οὐκ ἔστι πάντων τῶν ἐναντίων δύναμις ἡ αὐτή’, ὡς ἤδη προεῖπον. Εἰπὼν δὲ περὶ τῶν ἐξ ὁμολογίας ὑποθετικῶν καὶ δείξας, ὅτι μὴ γίνεται τοῦ τιθεμένου ὁ συλλογισμός, ἀλλ’ εἴπερ ἄρα, ἄλλου τινός, ἑξῆς λέγει περὶ τῶν δι’ ἀδυνάτου, οἳ καὶ αὐτοὶ τῶν ἐξ ὑποθέσεώς εἰσιν. φησὶ γάρ, ὅτι μηδὲ τούτους ἔστιν ἀναλύειν, ὅτι μηδ’ ἐπὶ τούτων πρὸς τὸ τιθέμενον ὁ συλλογισμὸς ἀλλ’ ἄλλου τινός. διὰ γὰρ τὸ 〈τὸ〉 ἀντικείμενον αὐτῷ ὑποτεθῆναι ἀδύνατόν τι συμβαῖνον δείκνυται διὰ συλλογισμοῦ· τὸ δὲ προκείμενον τῇ τοῦ ἀδυνάτου διὰ συλλογισμοῦ δειχθέντος ἀναιρέσει τίθεται ἀλλ’ οὐ δι’ οἰκείου καὶ πρὸς αὐτὸ γεγονότος συλλογισμοῦ. ὁμολογουμένου γὰρ τοῦ πᾶσαν ἀρετὴν καλὸν εἶναι, ἔτι δὲ τοῦ πᾶν τὸ καλὸν ἐπαινετόν, πρὸς τὸν μὴ συγχωροῦντα πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι ὁ δεικνὺς τοῦτο διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς αὐτὸ μὲν οὐ συλλογίζεται, ὑποθέμενος δὲ τὸ ἀντικείμενον αὐτῷ τὸ μὴ πᾶσαν ἀρετὴν ἐπαινετὸν εἶναι καὶ προσλαβὼν τούτῳ τὸ πᾶσαν ἀρετὴν καλὸν εἶναι συλλογίζεται ἐν τρίτῳ σχήματι τὸ μὴ πᾶν καλὸν ἐπαινετὸν εἶναι. καὶ ὁ μὲν συλλογισμὸς τούτου, τὸ δὲ ἐξ ἀρχῆς δείκνυται διὰ τοῦ τὸ συλλογισθὲν ἀδύνατον εἶναι.

因此,他确立它固然是必然的,但并不是通过三段论,而是通过最初的协议。然而,“对立事物不具有同一种能力”这一命题是可以还原的;因为那一命题是通过三段论被证明的,正如我们之前已经展示的那样。并且对于“不具有同一种能力”这一命题,可以进行分析。针对这一点,他作为同等意义的话说了“但是不具有同一种能力,则是可能的”。但在文辞上或许还缺少“对立事物的”这一短语。而他之所以补充了“或许”,是因为这并不必然在任何情况下都是通过三段论证明的,相反,将它本身作为自明的命题而依假定和依协议加以摄取也是可能的,例如有人再次意欲设定健康与疾病的能力不是同一种,便假定说:“如果对立事物不具有同一且唯一的能力,那么健康与疾病也不具有”,随后针对对立事物展开论述(因为三段论将是关于对立事物不具有同一种能力的,而不是针对健康与疾病不具有同一种能力的);或者如他自己似乎已经展示的那样,“如果对立事物的能力是同一种,那么在同一时刻相同的事物将既是健康的又是患病的”,随后作为自明之事附加摄取“然而相同的事物不可能在同一时刻既是健康的又是患病的”。因为这样的证明固然依于假定,却绝非通过三段论,而正如我所说,他自己也似乎通过“例如健康与疾病的情况;因为在同一时刻相同的事物将既是健康的又是患病的”确立了这一点。因为如果通过此命题证明对立事物不具有同一种能力,那么这就不是通过三段论证明的,而是它本身也是依假定的。因为无论将相同的事物不能同时既健康又患病视为自明而加以摄取,抑或附加摄取的前提是通过归纳获得确信而非通过三段论,对立事物不具有同一种知识的证明都不是通过三段论产生的,而仅仅是依假定的;因此,这样的论证甚至不需要三段论的分析。既然他自己是通过这样一种方式证明的,为此他在“因为这是三段论”一句中补充了“或许”。而被代换的前提并非全都通过直言三段论被证明,而是常常由于自明性被确立,这一点从先前所述的例子中是清楚的;因为健康与疾病作为对立事物不能共存,是作为自明之事被附加摄取的,而不是作为通过三段论证明之事被摄取的。特奥弗拉斯托斯在《前分析篇》第一卷中也说,附加摄取的前提要么通过归纳确立,要么它本身也依于假定,要么通过自明性,要么通过三段论。对于以这种方式进行这种附加摄取的论证,亚里士多德说它们固然得出结论并证明既定课题本身,但绝不是通过三段论的。而“随后他论证并非每种能力都属于对立事物”这一表述,正如我先前已经说过的,他是作为等同于“如果他论证并证明并非所有对立事物的能力都是同一种”而说的。在论述了基于协议的假言论证并证明了三段论不是关于被确立之事本身而产生、若有产生也必是关于另一事物之后,他接下来论述通过不可能性的论证,这些论证本身也属于依假定的论证。因为他说,这些论证也是不可能分析的,因为在这些论证中,三段论同样不是针对被确立之事本身,而是关于另一事物。因为由于与它相反对的命题被假定,一个产生的不可能结论通过三段论被证明;而既定课题是通过否定三段论所展示的荒谬而得以确立的,并不是通过针对它自身产生固有三段论而确立的。因为在“一切德性都是善美的”以及“一切善美的事物都是值得称赞的”已被承认的前提下,针对不赞同“一切德性都是值得称赞的”的人,通过归谬法证明此点的人并没有推演它本身,而是假定了与它相反对的“并非一切德性都是值得称赞的”,并为此附加摄取了“一切德性都是善美的”,从而在第三格中推演出“并非一切善美的事物都是值得称赞的”。三段论是关于这一点的,而最初的课题则是通过被推演之事的不可能性而得到证明的。

语法注2 条
  1. 2.272διὰ γὰρ τὸ 〈τὸ〉 ἀντικείμενον αὐτῷ ὑποτεθῆναι ἀδύνατόν τι συμβαῖνον δείκνυται διὰ συλλογισμοῦ

    介词 διὰ 与带冠词的不定式 τὸ ὑποτεθῆναι(被动态不定过去时不定式)构成原因状语(“由于……被假定”)。宾格 τὸ ἀντικείμενον αὐτῷ 是该不定式的逻辑主语,主句的主语是 ἀδύνατόν τι συμβαῖνον,主动词是 δείκνυται。

  2. 2.272τὸ δὲ ὅτι 〈μὴ〉 μία δύναμις τῶν ἐναντίων ἔστιν ἀναγαγεῖν

    带冠词的ὅτι从句 τὸ ὅτι μὴ μία δύναμις... 作为一个名词性短语,在非人称结构 ἔστιν(=ἔξεστιν,“能够……”)中充当不定式 ἀναγαγεῖν 的宾语。句首的 τὸ δὲ ὅτι 中,后置词 δέ 置于冠词 τὸ 与 ὅτι 之间以表转折(“然而……这一命题”)。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:387.22-389.5