← 阿芙洛迪西亚斯的亚历山大

亚里士多德《前分析篇》第一卷注解

§386.3-387.22

假言推论不可还原至各格的原因

亚历山大注解了亚里士多德关于不应将假言三段论还原为各格的主张(50a16),并通过具体例证解释了最终结论是基于协议而非推演而被同意的,因而无法进行分析还原。

显示 ▾
显示
译文
字体
AI ↗
← 上一节下一节 →
§2.272#1

" Ἔτι δὲ τοὺς ἐξ ὑποθέσεως συλλογισμοὺς οὐ πειρατέον ἀνάγειν· οὐ γάρ ἐστιν ἐκ τῶν κειμένων1 ἀνάγειν." Φησίν, ὅτι τοὺς ἐξ ὑποθέσεως δεικνύντας τι λόγους οὐ χρὴ πειρᾶσθαι ἀναλύειν καὶ ἀνάγειν εἰς τὰ σχήματα· οὐδὲ γὰρ οἷόν τέ ἐστιν ἐκ τῶν κειμένων καὶ εἰλημμένων ἀνάλυσιν αὐτῶν καὶ ἀναγωγὴν εἴς τι τῶν σχημάτων ποιήσασθαι. τούτου δὲ τὸ αἴτιον προσέθηκεν αὐτὸς εἰπὼν οὐ γὰρ διὰ συλλογισμῶν δεδειγμένοι εἰσίν, ἀλλὰ διὰ συνθήκης ὡμολογημένοι πάντες. ἐν πᾶσι γὰρ τοῖς ἐξ ὑποθέσεως οὐ τοῦ τιθεμένου καὶ δεικνυμένου ὁ συλλογισμὸς γίνεται, ἀλλὰ τοῦτο μὲν διά τινος ὑποθέσεώς τε καὶ συνθήκης λαμβάνεται, ὁ δὲ συλλογισμὸς πρὸς ἄλλο τι καὶ ἄλλου τινὸς γίνεται· “πρὸς γὰρ τὸ μεταλαμβανόμενον”, ὡς εἶπε. συλλογισμοὺς δὲ ἁπλῶς καὶ κυρίως λέγει τοὺς κατηγορικούς. ὅτι δὲ τοιοῦτοι οἱ συλλογισμοί, οὓς λέγει ἐξ ὑποθέσεως, δῆλον. ὅ τε γὰρ ἐξ ὁμολογίας καὶ συνθήκης δεικνύς τι ἐξ ὑποθέσεως ὤν, ὃ μὲν βούλεται δεῖξαι, ὑποτίθεταί τε καὶ συντίθεται καὶ οὐ συλλογίζεται, ἄλλο δέ τι, ἀλλ’ οὐχ ὃ ὑποτίθεται, συλλογίζεται, οἷον ὁ βουλόμενος τὴν ἀρετὴν ἐπιστήμην δεῖξαι, εἶτα συντιθέμενος, ἂν δείξῃ τὴν ἀρετὴν διδακτόν τι, καὶ ἐπιστήμην αὐτὴν δεδεῖχθαι, ἔπειτα δεικνὺς καὶ συλλογιζόμενος, ὅτι διδακτὸν ἡ ἀρετή, διὰ τοῦ ‘πᾶσα ἕξις λογικὴ διδακτή, ἡ δὲ ἀρετὴ ἕξις λογική’· ὁ γὰρ συλλογισμὸς γίνεται τούτῳ οὐ πρὸς τὸ προκείμενον, ἀλλὰ “πρὸς τὸ μεταλαμβανόμενον”,2 ὡς αὐτὸς προείρηκεν. ἐξ ὑποθέσεως δέ εἰσι καὶ οἱ διὰ τῆς εἰς ἀδύνατον ἀπαγωγῆς δεικνύντες τι, ἐφ’ ὧν οὐδ’ αὐτῶν ὁ συλλογισμὸς τοῦ δεικνυμένου γίνεται, ἀλλ’ ὁ μὲν συλλογισμὸς πρὸς τὸ ὑποτεθὲν καὶ τοῦ ψεύδους, τῇ 〈δὲ〉 ἀναιρέσει τῇ τοῦ διὰ συλλογισμοῦ δειχθέντος ἀδυνάτου τίθεται τὸ προκείμενον οὐδενὸς πρὸς αὐτὸ συλλογισμοῦ προηγουμένως γενομένου.3 ἀλλὰ καὶ ἐπὶ τῶν διὰ τοῦ συνεχοῦς ὑποθετικῶν, ὁμοίως δὲ καὶ τοῦ διαιρετικοῦ. τὸ μὲν οὖν τιθέμενον οὐ διὰ συλλογισμῶν λαμβάνεται ἀλλὰ διὰ τὴν ὑπόθεσιν, ὁ δὲ συλλογισμὸς ἄλλου γίνεται· τοῦ γὰρ προσλαμβανομένου ἢ μεταλαμβανομένου. Σαφῶς δὲ διὰ τοῦ παραδείγματος, ὃ λέγει, γνώριμον ποιεῖ. ἂν γὰρ ὑποθώμεθα καὶ συνθώμεθα, ἄν μὴ ᾖ μία δύναμις πάντων τῶν ἐναντίων, μηδὲ ἐπιστήμην εἶναι μίαν πάντων τῶν ἐναντίων, εἶτα συλλογισώμεθα καὶ δείξωμεν, ὅτι μή ἐστι μία δύναμις τῶν ἐναντίων πάντων, λαβόντες ‘τὸ ὑγιεινὸν καὶ τὸ νοσῶδες ἐναντία, τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐκ ἔστι μία δύναμις, οὐ πάντων ἄρα τῶν ἐναντίων μία δύναμις’ (ὅτι δὲ τοῦ ὑγιεινοῦ καὶ νοσώδους οὐ μία δύναμις, οὕτως ἄν καὶ αὐτὸ διὰ συλλογισμοῦ δειχθείη· ὧν ἡ αὐτὴ δύναμις, ταῦτα τοῦ αὐτοῦ ποιητικά· τὰ γὰρ τὴν τοῦ θερμαίνειν δύναμιν ἔχοντα θερμαίνει καὶ τὰ τοῦ ψύχειν ψύχει· τὸ δὲ ὑγιεινὸν καὶ τὸ νοσῶδες οὐκ ἔστι τοῦ αὐτοῦ ποιητικά· οὐκ ἄρα τοῦ ὑγιεινοῦ καὶ νοσώδους δύναμις ἡ αὐτή. αὐτὸς μέντοι διὰ τὸ εἰπεῖν ἅμα γὰρ ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες ἔοικεν οὐχ ὡς προείρηται δεδειχέναι, διότι μή ἐστιν ἡ αὐτὴ δύναμις τοῦ ὑγιεινοῦ καὶ νοσώδους, ἀλλ’ ἐξ ὑποθέσεως αὐτὸ δέδειχε4 τοιαύτης· εἰ τοῦ ὑγιεινοῦ καὶ νοσώδους ἡ αὐτὴ δύναμις, ἅμα ἔσται τὸ αὐτὸ ὑγιεινὸν καὶ νοσῶδες· οὐχ οἷόν τε δὲ τοῦτο· οὐκ ἄρα ἡ αὐτὴ δύναμις αὐτῶν. ἐὰν δὲ οὕτως ᾖ δεικνύμενον, οὐκ ἔσται οὐδὲ τοῦτο διὰ συλλογισμοῦ δεδειγμένον, ἀλλὰ καὶ αὐτὸ ἐξ ὑποθέσεως), τὸ μὲν δὴ μὴ εἶναι μίαν πάντων τῶν ἐναντίων δύναμιν ἔσται διὰ συλλογισμῶν δεδειγμένον, καὶ ἔσται γε τούτων τὴν ἀνάλυσιν ποιεῖσθαι· ἔστι γὰρ ὁ μὲν πρῶτος ἐν τρίτῳ σχήματι τῶν εἰρημένων, ὁ δὲ δεύτερος ἐν δευτέρῳ. οὐδαμοῦ μέντοι διὰ συλλογισμοῦ δέδεικται, ὅτι μή ἐστιν ἐπιστήμη μία τῶν ἐναντίων, ἀλλ’ ἐκείνου δειχθέντος τοῦτο συγχωρεῖται διὰ τὴν ὁμολογίαν. τὸ δὲ εἶτα διαλεχθείη, ὅτι οὐκ ἔστι πᾶσα δύναμις τῶν ἐναντίων ἴσον ἐστὶ τῷ εἶτα δείξειε καὶ συλλογίσαιτο, ὅτι μή ἐστιν τῶν ἐναντίων μία δύναμις· τοῦτο γὰρ σημαίνει τὸ οὐ πᾶσα δύναμις τῶν ἐναντίων. μὴ γεγονότος δὴ πρὸς αὐτὸ συλλογισμοῦ οὐδ’ ἀνάλυσις ἄν γένοιτο. τοῦτο δὲ καὶ αὐτὸς διὰ τοῦ τοῦτον μὲν οὖν οὐκ ἔστιν ἀναγαγεῖν τὸν λόγον εἴρηκε· συλλογισμὸς γὰρ οὐκ ἔστιν.

“此外,不应当试图将假言三段论予以还原;因为根据所设定的前提进行还原是不可能的。” 他说,不应当试图将那些依假定证明某事物的论证分析并还原为诸格;因为根据所设定和摄取的前提,对它们进行分析并还原为任何一个格甚至是不可能的。而他自己也补充了这一原因,说:“因为它们不是通过三段论被证明的,而是全部通过协议达成一致的。”因为在所有依假定的论证中,三段论并不是关于被确立和被证明之事本身而产生的,相反,此事是通过某种假定和协议而被摄取的,而三段论则是针对另一事物且关于另一事物而产生的——正如他所说,“针对被代换的命题”。并且,他将直言三段论无条件地且严格地称为“三段论”。而他所谓依假定的三段论是这种性质的,这一点是显而易见的。因为根据一致意见和协议证明某事物的人,作为依假定进行论证者,对他所意欲证明之事进行了假定和约定,而不是进行推演,但他推演的是另一件事,而不是他所假定的事;例如有人意欲证明德性是知识,继而约定如果他证明德性是可教的,也就证明了它是知识,接着通过“一切理性的品质都是可教的,而德性是理性的品质”来证明并推演德性是可教的;因为对于此人而言,三段论不是针对既定课题产生的,而是如他自己先前所言,“针对被代换的命题”。而通过归谬法证明某事物的论证也是依假定的,在这些论证中,三段论本身也不是关于被证明之事而产生的,而是三段论针对被假定的事物且关于虚妄而产生,而通过否定三段论所展示的荒谬,既定课题便得以确立,此前并未针对它本身产生任何三段论。但在通过连续条件命题的假言论证中,以及同样在选言论证中也是如此。因此,被确立之事不是通过三段论被摄取的,而是由于假定而被摄取的,而三段论则是关于另一事物产生的:即关于附加摄取的命题或被代换的命题。他通过自己所举的例子,清晰地使这一道理变得易于理解。因为如果我们假定并约定,如果并非所有对立事物都具有同一种能力,那么并非所有对立事物都具有同一种知识,接着我们推演并证明并非所有对立事物都具有同一种能力,假定了“健康与疾病是对立的,健康与疾病不具有同一种能力,因此并非所有对立事物都具有同一种能力”(而健康与疾病不具有同一种能力,这一点本身也可以通过三段论如此证明:凡能力相同者,都是相同事物的产因;因为具有加热能力者加热,具有冷却能力者冷却;但健康与疾病不是相同事物的产因;因此健康与疾病的能力不是同一种。然而,由于他说“因为在同一时刻相同的事物将既是健康的又是患病的”,他似乎并不是像先前所说的那样证明了健康与疾病的能力不是同一种,而是根据如下的假定证明了它:如果健康与疾病的能力是同一种,那么在同一时刻相同的事物将既是健康的又是患病的;但这是不可能的;因此它们的能力不是同一种。但如果是这样证明的,那么这一点也就不是通过三段论被证明的,而是它本身也是依假定的),那么,并非所有对立事物都具有同一种能力这一事就将是通过三段论被证明的,并且确实可以对这些论证进行分析;因为在所述论证中,第一个属于第三格,第二个属于第二格。然而,关于对立事物不具有同一种知识,却绝非通过三段论被证明的,而是在那件事被证明之后,由于协议而同意了这一点。而“随后论证并非每种能力都属于对立事物”这句话,等同于“随后证明并推演对立事物不具有同一种能力”;因为“并非每种能力都属于对立事物”表示的就是这个意思。既然针对它本身并未产生三段论,那么分析也就不可能产生。而这一点他自己也通过“因此还原这个论证是不可能的”说明了;因为这并不是一个三段论。

语法注4 条
  1. 2.272ἐκ τῶν κειμένων

    在引文和注解中出现的短语,意为“根据所设定的前提”。它表明在依假定的三段论中,仅根据明确给出的前提,无法就主要结论本身还原到各格中去。

  2. 2.272πρὸς τὸ μεταλαμβανόμενον

    引用亚里士多德的词句。在依假定的三段论中,它作为副词性短语,指代代替原本论题而被设定为推演目标的命题(“被代换的命题”)。

  3. 2.272τῇ 〈δὲ〉 ἀναιρέσει τῇ τοῦ διὰ συλλογισμοῦ δειχθέντος ἀδυνάτου τίθεται τὸ προκείμενον οὐδενὸς πρὸς αὐτὸ συλλογισμοῦ προηγουμένως γενομένου

    该句的骨干为:与格短语(τῇ ἀναιρέσει...)+被动态动词(τίθεται)+主语(τὸ προκείμενον)+独立属格(οὐδενὸς... γενομένου)。与格表示手段,表明在归谬法中既定论题得以确立不是靠推演本身,而是通过否定推演所导致的荒谬来实现的。

  4. 2.272ἔοικεν οὐχ ὡς προείρηται δεδειχέναι... ἀλλ’ ἐξ ὑποθέσεως αὐτὸ δέδειχε

    这是一个破格语法(anacoluthon):从依附于 ἔοικεν 的不定式 δεδειχέναι,在连词 ἀλλά 之后转为了直陈式 δέδειχε。句意上仍应理解为均受 ἔοικε 支配:“他似乎不是如先前所说的那样证明了它,而是根据假定证明了它”。

翻译:Gemini 3.8 Flash・中文译文与原文无修订urn:cts:greekLit:tlg0732.tlg005.humanitext-grc1:386.3-387.22